5
1Τῇ ἐλευθερίᾳ ⸂οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε,⸃ καὶ μὴ πάλιν ζυγῷ δουλείας ἐνέχεσθε.
2Ἴδε, ἐγὼ Παῦλος λέγω ὑμῖν, ὅτι ἐὰν περιτέμνησθε, χριστὸς ὑμᾶς οὐδὲν ὠφελήσει. 3Μαρτύρομαι δὲ πάλιν παντὶ ἀνθρώπῳ περιτεμνομένῳ, ὅτι ὀφειλέτης ἐστὶν ὅλον τὸν νόμον ποιῆσαι. 4Κατηργήθητε ἀπὸ ⸋τοῦ⸌ χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε· τῆς χάριτος ἐξεπέσατε. 5Ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. 6Ἐν γὰρ χριστῷ Ἰησοῦ οὔτε περιτομή τι ἰσχύει, οὔτε ἀκροβυστία, ἀλλὰ πίστις δι᾽ ἀγάπης ἐνεργουμένη. 7Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ⸂ἐνέκοψεν⸃ ⸋τῇ⸌ ἀληθείᾳ μὴ πείθεσθαι; 8Ἡ πεισμονὴ οὐκ ἐκ τοῦ καλοῦντος ὑμᾶς. 9Μικρὰ ζύμη ὅλον τὸ φύραμα ζυμοῖ. 10Ἐγὼ πέποιθα εἰς ὑμᾶς ἐν κυρίῳ, ὅτι οὐδὲν ἄλλο φρονήσετε· ὁ δὲ ταράσσων ὑμᾶς βαστάσει τὸ κρίμα, ὅστις ⸂ἂν⸃ ᾖ. 11Ἐγὼ δέ, ἀδελφοί, εἰ περιτομὴν ἔτι κηρύσσω, τί ἔτι διώκομαι; Ἄρα κατήργηται τὸ σκάνδαλον τοῦ σταυροῦ. 12Ὄφελον καὶ ἀποκόψονται οἱ ἀναστατοῦντες ὑμᾶς.
13Ὑμεῖς γὰρ ἐπ᾽ ἐλευθερίᾳ ἐκλήθητε, ἀδελφοί· μόνον μὴ τὴν ἐλευθερίαν εἰς ἀφορμὴν τῇ σαρκί, ἀλλὰ διὰ τῆς ἀγάπης δουλεύετε ἀλλήλοις. 14Ὁ γὰρ πᾶς νόμος ἐν ἑνὶ λόγῳ ⸂πληροῦται,⸃ ἐν τῷ, Ἀγαπήσεις τὸν πλησίον σου ὡς ⸂2ἑαυτόν.⸃ 15Εἰ δὲ ἀλλήλους δάκνετε καὶ κατεσθίετε, βλέπετε μὴ ὑπὸ ἀλλήλων ἀναλωθῆτε.
16Λέγω δέ, πνεύματι περιπατεῖτε, καὶ ἐπιθυμίαν σαρκὸς οὐ μὴ τελέσητε. 17Ἡ γὰρ σὰρξ ἐπιθυμεῖ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκός· ταῦτα ⸂δὲ⸃ ⸉ἀντίκειται ἀλλήλοις,⸊ ἵνα μὴ ἃ ⸂2ἂν⸃ θέλητε, ταῦτα ποιῆτε. 18Εἰ δὲ πνεύματι ἄγεσθε, οὐκ ἐστὲ ὑπὸ νόμον. 19Φανερὰ δέ ἐστιν τὰ ἔργα τῆς σαρκός, ἅτινά ἐστιν ⸋μοιχεία,⸌ πορνεία, ἀκαθαρσία, ἀσέλγεια, 20εἰδωλολατρεία, φαρμακεία, ἔχθραι, ⸂ἔρεις, ζῆλοι, θυμοί, ἐριθεῖαι, διχοστασίαι, αἱρέσεις, 21φθόνοι, ⸋φόνοι,⸌ μέθαι, κῶμοι,⸃ καὶ τὰ ὅμοια τούτοις· ἃ προλέγω ὑμῖν, καθὼς ⸋2καὶ⸌ προεῖπον, ὅτι οἱ τὰ τοιαῦτα πράσσοντες βασιλείαν θεοῦ οὐ κληρονομήσουσιν. 22Ὁ δὲ καρπὸς τοῦ πνεύματός ἐστιν ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, χρηστότης, ἀγαθωσύνη, πίστις, 23πρᾳότης, ἐγκράτεια· κατὰ τῶν τοιούτων οὐκ ἔστιν νόμος. 24Οἱ δὲ ⸂τοῦ χριστοῦ,⸃ τὴν σάρκα ἐσταύρωσαν σὺν τοῖς παθήμασιν καὶ ταῖς ἐπιθυμίαις.
25Εἰ ζῶμεν πνεύματι, πνεύματι καὶ στοιχῶμεν. 26Μὴ γινώμεθα κενόδοξοι, ἀλλήλους προκαλούμενοι, ἀλλήλοις φθονοῦντες.
Notes
*5:1
⸂ οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσεν, στήκετε RP f 35 ¦ οὖν ᾗ χριστὸς ἡμᾶς ἠλευθέρωσε, στήκετε TR ¦ ἡμᾶς χριστὸς ἠλευθέρωσεν· στήκετε οὖν TNT2 WH NA NIV SBL Carl ¦ ἡμᾶς χριστὸς ἠλευθέρωσε· στήκετε οὖν Ead
*5:4
⸋ τοῦ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl
*5:7
⸂ ἐνέκοψεν RP f 35 TNT2 WH NA NIV SBL Ead Carl ¦ ἀνέκοψε TR
*5:7
⸋ τῇ RP f 35 TR NA27+28 NIV SBL Ead Carl ¦ – TNT2 WH NA25
*5:10
⸂ ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL Carl
*5:14
⸂ πληροῦται RP f 35 TR ¦ πεπλήρωται TNT2 WH NA NIV SBL Ead Carl
*5:14
⸂2 ἑαυτόν RP TR ¦ σεαυτόν f 35 TNT2 WH NA NIV SBL Ead Carl
*5:17
⸂ δὲ RP f 35 TR ¦ γὰρ TNT2 WH NA NIV SBL Ead Carl
*5:17
⸉ ἀντίκειται ἀλλήλοις RP f 35 TR ¦ ἀλλήλοις ἀντίκειται TNT2 WH NA NIV SBL Ead Carl
*5:17
⸂2 ἂν RP f 35 TR Ead ¦ ἐὰν TNT2 WH NA NIV SBL Carl
*5:19
⸋ μοιχεία RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL Ead Carl
*5:20
⸂ ἔρεις, ζῆλοι, … κῶμοι RP TR ¦ ἔρις, ζῆλοι, … κῶμοι f 35 ¦ ἔρις, ζῆλος, … κῶμοι TNT2 WH NA NIV SBL Ead Carl
*5:21
⸋ φόνοι RP f 35 TR TNT2 Ead ¦ – WH NA NIV SBL Carl
*5:21
⸋2 καὶ RP f 35 TR Ead ¦ – TNT2 WH NA NIV SBL Carl
*5:24
⸂ τοῦ χριστοῦ RP f 35 TR SBL Carl ¦ τοῦ χριστοῦ Ἰησοῦ TNT2 WH NA NIV