16
1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν ⸆ διάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς· 2ἵνα ⸉αὐτὴν προσδέξησθε⸊ ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι· καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη, καὶ ⸉2αὐτοῦ ἐμοῦ.⸊
3Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν χριστῷ Ἰησοῦ, 4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ, ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν· 5καὶ τὴν κατ᾽ οἶκον αὐτῶν ἐκκλησίαν. Ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς Ἀχαΐας εἰς χριστόν. 6Ἀσπάσασθε Μαριάμ, ἥτις πολλὰ ἐκοπίασεν εἰς ⸂ἡμᾶς.⸃ 7Ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸂Ἰουνίαν⸃ τοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ γεγόνασιν ἐν χριστῷ. 8Ἀσπάσασθε Ἀμπλίαν τὸν ἀγαπητόν μου ἐν κυρίῳ. 9Ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν χριστῷ, καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10Ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν χριστῷ. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11Ἀσπάσασθε Ἡρῳδίωνα τὸν συγγενῆ μου. Ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου, τοὺς ὄντας ἐν κυρίῳ. 12Ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. Ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. 13Ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ, καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14Ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸉Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν,⸊ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15Ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν, καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι ⸆ τοῦ χριστοῦ.
17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα, παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε, ποιοῦντας· καὶ ⸂ἐκκλίνατε⸃ ἀπ᾽ αὐτῶν. 18Οἱ γὰρ τοιοῦτοι ⸂τῷ κυρίῳ ἡμῶν Ἰησοῦ χριστῷ⸃ οὐ δουλεύουσιν, ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ· καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσιν τὰς καρδίας τῶν ἀκάκων. 19Ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο. ⸂Χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν·⸃ θέλω δὲ ὑμᾶς σοφοὺς ⸋μὲν⸌ εἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20Ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει.
Ἡ χάρις ⸂τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ⸃ μεθ᾽ ὑμῶν.
21 ⸂Ἀσπάζονται⸃ ὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22Ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος, ὁ γράψας τὴν ἐπιστολήν, ἐν κυρίῳ. 23Ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ⸉τῆς ἐκκλησίας ὅλης.⸊ Ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως, καὶ Κούαρτος ὁ ἀδελφός.
24 ⸋Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ μετὰ πάντων ⸂ὑμῶν.⸃ Ἀμήν.⸌ 25 ⸆ 26 ⸆ 27 ⸆
Notes
*16:1
⸆ – RP f 35 TR TNT2 NIV11 ¦ καὶ WH NA NIV73 SBL
*16:2
⸉ αὐτὴν προσδέξησθε RP f 35 TR NA NIV SBL ¦ προσδέξησθε αὐτὴν TNT2 WH
*16:2
⸉2 αὐτοῦ ἐμοῦ RP f 35 TR ¦ ἐμοῦ αὐτοῦ TNT2 WH NA NIV SBL
*16:6
⸂ ἡμᾶς RP TR ¦ ὑμᾶς f 35 TNT2 WH NA NIV SBL
*16:7
⸂ Ἰουνίαν RP f 35 TR TNT2 WH SBL ¦ Ἰουνιᾶν NA NIV
*16:14
⸉ Ἑρμᾶν, Πατρόβαν, Ἑρμῆν RP f 35 TR ¦ Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν TNT2 WH NA NIV SBL
*16:16
⸆ – RP f 35 TR ¦ πᾶσαι TNT2 WH NA NIV SBL
*16:17
⸂ ἐκκλίνατε RP f 35 TR ¦ ἐκκλίνετε TNT2 WH NA NIV SBL
*16:18
⸂ τῷ κυρίῳ ἡμῶν Ἰησοῦ χριστῷ RP f 35 TR ¦ τῷ κυρίῳ ἡμῶν χριστῷ TNT2 WH NA NIV SBL
*16:19
⸂ Χαίρω οὖν τὸ ἐφ᾽ ὑμῖν· RP f 35 TR ¦ Ἐφ᾽ ὑμῖν οὖν χαίρω· TNT2 WH NA NIV SBL
*16:19
⸋ μὲν RP f 35 TR WH ¦ – TNT2 NA NIV SBL
*16:20
⸂ τοῦ κυρίου ἡμῶν Ἰησοῦ χριστοῦ RP f 35 TR TNT2 SBL ¦ τοῦ κυρίου ἡμῶν Ἰησοῦ WH NA NIV
*16:21
⸂ Ἀσπάζονται RP f 35 TR ¦ Ἀσπάζεται TNT2 WH NA NIV SBL
*16:23
⸉ τῆς ἐκκλησίας ὅλης RP f 35 TR ¦ ὅλης τῆς ἐκκλησίας TNT2 WH NA NIV SBL
*16:24
⸋ Ἡ χάρις … Ἀμήν. RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
*16:24
⸂ ὑμῶν RP TR SBL ¦ ἡμῶν f 35
*16:25
⸆ – RP f 35 SBL ¦ Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, TR TNT2 WH NA NIV
*16:26
⸆ – RP f 35 SBL ¦ φανερωθέντος δὲ νῦν, διά τε γραφῶν προφητικῶν, κατ᾽ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ, εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, TR TNT2 WH NA NIV
*16:27
⸆ – RP f 35 SBL ¦ μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν. TR TNT2 WH NA27+28 NIV ¦ μόνῳ σοφῷ θεῷ, διὰ Ἰησοῦ χριστοῦ, ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. NA25