ΙΟΥΔΑ
1Ἰούδας Ἰησοῦ Χριστοῦ δοῦλος, ἀδελφὸς δὲ Ἰακώβου, τοῖς ἐν Θεῷ πατρὶ ἡγιασμένοις, καὶ Ἰησοῦ Χριστῷ τετηρημένοις, κλητοῖς· 2ἔλεος ὑμῖν καὶ εἰρήνη καὶ ἀγάπη πληθυνθείη.
3Ἀγαπητοί, πᾶσαν σπουδὴν ποιούμενος γράφειν ὑμῖν περὶ τῆς κοινῆς σωτηρίας, ἀνάγκην ἔσχον γράψαι ὑμῖν, παρακαλῶν ἐπαγωνίζεσθαι τῇ ἅπαξ παραδοθείσῃ τοῖς ἁγίοις πίστει. 4 Παρεισέδυσαν γάρ τινες ἄνθρωποι, οἱ πάλαι προγεγραμμένοι εἰς τοῦτο τὸ κρίμα, ἀσεβεῖς, τὴν τοῦ Θεοῦ ἡμῶν χάριν μετατιθέντες εἰς ἀσέλγειαν, καὶ τὸν μόνον δεσπότην Θεὸν καὶ Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἀρνούμενοι.
5Ὑπομνῆσαι δὲ ὑμᾶς βούλομαι, εἰδότας ὑμᾶς ἅπαξ τοῦτο, ὅτι ὁ Κύριος, λαὸν ἐκ γῆς Αἰγύπτου σώσας, τὸ δεύτερον τοὺς μὴ πιστεύσαντας ἀπώλεσεν. 6Ἀγγέλους τε τοὺς μὴ τηρήσαντας τὴν ἑαυτῶν ἀρχήν, ἀλλὰ ἀπολιπόντας τὸ ἴδιον οἰκητήριον, εἰς κρίσιν μεγάλης ἡμέρας δεσμοῖς ἀϊδίοις ὑπὸ ζόφον τετήρηκεν. 7Ὡς Σόδομα καὶ Γόμορρα, καὶ αἱ περὶ αὐτὰς πόλεις, τὸν ὅμοιον τούτοις τρόπον ἐκπορνεύσασαι, καὶ ἀπελθοῦσαι ὀπίσω σαρκὸς ἑτέρας, πρόκεινται δεῖγμα, πυρὸς αἰωνίου δίκην ὑπέχουσαι.
8Ὁμοίως μέντοι καὶ οὗτοι ἐνυπνιαζόμενοι σάρκα μὲν μιαίνουσι, κυριότητα δὲ ἀθετοῦσι, δόξας δὲ βλασφημοῦσιν. 9Ὁ δὲ Μιχαὴλ ὁ ἀρχάγγελος, ὅτε τῷ διαβόλῳ διακρινόμενος διελέγετο περὶ τοῦ Μωϋσέως σώματος, οὐκ ἐτόλμησε κρίσιν ἐπενεγκεῖν βλασφημίας, ἀλλ᾽ εἶπεν, Ἐπιτιμήσαι σοι Κύριος. 10Οὗτοι δὲ ὅσα μὲν οὐκ οἴδασι βλασφημοῦσιν· ὅσα δὲ φυσικῶς, ὡς τὰ ἄλογα ζῷα, ἐπίστανται, ἐν τούτοις φθείρονται. 11Οὐαὶ αὐτοῖς· ὅτι τῇ ὁδῷ τοῦ Κάϊν ἐπορεύθησαν, καὶ τῇ πλάνῃ τοῦ Βαλαὰμ μισθοῦ ἐξεχύθησαν, καὶ τῇ ἀντιλογίᾳ τοῦ Κόρε ἀπώλοντο. 12Οὗτοί εἰσιν ἐν ταῖς ἀγάπαις ὑμῶν σπιλάδες, συνευωχούμενοι, ἀφόβως ἑαυτοὺς ποιμαίνοντες· νεφέλαι ἄνυδροι, ὑπὸ ἀνέμων παραφερόμεναι· δένδρα φθινοπωρινά, ἄκαρπα, δὶς ἀποθανόντα, ἐκριζωθέντα· 13κύματα ἄγρια θαλάσσης, ἐπαφρίζοντα τὰς ἑαυτῶν αἰσχύνας· ἀστέρες πλανῆται, οἷς ὁ ζόφος τοῦ σκότους εἰς αἰῶνα τετήρηται.
14 Προεφήτευσε δὲ καὶ τούτοις ἕβδομος ἀπὸ Ἀδὰμ Ἐνώχ, λέγων, Ἰδού, ἦλθε Κύριος ἐν ἁγίαις μυριάσιν αὐτοῦ, 15ποιῆσαι κρίσιν κατὰ πάντων, καὶ ἐλέγξαι πάντας τοὺς ἀσεβεῖς αὐτῶν περὶ πάντων τῶν ἔργων ἀσεβείας αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν ὧν ἐλάλησαν κατ᾽ αὐτοῦ ἁμαρτωλοὶ ἀσεβεῖς. 16Οὗτοί εἰσι γογγυσταί, μεμψίμοιροι, κατὰ τὰς ἐπιθυμίας αὐτῶν πορευόμενοι, καὶ τὸ στόμα αὐτῶν λαλεῖ ὑπέρογκα, θαυμάζοντες πρόσωπα ὠφελείας χάριν.
17Ὑμεῖς δέ, ἀγαπητοί, μνήσθητε τῶν ῥημάτων τῶν προειρημένων ὑπὸ τῶν ἀποστόλων τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ· 18ὅτι ἔλεγον ὑμῖν ὅτι ἐν ἐσχάτῳ χρόνῳ ἔσονται ἐμπαῖκται, κατὰ τὰς ἑαυτῶν ἐπιθυμίας πορευόμενοι τῶν ἀσεβειῶν. 19Οὗτοί εἰσιν οἱ ἀποδιορίζοντες, ψυχικοί, πνεῦμα μὴ ἔχοντες. 20Ὑμεῖς δέ, ἀγαπητοί, τῇ ἁγιωτάτῃ ὑμῶν πίστει ἐποικοδομοῦντες ἑαυτούς, ἐν Πνεύματι Ἁγίῳ προσευχόμενοι, 21ἑαυτοὺς ἐν ἀγάπῃ Θεοῦ τηρήσατε, προσδεχόμενοι τὸ ἔλεος τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ζωὴν αἰώνιον. 22Καὶ οὓς μὲν ἐλεεῖτε διακρινόμενοι· 23 οὓς δὲ ἐν φόβῳ σῴζετε, ἐκ πυρὸς ἁρπάζοντες, μισοῦντες καὶ τὸν ἀπὸ τῆς σαρκὸς ἐσπιλωμένον χιτῶνα.
24Τῷ δὲ δυναμένῳ φυλάξαι αὐτοὺς ἀπταίστους, καὶ στῆσαι κατενώπιον τῆς δόξης αὐτοῦ ἀμώμους ἐν ἀγαλλιάσει, 25μόνῳ σοφῷ Θεῷ σωτῆρι ἡμῶν, δόξα καὶ μεγαλωσύνη, κράτος καὶ ἐξουσία, καὶ νῦν καὶ εἰς πάντας τοὺς αἰῶνας. Ἀμήν.

Notes


*1:1 ηγιασμενοις 90.2% ¦ ηγαπημενοις CT 8.9%

1:3 κοινης 83.7% ¦ κοινης ημων CT 11.1%

1:4 παρεισεδυσαν 98.2% ¦ παρεισεδυησαν WH 0.4%

§1:4 χαριν 99.3% ¦ χαριτα CT 0.7%

*1:4 θεον 78.7% ¦ — ANT CT 12.9%

1:5 υμας απαξ τουτο οτι ο κυριος 69.4% ¦ υμας απαξ παντα οτι ιησους ECM NA28 SBL 0.2% ¦ απαξ παντα οτι ιησους TH 0.2% ¦ υμας παντα οτι ο κυριος απαξ NA27 0% ¦ απαξ παντα οτι κυριος WH 0%

1:6 αλλα ¦ αλλ ECM NA28 PCK

§1:7 τουτοις τροπον 84.1% ¦ τροπον τουτοις CT 8.4%

*1:9 μωυσεως 36.4% ¦ μωσεως ANT BYZ HF PCK TR 60.1%

1:9 αλλ ¦ αλλα NA27 SBL TH WH

1:12 εν 85.7% ¦ οι εν CT 14.1%

§1:12 συνευωχουμενοι 83.6% ¦ συνευωχουμενοι υμιν SCR 16.4%

*1:12 παραφερομεναι 87.4% ¦ περιφερομεναι TR 4.7%

1:13 αιωνα 54.6% ¦ τον αιωνα ANT TR 37%

1:14 προεφητευσε 97.4% ¦ επροφητευσε WH 0.4%

§1:14 αγιαις μυριασιν 88.4% ¦ μυριασιν αγιαις TR 5.1%

*1:15 ελεγξαι 88% ¦ εξελεγξαι TR 10.2%

1:15 παντας τους ασεβεις αυτων 79.5% ¦ παντας τους ασεβεις SBL TH WH 15.8% ¦ πασαν ψυχην ECM NA 0.6%

1:16 αυτων 48.3% ¦ εαυτων BYZ ECM NA PCK 47.2%

§1:16 ωφελειας ¦ ωφελιας WH

*1:17 ρηματων των προειρημενων 90.8% ¦ προειρημενων ρηματων ECM* 7%

1:18 οτι 98.5% ¦ — ECM* NA28 SBL WH 1.5%

1:18 εν εσχατω χρονω 77.8% ¦ επ εσχατου του χρονου NA27 5.3% ¦ επ εσχατου χρονου ECM NA28 SBL TH WH 1.4%

§1:19 αποδιοριζοντες 77.5% ¦ αποδιοριζοντες εαυτους SCR 20.8%

*1:20 τη αγιωτατη υμων πιστει εποικοδομουντες εαυτους 78% ¦ εποικοδομουντες εαυτους τη αγιωτατη υμων πιστει CT 9.5%

1:22 ελεειτε διακρινομενοι 88% ¦ ελεγχετε διακρινομενους TH 6.9% ¦ ελεατε διακρινομενους ECM NA SBL WH 2.1%

1:23 ους δε εν φοβω σωζετε εκ πυρος αρπαζοντες 66.9% ¦ ους δε εν φοβω σωζετε εκ του πυρος αρπαζοντες ANT TR 8% ¦ ους δε σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω ECM NA SBL TH 5% ¦ σωζετε εκ πυρος αρπαζοντες ους δε ελεατε εν φοβω WH 0.2%

§1:24 αυτους 63% ¦ υμας CT SCR 21.9%

*1:25 σοφω 82.3% ¦ — CT 7.4%

1:25 ημων 77.9% ¦ ημων δια ιησου χριστου του κυριου ημων CT 21.1%

1:25 και 86.4% ¦ — CT 11.2%

§1:25 και 78.4% ¦ προ παντος του αιωνος και CT 13.2%