1 ⸂Ἐπεὶ δὲ⸃ ἐπλήρωσεν πάντα τὰ ῥήματα αὐτοῦ εἰς τὰς ἀκοὰς τοῦ λαοῦ, εἰσῆλθεν εἰς Καπερναούμ.
2Ἑκατοντάρχου δέ τινος δοῦλος κακῶς ἔχων ἔμελλεν τελευτᾷν, ὃς ἦν αὐτῷ ἔντιμος. 3Ἀκούσας δὲ περὶ τοῦ Ἰησοῦ, ἀπέστειλεν πρὸς αὐτὸν πρεσβυτέρους τῶν Ἰουδαίων, ἐρωτῶν αὐτόν, ὅπως ἐλθὼν διασώσῃ τὸν δοῦλον αὐτοῦ. 4Οἱ δέ, παραγενόμενοι πρὸς τὸν Ἰησοῦν, παρεκάλουν αὐτὸν σπουδαίως, λέγοντες ὅτι Ἄξιός ἐστιν ᾧ ⸂παρέξει⸃ τοῦτο· 5ἀγαπᾷ γὰρ τὸ ἔθνος ἡμῶν, καὶ τὴν συναγωγὴν αὐτὸς ᾠκοδόμησεν ἡμῖν. 6Ὁ δὲ Ἰησοῦς ἐπορεύετο σὺν αὐτοῖς. Ἤδη δὲ αὐτοῦ οὐ μακρὰν ἀπέχοντος ἀπὸ τῆς οἰκίας, ἔπεμψεν ⸋πρὸς αὐτὸν⸌ ⸉ὁ ἑκατόνταρχος φίλους,⸊ λέγων αὐτῷ, Κύριε, μὴ σκύλλου· οὐ γάρ ⸉2εἰμι ἱκανὸς⸊ ἵνα ⸉3μου ὑπὸ τὴν στέγην⸊ εἰσέλθῃς· 7διὸ οὐδὲ ἐμαυτὸν ἠξίωσα πρός σε ἐλθεῖν· ἀλλ᾽ εἰπὲ λόγῳ, καὶ ⸂ἰαθήσεται⸃ ὁ παῖς μου. 8Καὶ γὰρ ἐγὼ ἄνθρωπός εἰμι ὑπὸ ἐξουσίαν τασσόμενος, ἔχων ὑπ᾽ ἐμαυτὸν στρατιώτας, καὶ λέγω τούτῳ, Πορεύθητι, καὶ πορεύεται· καὶ ἄλλῳ, Ἔρχου, καὶ ἔρχεται· καὶ τῷ δούλῳ μου, Ποίησον τοῦτο, καὶ ποιεῖ. 9Ἀκούσας δὲ ταῦτα ὁ Ἰησοῦς ἐθαύμασεν αὐτόν, καὶ στραφεὶς τῷ ἀκολουθοῦντι αὐτῷ ὄχλῳ εἶπεν, Λέγω ὑμῖν, ⸂οὔτε⸃ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον. 10Καὶ ὑποστρέψαντες ⸉οἱ πεμφθέντες εἰς τὸν οἶκον⸊ εὗρον τὸν ⸋ἀσθενοῦντα⸌ δοῦλον ὑγιαίνοντα.
11Καὶ ἐγένετο ἐν ⸂τῷ⸃ ἑξῆς, ⸂2ἐπορεύετο⸃ εἰς πόλιν καλουμένην Ναΐν· καὶ συνεπορεύοντο αὐτῷ οἱ μαθηταὶ αὐτοῦ ⸋ἱκανοί,⸌ καὶ ὄχλος πολύς. 12Ὡς δὲ ἤγγισεν τῇ πύλῃ τῆς πόλεως, καὶ ἰδού, ἐξεκομίζετο τεθνηκώς, ⸉υἱὸς μονογενὴς⸊ τῇ μητρὶ αὐτοῦ, καὶ ⸂αὐτὴ⸃ ⸆ χήρα· καὶ ὄχλος τῆς πόλεως ἱκανὸς ⸆2 σὺν αὐτῇ. 13Καὶ ἰδὼν αὐτὴν ὁ κύριος ἐσπλαγχνίσθη ἐπ᾽ αὐτῇ, καὶ εἶπεν αὐτῇ, Μὴ κλαῖε. 14Καὶ προσελθὼν ἥψατο τῆς σοροῦ· οἱ δὲ βαστάζοντες ἔστησαν. Καὶ εἶπεν, Νεανίσκε, σοὶ λέγω, ἐγέρθητι. 15Καὶ ἀνεκάθισεν ὁ νεκρός, καὶ ἤρξατο λαλεῖν. Καὶ ἔδωκεν αὐτὸν τῇ μητρὶ αὐτοῦ. 16Ἔλαβεν δὲ φόβος ⸂πάντας,⸃ καὶ ἐδόξαζον τὸν θεόν, λέγοντες ὅτι Προφήτης μέγας ⸂2ἐγήγερται⸃ ἐν ἡμῖν, καὶ ὅτι Ἐπεσκέψατο ὁ θεὸς τὸν λαὸν αὐτοῦ. 17Καὶ ἐξῆλθεν ὁ λόγος οὗτος ἐν ὅλῃ τῇ Ἰουδαίᾳ περὶ αὐτοῦ, καὶ ⸋ἐν⸌ πάσῃ τῇ περιχώρῳ.
18Καὶ ἀπήγγειλαν Ἰωάννῃ οἱ μαθηταὶ αὐτοῦ περὶ πάντων τούτων. 19Καὶ προσκαλεσάμενος δύο τινὰς τῶν μαθητῶν αὐτοῦ ὁ Ἰωάννης ἔπεμψεν πρὸς ⸂τὸν Ἰησοῦν,⸃ λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ⸂2ἄλλον⸃ προσδοκῶμεν; 20Παραγενόμενοι δὲ πρὸς αὐτὸν οἱ ἄνδρες εἶπον, Ἰωάννης ὁ βαπτιστὴς ⸂ἀπέσταλκεν⸃ ἡμᾶς πρός σε, λέγων, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἄλλον προσδοκῶμεν; 21Ἐν ⸂αὐτῇ⸃ ⸋δὲ⸌ τῇ ὥρᾳ ἐθεράπευσεν πολλοὺς ἀπὸ νόσων καὶ μαστίγων καὶ πνευμάτων πονηρῶν, καὶ τυφλοῖς πολλοῖς ἐχαρίσατο ⸋2τὸ⸌ βλέπειν. 22Καὶ ἀποκριθεὶς ⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ εἴδετε καὶ ἠκούσατε· ⸋2ὅτι⸌ τυφλοὶ ἀναβλέπουσιν, χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, ⸆ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται, πτωχοὶ εὐαγγελίζονται· 23καὶ μακάριός ἐστιν, ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.
24Ἀπελθόντων δὲ τῶν ἀγγέλων Ἰωάννου, ἤρξατο λέγειν ⸂τοῖς ὄχλοις⸃ περὶ Ἰωάννου, Τί ⸂2ἐξεληλύθατε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 25Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ ἐν ἱματισμῷ ἐνδόξῳ καὶ τρυφῇ ὑπάρχοντες ἐν τοῖς βασιλείοις εἰσίν. 26Ἀλλὰ τί ἐξεληλύθατε⸃ ἰδεῖν; Προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 27Οὗτός ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ⸋ἐγὼ⸌ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 28Λέγω ⸋γὰρ⸌ ὑμῖν, μείζων ἐν γεννητοῖς γυναικῶν ⸋2προφήτης⸌ Ἰωάννου ⸋3τοῦ βαπτιστοῦ⸌ οὐδείς ἐστιν· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ μείζων αὐτοῦ ἐστιν. 29Καὶ πᾶς ὁ λαὸς ἀκούσας καὶ οἱ τελῶναι ἐδικαίωσαν τὸν θεόν, βαπτισθέντες τὸ βάπτισμα Ἰωάννου· 30οἱ δὲ Φαρισαῖοι καὶ οἱ νομικοὶ τὴν βουλὴν τοῦ θεοῦ ἠθέτησαν εἰς ἑαυτούς, μὴ βαπτισθέντες ὑπ᾽ αὐτοῦ. 31 ⸆ Τίνι οὖν ὁμοιώσω τοὺς ἀνθρώπους τῆς γενεᾶς ταύτης, καὶ τίνι εἰσὶν ὅμοιοι; 32Ὅμοιοί εἰσιν παιδίοις τοῖς ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν ἀλλήλοις, ⸂καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκλαύσατε. 33Ἐλήλυθεν γὰρ Ἰωάννης ὁ βαπτιστὴς ⸂μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων,⸃ καὶ λέγετε, Δαιμόνιον ἔχει· 34ἐλήλυθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγετε, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, ⸉φίλος τελωνῶν⸊ καὶ ἁμαρτωλῶν. 35Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ ⸉τῶν τέκνων αὐτῆς πάντων.⸊
36Ἠρώτα δέ τις αὐτὸν τῶν Φαρισαίων ἵνα φάγῃ μετ᾽ αὐτοῦ· καὶ εἰσελθὼν εἰς ⸂τὴν οἰκίαν⸃ τοῦ Φαρισαίου ⸂2ἀνεκλίθη.⸃ 37Καὶ ἰδού, γυνὴ ⸉ἐν τῇ πόλει, ἥτις ἦν⸊ ἁμαρτωλός, ⸆ ἐπιγνοῦσα ὅτι ⸂ἀνάκειται⸃ ἐν τῇ οἰκίᾳ τοῦ Φαρισαίου, κομίσασα ἀλάβαστρον μύρου, 38καὶ στᾶσα ⸉παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω⸊ κλαίουσα, ⸉2ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν,⸊ καὶ ταῖς θριξὶν τῆς κεφαλῆς αὐτῆς ἐξέμασσεν, καὶ κατεφίλει τοὺς πόδας αὐτοῦ, καὶ ἤλειφεν τῷ μύρῳ. 39Ἰδὼν δὲ ὁ Φαρισαῖος ὁ καλέσας αὐτὸν εἶπεν ἐν ἑαυτῷ λέγων, Οὗτος, εἰ ἦν ⸆ προφήτης, ἐγίνωσκεν ἂν τίς καὶ ποταπὴ ἡ γυνὴ ἥτις ἅπτεται αὐτοῦ, ὅτι ἁμαρτωλός ἐστιν. 40Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν πρὸς αὐτόν, Σίμων, ἔχω σοί τι εἰπεῖν. Ὁ δέ ⸉φησιν, Διδάσκαλε, εἰπέ.⸊ 41Δύο χρεωφειλέται ἦσαν δανειστῇ τινί· ὁ εἷς ὤφειλεν δηνάρια πεντακόσια, ὁ δὲ ἕτερος πεντήκοντα. 42Μὴ ἐχόντων ⸋δὲ⸌ αὐτῶν ἀποδοῦναι, ἀμφοτέροις ἐχαρίσατο. Τίς οὖν αὐτῶν, ⸋2εἰπέ,⸌ πλεῖον ⸉αὐτὸν ἀγαπήσει;⸊ 43Ἀποκριθεὶς ⸋δὲ⸌ ⸋2ὁ⸌ Σίμων εἶπεν, Ὑπολαμβάνω ὅτι ᾧ τὸ πλεῖον ἐχαρίσατο. Ὁ δὲ εἶπεν αὐτῷ, Ὀρθῶς ἔκρινας. 44Καὶ στραφεὶς πρὸς τὴν γυναῖκα, τῷ Σίμωνι ἔφη, Βλέπεις ταύτην τὴν γυναῖκα; Εἰσῆλθόν σου εἰς τὴν οἰκίαν, ὕδωρ ⸂ἐπὶ τοὺς πόδας μου⸃ οὐκ ἔδωκας· αὕτη δὲ τοῖς δάκρυσιν ἔβρεξέν μου τοὺς πόδας, καὶ ταῖς θριξὶν ⸋τῆς κεφαλῆς⸌ αὐτῆς ἐξέμαξεν. 45Φίλημά μοι οὐκ ἔδωκας· αὕτη δέ, ἀφ᾽ ἧς εἰσῆλθον, οὐ ⸂διέλιπεν⸃ καταφιλοῦσά μου τοὺς πόδας. 46Ἐλαίῳ τὴν κεφαλήν μου οὐκ ἤλειψας· αὕτη δὲ μύρῳ ἤλειψέν ⸉μου τοὺς πόδας.⸊ 47Οὗ χάριν, λέγω σοι, ἀφέωνται αἱ ἁμαρτίαι αὐτῆς αἱ πολλαί, ὅτι ἠγάπησεν πολύ· ᾧ δὲ ὀλίγον ἀφίεται, ὀλίγον ἀγαπᾷ. 48Εἶπεν δὲ αὐτῇ, Ἀφέωνταί σου αἱ ἁμαρτίαι. 49Καὶ ἤρξαντο οἱ συνανακείμενοι λέγειν ἐν ἑαυτοῖς, Τίς οὗτός ἐστιν ὃς καὶ ἁμαρτίας ἀφίησιν; 50Εἶπεν δὲ πρὸς τὴν γυναῖκα, Ἡ πίστις σου σέσωκέν σε· πορεύου εἰς εἰρήνην.

Notes


*7:1 ⸂ Ἐπεὶ δὲ RP f 35 TR ¦ Ἐπειδὴ TNT2 WH NA NIV SBL

*7:4 ⸂ παρέξει RP f 35 TR ¦ παρέξῃ TNT2 WH NA NIV SBL

*7:6 ⸋ πρὸς αὐτὸν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:6 ⸉ ὁ ἑκατόνταρχος φίλους RP f 35 TR ¦ φίλους ὁ ἑκατόνταρχος TNT2 ¦ φίλους ὁ ἑκατοντάρχης WH NA NIV SBL

*7:6 ⸉2 εἰμι ἱκανὸς RP f 35 TR ¦ ἱκανὸς εἰμι TNT2 WH NA NIV SBL

*7:6 ⸉3 μου ὑπὸ τὴν στέγην f 35 ¦ ὑπὸ τὴν στέγην μου RP TR TNT2 WH NA NIV SBL

*7:7 ⸂ ἰαθήσεται RP f 35 TR ¦ ἰαθήτω TNT2 WH NA NIV SBL

*7:9 ⸂ οὔτε RP ¦ οὐδὲ f 35 TR TNT2 WH NA NIV SBL

*7:10 ⸉ οἱ πεμφθέντες εἰς τὸν οἶκον RP f 35 TR ¦ εἰς τὸν οἶκον οἱ πεμφθέντες TNT2 WH NA NIV SBL

*7:10 ⸋ ἀσθενοῦντα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:11 ⸂ τῷ RP TNT2 WH NA NIV SBL ¦ τῇ f 35 TR

*7:11 ⸂2 ἐπορεύετο RP f 35 TR TNT2 ¦ ἐπορεύθη WH NA NIV SBL

*7:11 ⸋ ἱκανοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:12 ⸉ υἱὸς μονογενὴς RP f 35 TR ¦ μονογενὴς υἱὸς TNT2 WH NA NIV SBL

*7:12 ⸂ αὐτὴ RP f 35 TR WH NA27+28 NIV SBL ¦ αὕτη TNT2 NA25

*7:12 ⸆ – RP f 35 ¦ ἦν TR TNT2 WH NA NIV SBL

*7:12 ⸆2 – RP f 35 TR ¦ ἦν TNT2 WH NA NIV SBL

*7:16 ⸂ πάντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἅπαντας TR

*7:16 ⸂2 ἐγήγερται RP f 35 TR ¦ ἠγέρθη TNT2 WH NA NIV SBL

*7:17 ⸋ ἐν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:19 ⸂ τὸν Ἰησοῦν RP f 35 TR ¦ τὸν κύριον TNT2 WH NA NIV SBL

*7:19 ⸂2 ἄλλον RP f 35 TR NA NIV SBL ¦ ἕτερον TNT2 WH

*7:20 ⸂ ἀπέσταλκεν RP f 35 TR TNT2 ¦ ἀπέστειλεν WH NA NIV SBL

*7:21 ⸂ αὐτῇ RP f 35 TR ¦ ἐκείνῃ TNT2 WH NA NIV SBL

*7:21 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:21 ⸋2 τὸ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:22 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:22 ⸋2 ὅτι RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:22 ⸆ – RP f 35 TR TNT2 SBL ¦ καὶ WH NA NIV

*7:24 ⸂ τοῖς ὄχλοις RP f 35 ¦ πρὸς τοὺς ὄχλους TR TNT2 WH NA NIV SBL

*7:24 ⸂2 ἐξεληλύθατε … ἐξεληλύθατε … ἐξεληλύθατε RP f 35 TR ¦ ἐξήλθατε … ἐξήλθατε … ἐξήλθατε TNT2 WH NA NIV SBL

*7:27 ⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:28 ⸋2 προφήτης RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:28 ⸋3 τοῦ βαπτιστοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:31 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ Εἶπε δὲ ὁ κύριος TR

*7:32 ⸂ καὶ λέγουσιν RP f 35 TR ¦ λέγοντες TNT2 ¦ ἃ λέγει WH NA NIV SBL

*7:32 ⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:33 ⸂ μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων RP f 35 TR ¦ μήτε ἔσθων ἄρτον μήτε πίνων οἶνον TNT2 ¦ μὴ ἔσθων ἄρτον μήτε πίνων οἶνον WH ¦ μὴ ἐσθίων ἄρτον μήτε πίνων οἶνον NA NIV SBL

*7:34 ⸉ φίλος τελωνῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ τελωνῶν φίλος TR

*7:35 ⸉ τῶν τέκνων αὐτῆς πάντων RP f 35 TR ¦ πάντων τῶν τέκνων αὐτῆς TNT2 WH NA NIV SBL

*7:36 ⸂ τὴν οἰκίαν RP f 35 TR ¦ τὸν οἶκον TNT2 WH NA NIV SBL

*7:36 ⸂2 ἀνεκλίθη RP f 35 TR ¦ κατεκλίθη TNT2 WH NA NIV SBL

*7:37 ⸉ ἐν τῇ πόλει, ἥτις ἦν RP f 35 TR ¦ ἥτις ἦν ἐν τῇ πόλει TNT2 WH NA NIV SBL

*7:37 ⸆ – RP TR ¦ καὶ f 35 TNT2 WH NA NIV SBL

*7:37 ⸂ ἀνάκειται RP f 35 TR ¦ κατάκειται TNT2 WH NA NIV SBL

*7:38 ⸉ παρὰ τοὺς πόδας αὐτοῦ ὀπίσω RP f 35 TR ¦ ὀπίσω παρὰ τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL

*7:38 ⸉2 ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσιν RP f 35 ¦ ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ τοῖς δάκρυσι TR ¦ τοῖς δάκρυσιν ἤρξατο βρέχειν τοὺς πόδας αὐτοῦ TNT2 WH NA NIV SBL

*7:39 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὁ WH NA25

*7:40 ⸉ φησιν, Διδάσκαλε, εἰπέ RP f 35 ¦ φησι, Διδάσκαλε, εἰπέ TR ¦ Διδάσκαλε, εἰπέ, φησιν TNT2 WH NA NIV SBL

*7:42 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:42 ⸋2 εἰπέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:42 ⸉ αὐτὸν ἀγαπήσει RP f 35 TR ¦ ἀγαπήσει αὐτόν TNT2 WH NA NIV SBL

*7:43 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:43 ⸋2 ὁ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*7:44 ⸂ ἐπὶ τοὺς πόδας μου RP f 35 TR ¦ μοι ἐπὶ πόδας TNT2 WH NA NIV SBL

*7:44 ⸋ τῆς κεφαλῆς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:45 ⸂ διέλιπεν RP f 35 TNT2 WH NA27+28 NIV SBL ¦ διέλιπε TR ¦ διέλειπεν NA25

*7:46 ⸉ μου τοὺς πόδας RP f 35 TR ¦ τοὺς πόδας μου TNT2 WH NA NIV SBL