10
1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ, ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων, ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά ἐστι ταῦτα· πρῶτος Σίμων ὁ λεγόμενος Πέτρος, καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ· Ἰάκωβος ὁ τοῦ Ζεβεδαίου, καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ· 3Φίλιππος, καὶ Βαρθολομαῖος· Θωμᾶς, καὶ Ματθαῖος ὁ τελώνης· Ἰάκωβος ὁ τοῦ Ἀλφαίου, καὶ Λεββαῖος ὁ ἐπικληθεὶς Θαδδαῖος· 4Σίμων ὁ Κανανίτης, καὶ Ἰούδας Ἰσκαριώτης ὁ καὶ παραδοὺς αὐτόν.
5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς, λέγων, Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε· 6πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν. 8Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε· δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9Μὴ κτήσησθε χρυσόν, μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. 11Εἰς ἣν δ᾽ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστι· κἀκεῖ μείνατε, ἕως ἂν ἐξέλθητε. 12Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. 13Καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾽ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως, ἢ τῇ πόλει ἐκείνῃ.
16Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων· γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων· παραδώσουσι γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς· 18καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσητε· δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· 20οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ πνεῦμα τοῦ πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν. 21Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον· καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς, καὶ θανατώσουσιν αὐτούς. 22Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην· ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραήλ, ἕως ἂν ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου.
24Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἐκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ;
26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστι κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 27Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ τὴν ψυχὴν καὶ τὸ σῶμα ἀπολέσαι ἐν γεέννῃ. 29Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ πατρὸς ὑμῶν· 30ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσί. 31Μὴ οὖν φοβηθῆτε· πολλῶν στρουθίων διαφέρετε ὑμεῖς.
32Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 33Ὅστις δ᾽ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς.
34Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν· οὐκ ἦλθον βαλεῖν εἰρήνην, ἀλλὰ μάχαιραν. 35Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ. 37Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος· 38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. 39Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν· καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται· καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
Notes
*10:2
εστι ¦ εισι ANT PCK
†10:2
ιακωβος ¦ και ιακωβος NA WH
‡10:2
ιωαννης ¦ ιωανης WH
§10:3
ματθαιος ¦ μαθθαιος CT
*10:3
λεββαιος ο επικληθεις 97.6% ¦ — CT 0.4%
†10:4
κανανιτης ¦ καναναιος CT
‡10:4
ισκαριωτης ¦ ο ισκαριωτης ANT CT
§10:5
σαμαρειτων ¦ σαμαριτων NA SBL
*10:8
λεπρους καθαριζετε ¦ λεπρους καθαριζετε νεκρους εγειρετε ANT TR ¦ νεκρους εγειρετε λεπρους καθαριζετε CT
†10:10
ραβδους ¦ ραβδον ANT CT ST
‡10:10
ο εργατης της τροφης αυτου εστιν ¦ εστιν ο εργατης της τροφης αυτου ANT ¦ ο εργατης της τροφης αυτου CT
§10:12
αυτην ¦ αυτην λεγοντες ειρηνη τω οικω τουτω ANT
*10:13
ελθετω ¦ ελθατω CT
†10:13
προς ¦ εφ WH
‡10:14
εαν ¦ αν CT
§10:14
της ¦ εξω της ANT CT
*10:15
γομορρων ¦ γομορρας ANT
†10:19
παραδιδωσιν ¦ παραδωσουσιν ANT ¦ παραδωσιν CT
‡10:19
λαλησητε ¦ λαλησετε ANT PCK
§10:19
λαλησετε ¦ λαλησητε CT
*10:23
αλλην 95.4% ¦ ετεραν CT 1.7%
†10:23
αν ¦ — WH
‡10:25
ο δουλος ¦ τω δουλω ANT
§10:25
βεελζεβουλ ¦ βεελζεβουβ SCR ¦ βεεζεβουλ WH
*10:25
εκαλεσαν ¦ επεκαλεσαν CT HF ¦ απεκαλεσαν PCK
†10:25
οικειακους ¦ οικιακους ANT CT TR
‡10:28
φοβεισθε ¦ φοβηθητε ANT TR WH
§10:28
αποκτενοντων ¦ αποκτεινοντων TR WH ¦ αποκτεννοντων ANT NA SBL TH
*10:28
φοβηθητε ¦ φοβεισθε CT
†10:28
την ψυχην και το ¦ ψυχην και ANT BYZ CT PCK TR
‡10:31
φοβηθητε ¦ φοβεισθε CT
§10:31
πολλων ¦ πολλω PCK
*10:32
ουρανοις ¦ τοις ουρανοις NA WH
†10:33
δ αν ¦ δε WH
‡10:33
αυτον καγω ¦ καγω αυτον CT
§10:33
ουρανοις ¦ τοις ουρανοις NA WH
*10:36
οικειακοι ¦ οικιακοι ANT CT TR
†10:41
ληψεται ¦ λημψεται CT
‡10:41
ληψεται ¦ λημψεται CT
§10:42
εαν ¦ αν CT
εστι ¦ εισι ANT PCK
ιακωβος ¦ και ιακωβος NA WH
ιωαννης ¦ ιωανης WH
ματθαιος ¦ μαθθαιος CT
λεββαιος ο επικληθεις 97.6% ¦ — CT 0.4%
κανανιτης ¦ καναναιος CT
ισκαριωτης ¦ ο ισκαριωτης ANT CT
σαμαρειτων ¦ σαμαριτων NA SBL
λεπρους καθαριζετε ¦ λεπρους καθαριζετε νεκρους εγειρετε ANT TR ¦ νεκρους εγειρετε λεπρους καθαριζετε CT
ραβδους ¦ ραβδον ANT CT ST
ο εργατης της τροφης αυτου εστιν ¦ εστιν ο εργατης της τροφης αυτου ANT ¦ ο εργατης της τροφης αυτου CT
αυτην ¦ αυτην λεγοντες ειρηνη τω οικω τουτω ANT
ελθετω ¦ ελθατω CT
προς ¦ εφ WH
εαν ¦ αν CT
της ¦ εξω της ANT CT
γομορρων ¦ γομορρας ANT
παραδιδωσιν ¦ παραδωσουσιν ANT ¦ παραδωσιν CT
λαλησητε ¦ λαλησετε ANT PCK
λαλησετε ¦ λαλησητε CT
αλλην 95.4% ¦ ετεραν CT 1.7%
αν ¦ — WH
ο δουλος ¦ τω δουλω ANT
βεελζεβουλ ¦ βεελζεβουβ SCR ¦ βεεζεβουλ WH
εκαλεσαν ¦ επεκαλεσαν CT HF ¦ απεκαλεσαν PCK
οικειακους ¦ οικιακους ANT CT TR
φοβεισθε ¦ φοβηθητε ANT TR WH
αποκτενοντων ¦ αποκτεινοντων TR WH ¦ αποκτεννοντων ANT NA SBL TH
φοβηθητε ¦ φοβεισθε CT
την ψυχην και το ¦ ψυχην και ANT BYZ CT PCK TR
φοβηθητε ¦ φοβεισθε CT
πολλων ¦ πολλω PCK
ουρανοις ¦ τοις ουρανοις NA WH
δ αν ¦ δε WH
αυτον καγω ¦ καγω αυτον CT
ουρανοις ¦ τοις ουρανοις NA WH
οικειακοι ¦ οικιακοι ANT CT TR
ληψεται ¦ λημψεται CT
ληψεται ¦ λημψεται CT
εαν ¦ αν CT