1Πρεσβυτέρους τοὺς ἐν ὑμῖν παρακαλῶ ὁ συμπρεσβύτερος καὶ μάρτυς τῶν τοῦ Χριστοῦ παθημάτων, ὁ καὶ τῆς μελλούσης ἀποκαλύπτεσθαι δόξης κοινωνός· 2ποιμάνατε τὸ ἐν ὑμῖν ποίμνιον τοῦ Θεοῦ, ἐπισκοποῦντες μὴ ἀναγκαστῶς, ἀλλ᾽ ἑκουσίως· μηδὲ αἰσχροκερδῶς, ἀλλὰ προθύμως· 3 μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύποι γινόμενοι τοῦ ποιμνίου. 4Καὶ φανερωθέντος τοῦ ἀρχιποίμενος, κομιεῖσθε τὸν ἀμαράντινον τῆς δόξης στέφανον.
5Ὁμοίως, νεώτεροι, ὑποτάγητε πρεσβυτέροις· πάντες δὲ ἀλλήλοις ὑποτασσόμενοι, τὴν ταπεινοφροσύνην ἐγκομβώσασθε· ὅτι ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν.
6Ταπεινώθητε οὖν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἵνα ὑμᾶς ὑψώσῃ ἐν καιρῷ, 7πᾶσαν τὴν μέριμναν ὑμῶν ἐπιρρίψαντες ἐπ᾽ αὐτόν, ὅτι αὐτῷ μέλει περὶ ὑμῶν.
8Νήψατε, γρηγορήσατε· ὁ ἀντίδικος ὑμῶν διάβολος, ὡς λέων ὠρυόμενος, περιπατεῖ ζητῶν τίνα καταπίῃ· 9ᾧ ἀντίστητε στερεοὶ τῇ πίστει, εἰδότες τὰ αὐτὰ τῶν παθημάτων τῇ ἐν κόσμῳ ὑμῶν ἀδελφότητι ἐπιτελεῖσθαι. 10Ὁ δὲ Θεὸς πάσης χάριτος, ὁ καλέσας ὑμᾶς εἰς τὴν αἰώνιον αὐτοῦ δόξαν ἐν Χριστῷ Ἰησοῦ, ὀλίγον παθόντας αὐτὸς καταρτίσαι ὑμᾶς, στηρίξει, σθενώσει, θεμελιώσει. 11Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
12Διὰ Σιλουανοῦ ὑμῖν τοῦ πιστοῦ ἀδελφοῦ, ὡς λογίζομαι, δι᾽ ὀλίγων ἔγραψα, παρακαλῶν καὶ ἐπιμαρτυρῶν ταύτην εἶναι ἀληθῆ χάριν τοῦ Θεοῦ εἰς ἣν ἑστήκατε. 13Ἀσπάζεται ὑμᾶς ἡ ἐν Βαβυλῶνι συνεκλεκτή, καὶ Μάρκος ὁ υἱός μου. 14Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἀγάπης.
Εἰρήνη ὑμῖν πᾶσι τοῖς ἐν Χριστῷ Ἰησοῦ. Ἀμήν.

Notes


*5:1 τους ¦ ουν NA27 SBL WH ¦ ουν τους TH

5:1 συμπρεσβυτερος ¦ συνπρεσβυτερος TH WH

5:2 επισκοπουντες 95% ¦ — WH 0.8%

§5:2 αλλ ¦ αλλα NA27 SBL TH WH

*5:2 εκουσιως ¦ εκουσιως κατα θεον ECM NA SBL TH

5:3 μηδε ¦ μηδ ANT CT TR

5:5 υποτασσομενοι 90.6% ¦ — CT 3.5%

§5:7 επιρριψαντες ¦ επιριψαντες CT

*5:7 περι ¦ υπερ PCK

5:8 γρηγορησατε ¦ γρηγορησατε οτι PCK TR

5:8 περιπατει ¦ περιερχεται PCK

§5:8 τίνα καταπίῃ ¦ τινα καταπιεῖν ECM NA PCK SBL TH ¦ καταπιεῖν WH

*5:9 κοσμω ¦ τω κοσμω ECM* NA27 SBL WH

5:10 υμας ¦ ημας TR

5:10 ιησου ¦ — ECM* NA28 SBL TH WH

§5:10 καταρτισαι υμας στηριξει σθενωσει θεμελιωσει ¦ καταρτισαι υμας στηριξαι σθενωσαι θεμελιωσαι PCK TR ¦ καταρτισει υμας στηριξει σθενωσει θεμελιωσει ANT ¦ καταρτισει στηριξει σθενωσει θεμελιωσει ECM NA SBL TH ¦ καταρτισει στηριξει σθενωσει WH

*5:11 η δοξα και 60% ¦ — CT 0.6%

5:11 των αιωνων ¦ — ECM* NA WH

5:12 εστηκατε ¦ στητε CT

§5:14 ιησου ¦ — ECM* NA SBL TH WH

*5:14 αμην ¦ — CT