7
1Καὶ ⸉περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα⸊ ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἤθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαῖοι ἀποκτεῖναι. 2Ἦν δὲ ἐγγὺς ἡ ἑορτὴ τῶν Ἰουδαίων ἡ Σκηνοπηγία. 3Εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ, Μετάβηθι ἐντεῦθεν, καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου ⸂θεωρήσωσιν⸃ ⸂2τὰ ἔργα σου⸃ ἃ ποιεῖς. 4Οὐδεὶς γὰρ ⸉ἐν κρυπτῷ τι⸊ ποιεῖ, καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. Εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 5Οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 6Λέγει οὖν αὐτοῖς ὁ Ἰησοῦς, Ὁ καιρὸς ὁ ἐμὸς οὔπω πάρεστιν, ὁ δὲ καιρὸς ὁ ὑμέτερος πάντοτέ ἐστιν ἕτοιμος. 7Οὐ δύναται ὁ κόσμος μισεῖν ὑμᾶς· ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ, ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 8Ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτὴν ⸋ταύτην·⸌ ἐγὼ ⸂οὔπω⸃ ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ⸂2ὁ καιρὸς ὁ ἐμὸς⸃ οὔπω πεπλήρωται. 9Ταῦτα ⸋δὲ⸌ εἰπὼν ⸂αὐτοῖς,⸃ ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ.
10Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ, ⸉τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν,⸊ οὐ φανερῶς, ἀλλ᾽ ὡς ἐν κρυπτῷ. 11Οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ, καὶ ἔλεγον, Ποῦ ἐστιν ἐκεῖνος; 12Καὶ γογγυσμὸς ⸉πολὺς περὶ αὐτοῦ ἦν⸊ ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι Ἀγαθός ἐστιν· ἄλλοι ⸆ ἔλεγον, Οὔ, ἀλλὰ πλανᾷ τὸν ὄχλον. 13Οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων.
14Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης, ἀνέβη ⸋ὁ⸌ Ἰησοῦς εἰς τὸ ἱερόν, καὶ ἐδίδασκεν. 15 ⸂Καὶ ἐθαύμαζον⸃ οἱ Ἰουδαῖοι λέγοντες, Πῶς οὗτος γράμματα οἶδεν, μὴ μεμαθηκώς; 16Ἀπεκρίθη ⸋οὖν⸌ αὐτοῖς ⸋2ὁ⸌ Ἰησοῦς καὶ εἶπεν, Ἡ ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμή, ἀλλὰ τοῦ πέμψαντός με. 17Ἐάν τις θέλῃ τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς, πότερον ἐκ τοῦ θεοῦ ἐστιν, ἢ ἐγὼ ἀπ᾽ ἐμαυτοῦ λαλῶ. 18Ὁ ἀφ᾽ ἑαυτοῦ λαλῶν, τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· ὁ δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτόν, οὗτος ἀληθής ἐστιν, καὶ ἀδικία ἐν αὐτῷ οὐκ ἔστιν. 19Οὐ Μωσῆς ⸂δέδωκεν⸃ ὑμῖν τὸν νόμον, καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον; Τί με ζητεῖτε ἀποκτεῖναι; 20Ἀπεκρίθη ὁ ὄχλος ⸂καὶ εἶπεν,⸃ Δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι; 21Ἀπεκρίθη ⸆ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς, Ἓν ἔργον ἐποίησα, καὶ πάντες θαυμάζετε. 22Διὰ τοῦτο Μωσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν—οὐχ ὅτι ἐκ τοῦ Μωσέως ἐστίν, ἀλλ᾽ ἐκ τῶν πατέρων—καὶ ἐν σαββάτῳ περιτέμνετε ἄνθρωπον. 23Εἰ περιτομὴν λαμβάνει ⸆ ἄνθρωπος ἐν σαββάτῳ, ἵνα μὴ λυθῇ ὁ νόμος Μωσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ; 24Μὴ κρίνετε κατ᾽ ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν ⸂κρίνατε.⸃
25Ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν, Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; 26Καὶ ἴδε παρρησίᾳ λαλεῖ, καὶ οὐδὲν αὐτῷ λέγουσιν. Μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ⸋ἀληθῶς⸌ ὁ χριστός; 27Ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν. 28Ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων ὁ Ἰησοῦς καὶ λέγων, Κἀμὲ οἴδατε, καὶ οἴδατε πόθεν εἰμί· καὶ ἀπ᾽ ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ᾽ ἔστιν ἀληθινὸς ὁ πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε. 29Ἐγὼ ⸆ οἶδα αὐτόν, ὅτι παρ᾽ αὐτοῦ εἰμι, κἀκεῖνός με ἀπέστειλεν. 30Ἐζήτουν οὖν αὐτὸν πιάσαι. Καὶ οὐδεὶς ἐπέβαλεν ἐπ᾽ αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ. 31 ⸉Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου⸊ ἐπίστευσαν εἰς αὐτόν, καὶ ἔλεγον ⸋ὅτι⸌ Ὁ χριστὸς ὅταν ἔλθῃ, ⸂μήτι⸃ πλείονα σημεῖα ⸋2τούτων⸌ ποιήσει ὧν οὗτος ἐποίησεν; 32Ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα· καὶ ἀπέστειλαν ⸉ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς⸊ ἵνα πιάσωσιν αὐτόν. 33Εἶπεν οὖν ⸆ ὁ Ἰησοῦς, Ἔτι ⸉μικρὸν χρόνον⸊ μεθ᾽ ὑμῶν εἰμι, καὶ ὑπάγω πρὸς τὸν πέμψαντά με. 34 ⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 35Εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς, Ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; Μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι, καὶ διδάσκειν τοὺς Ἕλληνας; 36Τίς ἐστιν ⸉οὗτος ὁ λόγος⸊ ὃν εἶπεν, ⸂Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε·⸃ καὶ ὅπου εἰμὶ ἐγώ, ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;
37Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει ὁ Ἰησοῦς καὶ ἔκραξεν, λέγων, Ἐάν τις διψᾷ, ἐρχέσθω πρός με καὶ πινέτω. 38Ὁ πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν ἡ γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 39Τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος ⸂οὗ⸃ ἔμελλον λαμβάνειν οἱ ⸂2πιστεύοντες⸃ εἰς αὐτόν· ⸂3οὔπω γὰρ ἦν πνεῦμα ἅγιον,⸃ ὅτι ⸆ Ἰησοῦς ⸂4οὐδέπω⸃ ἐδοξάσθη. 40 ⸂Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου⸃ ἀκούσαντες ⸂2τὸν λόγον⸃ ἔλεγον, ⸆ Οὗτός ἐστιν ἀληθῶς ὁ προφήτης. 41 ⸂Ἄλλοι ἔλεγον, Οὗτός ἐστιν ὁ χριστός. Ἄλλοι ἔλεγον,⸃ Μὴ γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; 42 ⸂Οὐχὶ⸃ ἡ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυίδ, καὶ ἀπὸ Βηθλεέμ, τῆς κώμης ὅπου ἦν Δαυίδ, ⸉ὁ χριστὸς ἔρχεται;⸊ 43Σχίσμα οὖν ⸉ἐν τῷ ὄχλῳ ἐγένετο⸊ δι᾽ αὐτόν. 44Τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιάσαι αὐτόν, ἀλλ᾽ οὐδεὶς ⸂ἐπέβαλεν⸃ ἐπ᾽ αὐτὸν τὰς χεῖρας.
45Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους· καὶ εἶπον αὐτοῖς ἐκεῖνοι, Διὰ τί οὐκ ἠγάγετε αὐτόν; 46Ἀπεκρίθησαν οἱ ὑπηρέται, ⸂Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος.⸃ 47Ἀπεκρίθησαν οὖν αὐτοῖς οἱ Φαρισαῖοι, Μὴ καὶ ὑμεῖς πεπλάνησθε; 48Μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτόν, ἢ ἐκ τῶν Φαρισαίων; 49Ἀλλ᾽ ὁ ὄχλος οὗτος ὁ μὴ γινώσκων τὸν νόμον ⸂ἐπικατάρατοί⸃ εἰσιν. 50Λέγει Νικόδημος πρὸς αὐτούς—ὁ ἐλθὼν ⸋νυκτὸς⸌ πρὸς αὐτόν, ⸆ εἷς ὢν ἐξ αὐτῶν— 51Μὴ ὁ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον, ἐὰν μὴ ἀκούσῃ ⸂παρ᾽ αὐτοῦ πρότερον⸃ καὶ γνῷ τί ποιεῖ; 52Ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ, Μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ; Ἐρεύνησον καὶ ἴδε ὅτι ⸉προφήτης ἐκ τῆς Γαλιλαίας⸊ οὐκ ⸂ἐγήγερται.⸃ 53Καὶ ⸂ἀπῆλθεν⸃ ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ·
Notes
*7:1
⸉ περιεπάτει ὁ Ἰησοῦς μετὰ ταῦτα RP f 35 TR ¦ μετὰ ταῦτα περιεπάτει ὁ Ἰησοῦς TNT2 WH NA NIV SBL
*7:3
⸂ θεωρήσωσιν RP f 35 ¦ θεωρήσωσι TR ¦ θεωρήσουσιν TNT2 WH NA NIV SBL
*7:3
⸂2 τὰ ἔργα σου RP TR NA25 ¦ τὰ ἔργα f 35 NIV73 ¦ σοῦ τὰ ἔργα TNT2 WH NA27+28 NIV11 SBL
*7:4
⸉ ἐν κρυπτῷ τι RP f 35 TR ¦ τι ἐν κρυπτῷ TNT2 WH NA NIV SBL
*7:8
⸋ ταύτην RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*7:8
⸂ οὔπω RP f 35 TR WH NIV73 ¦ οὐκ TNT2 NA NIV11 SBL
*7:8
⸂2 ὁ καιρὸς ὁ ἐμὸς RP f 35 TR ¦ ὁ ἐμὸς καιρὸς TNT2 WH NA NIV SBL
*7:9
⸋ δὲ RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
*7:9
⸂ αὐτοῖς RP f 35 TR WH NA25 ¦ αὐτὸς TNT2 NA27+28 NIV SBL
*7:10
⸉ τότε καὶ αὐτὸς ἀνέβη εἰς τὴν ἑορτήν RP f 35 TR ¦ εἰς τὴν ἑορτήν τότε καὶ αὐτὸς ἀνέβη TNT2 WH NA NIV SBL
*7:12
⸉ πολὺς περὶ αὐτοῦ ἦν RP f 35 TR ¦ περὶ αὐτοῦ ἦν πολὺς TNT2 WH NA NIV SBL
*7:12
⸆ – RP f 35 ¦ δὲ TR TNT2 WH NA NIV SBL
*7:14
⸋ ὁ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*7:15
⸂ Καὶ ἐθαύμαζον RP f 35 TR ¦ Ἐθαύμαζον οὖν TNT2 WH NA NIV SBL
*7:16
⸋ οὖν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*7:16
⸋2 ὁ RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
*7:19
⸂ δέδωκεν RP f 35 TR NA27+28 NIV SBL ¦ ἔδωκεν TNT2 WH NA25
*7:20
⸂ καὶ εἶπεν RP f 35 ¦ καὶ εἶπε TR ¦ – TNT2 WH NA NIV SBL
*7:21
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*7:23
⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25
*7:24
⸂ κρίνατε RP f 35 TR NA25 ¦ κρίνετε TNT2 WH NA27+28 NIV SBL
*7:26
⸋ ἀληθῶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*7:29
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR
*7:31
⸉ Πολλοὶ δὲ ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ TNT2 WH NA NIV SBL
*7:31
⸋ ὅτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*7:31
⸂ μήτι RP f 35 TR ¦ μὴ TNT2 WH NA NIV SBL
*7:31
⸋2 τούτων RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*7:32
⸉ ὑπηρέτας οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς RP f 35 ¦ οἱ Φαρισαῖοι καὶ οἱ ἀρχιερεῖς ὑπηρέτας TR ¦ οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας TNT2 WH NA NIV SBL
*7:33
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR
*7:33
⸉ μικρὸν χρόνον RP f 35 TR ¦ χρόνον μικρὸν TNT2 WH NA NIV SBL
*7:34
⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV
*7:36
⸉ οὗτος ὁ λόγος RP f 35 TR ¦ ὁ λόγος οὗτος TNT2 WH NA NIV SBL
*7:36
⸂ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε RP f 35 TR TNT2 NA25 SBL ¦ Ζητήσετέ με, καὶ οὐχ εὑρήσετε με WH NA27+28 NIV
*7:39
⸂ οὗ RP TR TNT2 WH NA25 SBL ¦ ὃ f 35 NA27+28 NIV
*7:39
⸂2 πιστεύοντες RP f 35 TR ¦ πιστεύσαντες TNT2 WH NA NIV SBL
*7:39
⸂3 οὔπω γὰρ ἦν πνεῦμα ἅγιον RP f 35 TR TNT2 ¦ οὔπω γὰρ ἦν πνεῦμα WH NA NIV11 SBL ¦ οὔπω γὰρ ἦν πνεῦμα δεδομένον NIV73
*7:39
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁ TR
*7:39
⸂4 οὐδέπω RP f 35 TR NA NIV SBL ¦ οὔπω TNT2 WH
*7:40
⸂ Πολλοὶ οὖν ἐκ τοῦ ὄχλου RP f 35 TR ¦ Ἐκ τοῦ ὄχλου οὖν TNT2 WH NA NIV SBL
*7:40
⸂2 τὸν λόγον RP f 35 TR ¦ τῶν λόγων τούτων TNT2 WH NA NIV SBL
*7:40
⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25
*7:41
⸂ Ἄλλοι ἔλεγον … Ἄλλοι ἔλεγον RP f 35 ¦ Ἄλλοι ἔλεγον … Ἄλλοι δὲ ἔλεγον TR ¦ Ἄλλοι ἔλεγον … Οἱ δὲ ἔλεγον TNT2 WH NA NIV SBL
*7:42
⸂ Οὐχὶ RP f 35 TR ¦ Οὐχ TNT2 WH NA NIV SBL
*7:42
⸉ ὁ χριστὸς ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ χριστὸς TNT2 WH NA NIV SBL
*7:43
⸉ ἐν τῷ ὄχλῳ ἐγένετο RP f 35 TR ¦ ἐγένετο ἐν τῷ ὄχλῳ TNT2 WH NA NIV SBL
*7:44
⸂ ἐπέβαλεν RP f 35 TR NA NIV SBL ¦ ἔβαλεν TNT2 WH
*7:46
⸂ Οὐδέποτε οὕτως ἐλάλησεν ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. RP f 35 TR ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος ὁ ἄνθρωπος. TNT2 ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. WH NA27+28 NIV SBL ¦ Οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος, ὡς οὗτος λαλεῖ ὁ ἄνθρωπος. NA25
*7:49
⸂ ἐπικατάρατοί RP f 35 TR ¦ ἐπάρατοί TNT2 WH NA NIV SBL
*7:50
⸋ νυκτὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*7:50
⸆ – RP f 35 TR ¦ πρότερον TNT2 WH NA25 NIV11 SBL ¦ τὸ πρότερον NA27+28 NIV73
*7:51
⸂ παρ᾽ αὐτοῦ πρότερον RP f 35 TR ¦ πρῶτον παρ᾽ αὐτοῦ TNT2 WH NA NIV SBL
*7:52
⸉ προφήτης ἐκ τῆς Γαλιλαίας RP f 35 TR ¦ ἐκ τῆς Γαλιλαίας προφήτης TNT2 WH NA NIV SBL
*7:52
⸂ ἐγήγερται RP f 35 TR ¦ ἐγείρεται TNT2 WH NA NIV SBL
*7:53
⸂ ἀπῆλθεν f 35 ¦ ἐπορεύθη RP TR ¦ ἐπορεύθησαν ⟦WH⟧ ⟦NA⟧ ⟦NIV⟧