1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· 2πρεσβύτας νηφαλέους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· 3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, ⸂μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας,⸃ καλοδιδασκάλους, 4ἵνα ⸂σωφρονίζωσιν⸃ τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, 5σώφρονας, ἁγνάς, οἰκουρούς, ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ θεοῦ βλασφημῆται· 6τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν· 7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων, ἐν τῇ διδασκαλίᾳ ⸂ἀδιαφθορίαν,⸃ σεμνότητα, ⸋ἀφθαρσίαν,⸌ 8λόγον ὑγιῆ, ἀκατάγνωστον, ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων ⸂περὶ ἡμῶν λέγειν⸃ φαῦλον. 9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι, ἐν πᾶσιν εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10μὴ νοσφιζομένους, ἀλλὰ ⸉πίστιν πᾶσαν⸊ ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν ⸆ τοῦ σωτῆρος ⸂ἡμῶν⸃ θεοῦ κοσμῶσιν ἐν πᾶσιν. 11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ θεοῦ ⸋ἡ⸌ σωτήριος πᾶσιν ἀνθρώποις, 12παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου θεοῦ καὶ σωτῆρος ἡμῶν ⸉Ἰησοῦ χριστοῦ,⸊ 14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας, καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων.
15Ταῦτα λάλει, καὶ παρακάλει, καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.

Notes


*2:3 ⸂ μὴ διαβόλους, μὴ … δεδουλωμένας RP f 35 TR NA27+28 NIV ¦ μὴ διαβόλους, μηδὲ … δεδουλωμένας TNT2 WH NA25 SBL

*2:4 ⸂ σωφρονίζωσιν RP f 35 ¦ σωφρονίζωσι TR WH NA NIV SBL ¦ σωφρονίζουσιν TNT2

*2:7 ⸂ ἀδιαφθορίαν RP f 35 TR ¦ ἀφθορίαν TNT2 WH NA NIV SBL

*2:7 ⸋ ἀφθαρσίαν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:8 ⸂ περὶ ἡμῶν λέγειν RP f 35 ¦ περὶ ὑμῶν λέγειν TR ¦ λέγειν περὶ ἡμῶν TNT2 WH NA NIV SBL

*2:10 ⸉ πίστιν πᾶσαν RP f 35 TR ¦ πᾶσαν πίστιν TNT2 WH NA NIV SBL

*2:10 ⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL

*2:10 ⸂ ἡμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑμῶν TR

*2:11 ⸋ ἡ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*2:13 ⸉ Ἰησοῦ χριστοῦ RP f 35 TR NA27+28 NIV SBL ¦ χριστοῦ Ἰησοῦ TNT2 WH NA25