3
1Τούτου χάριν ἐγὼ Παῦλος ὁ δέσμιος τοῦ χριστοῦ Ἰησοῦ ὑπὲρ ὑμῶν τῶν ἐθνῶν, 2εἴγε ἠκούσατε τὴν οἰκονομίαν τῆς χάριτος τοῦ θεοῦ τῆς δοθείσης μοι εἰς ὑμᾶς, 3 ⸋ὅτι⸌ κατὰ ἀποκάλυψιν ⸂ἐγνώρισέν⸃ μοι τὸ μυστήριον, καθὼς προέγραψα ἐν ὀλίγῳ, 4πρὸς ὃ δύνασθε ἀναγινώσκοντες νοῆσαι τὴν σύνεσίν μου ἐν τῷ μυστηρίῳ τοῦ χριστοῦ· 5ὃ ⸆ ἑτέραις γενεαῖς οὐκ ἐγνωρίσθη τοῖς υἱοῖς τῶν ἀνθρώπων, ὡς νῦν ἀπεκαλύφθη τοῖς ἁγίοις ἀποστόλοις αὐτοῦ καὶ προφήταις ἐν πνεύματι· 6εἶναι τὰ ἔθνη συγκληρονόμα καὶ σύσσωμα καὶ συμμέτοχα τῆς ἐπαγγελίας ⸋αὐτοῦ⸌ ἐν ⸂τῷ χριστῷ,⸃ διὰ τοῦ εὐαγγελίου, 7οὗ ⸂ἐγενόμην⸃ διάκονος κατὰ ⸂2τὴν δωρεὰν τῆς χάριτος τοῦ θεοῦ, τὴν δοθεῖσάν⸃ μοι κατὰ τὴν ἐνέργειαν τῆς δυνάμεως αὐτοῦ. 8Ἐμοὶ τῷ ἐλαχιστοτέρῳ πάντων ⸆ ἁγίων ἐδόθη ἡ χάρις αὕτη, ⸋ἐν⸌ τοῖς ἔθνεσιν εὐαγγελίσασθαι ⸂τὸν ἀνεξιχνίαστον πλοῦτον⸃ τοῦ χριστοῦ, 9καὶ φωτίσαι ⸋πάντας⸌ τίς ἡ ⸂οἰκονομία⸃ τοῦ μυστηρίου τοῦ ἀποκεκρυμμένου ἀπὸ τῶν αἰώνων ἐν τῷ θεῷ τῷ τὰ πάντα κτίσαντι ⸋2διὰ Ἰησοῦ χριστοῦ,⸌ 10ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις ἐν τοῖς ἐπουρανίοις διὰ τῆς ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ θεοῦ, 11κατὰ πρόθεσιν τῶν αἰώνων ἣν ἐποίησεν ἐν ⸂χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν·⸃ 12ἐν ᾧ ἔχομεν τὴν παρρησίαν καὶ ⸋τὴν⸌ προσαγωγὴν ἐν πεποιθήσει διὰ τῆς πίστεως αὐτοῦ. 13Διὸ αἰτοῦμαι μὴ ἐκκακεῖν ἐν ταῖς θλίψεσίν μου ὑπὲρ ὑμῶν, ἥτις ἐστὶν δόξα ὑμῶν.
14Τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν πατέρα ⸋τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ,⸌ 15ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, 16ἵνα δῴη ὑμῖν, κατὰ ⸂τὸν πλοῦτον⸃ τῆς δόξης αὐτοῦ, δυνάμει κραταιωθῆναι διὰ τοῦ πνεύματος αὐτοῦ εἰς τὸν ἔσω ἄνθρωπον, 17κατοικῆσαι τὸν χριστὸν διὰ τῆς πίστεως ἐν ταῖς καρδίαις ὑμῶν· 18ἐν ἀγάπῃ ἐρριζωμένοι καὶ τεθεμελιωμένοι ἵνα ἐξισχύσητε καταλαβέσθαι σὺν πᾶσιν τοῖς ἁγίοις τί τὸ πλάτος καὶ μῆκος καὶ ⸉βάθος καὶ ὕψος,⸊ 19γνῶναί τε τὴν ὑπερβάλλουσαν τῆς γνώσεως ἀγάπην τοῦ χριστοῦ, ἵνα πληρωθῆτε εἰς πᾶν τὸ πλήρωμα τοῦ θεοῦ.
20Τῷ δὲ δυναμένῳ ὑπὲρ πάντα ποιῆσαι ὑπερεκπερισσοῦ ὧν αἰτούμεθα ἢ νοοῦμεν, κατὰ τὴν δύναμιν τὴν ἐνεργουμένην ἐν ἡμῖν, 21αὐτῷ ἡ δόξα ἐν τῇ ἐκκλησίᾳ ⸆ ἐν χριστῷ Ἰησοῦ, εἰς πάσας τὰς γενεὰς τοῦ αἰῶνος τῶν αἰώνων. Ἀμήν.
Notes
*3:3
⸋ ὅτι RP f 35 TR TNT2 WH NA NIV Ead ¦ – SBL
*3:3
⸂ ἐγνώρισέν RP f 35 ¦ ἐγνώρισέ TR ¦ ἐγνωρίσθη TNT2 WH NA NIV SBL Ead
*3:5
⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ ἐν TR
*3:6
⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*3:6
⸂ τῷ χριστῷ RP f 35 TR ¦ χριστῷ Ἰησοῦ TNT2 WH NA NIV SBL Ead
*3:7
⸂ ἐγενόμην RP f 35 TR ¦ ἐγενήθην TNT2 WH NA NIV SBL Ead
*3:7
⸂2 τὴν δωρεὰν τῆς χάριτος … τὴν δοθεῖσάν RP f 35 TR Ead ¦ τὴν δωρεὰν τῆς χάριτος … τῆς δοθείσης TNT2 WH NA NIV SBL
*3:8
⸆ – RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ τῶν TR
*3:8
⸋ ἐν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL
*3:8
⸂ τὸν ἀνεξιχνίαστον πλοῦτον RP f 35 TR ¦ τὸ ἀνεξιχνίαστον πλοῦτος TNT2 WH NA NIV SBL Ead
*3:9
⸋ πάντας RP f 35 TR TNT2 NA27+28 NIV SBL Ead ¦ – WH NA25
*3:9
⸂ οἰκονομία RP f 35 TNT2 WH NA NIV SBL Ead ¦ κοινωνία TR
*3:9
⸋2 διὰ Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*3:11
⸂ χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν RP f 35 TR ¦ τῷ χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν TNT2 WH NA NIV SBL Ead
*3:12
⸋ τὴν RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL
*3:14
⸋ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead
*3:16
⸂ τὸν πλοῦτον RP f 35 TR ¦ τὸ πλοῦτος TNT2 WH NA NIV SBL Ead
*3:18
⸉ βάθος καὶ ὕψος RP f 35 TR Ead ¦ ὕψος καὶ βάθος TNT2 WH NA NIV SBL
*3:21
⸆ – RP f 35 TR Ead ¦ καὶ TNT2 WH NA NIV SBL