11
The remnant
1Λέγω οὖν, μὴ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ; Μὴ γένοιτο. Καὶ γὰρ ἐγὼ Ἰσραηλίτης εἰμί, ἐκ σπέρματος Ἁβραάμ, φυλῆς Βενιαμίν. 2Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω. Ἢ οὐκ οἴδατε ἐν Ἠλίᾳ τί λέγει ἡ Γραφή, ὡς ἐντυγχάνει τῷ Θεῷ κατὰ τοῦ Ἰσραὴλ λέγων· 3«Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν· κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσιν τὴν ψυχήν μου.» 4Ἀλλὰ τί λέγει αὐτῷ ὁ χρηματισμός; «Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βάαλ.» 5Οὕτως οὖν καὶ ἐν τῷ νῦν καιρῷ, λεῖμμα κατ᾿ ἐκλογὴν χάριτος γέγονεν. 6Εἰ δὲ χάριτι, οὐκέτι ἐξ ἔργων· ἐπεὶ ἡ χάρις οὐκέτι γίνεται χάρις. Εἰ δὲ ἐξ ἔργων, οὐκέτι ἐστὶν χάρις· ἐπεὶ τὸ ἔργον οὐκέτι ἐστὶν ἔργον.
7Τί οὖν; Ὃ ἐπιζητεῖ Ἰσραήλ, τούτου οὐκ ἐπέτυχεν· ἡ δὲ ἐκλογὴ ἐπέτυχεν, οἱ δὲ λοιποὶ ἐπωρώθησαν. 8Καθὼς γέγραπται· «Ἔδωκεν αὐτοῖς ὁ Θεὸς πνεῦμα κατανύξεως, ὀφθαλμοὺς τοῦ μὴ βλέπειν καὶ ὦτα τοῦ μὴ ἀκούειν, ἕως τῆς σήμερον ἡμέρας.» 9Καὶ Δαυὶδ λέγει· «Γενηθήτω ἡ τράπεζα αὐτῶν εἰς παγίδα καὶ εἰς θήραν, καὶ εἰς σκάνδαλον καὶ εἰς ἀνταπόδομα αὐτοῖς. 10Σκοτισθήτωσαν οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ βλέπειν, καὶ τὸν νῶτον αὐτῶν διὰ παντὸς σύγκαμψον.»
The restoration
11Λέγω οὖν, μὴ ἔπταισαν ἵνα πέσωσιν; Μὴ γένοιτο· ἀλλά, τῷ αὐτῶν παραπτώματι ἡ σωτηρία τοῖς ἔθνεσιν, εἰς τὸ παραζηλῶσαι αὐτούς. 12Εἰ δὲ τὸ παράπτωμα αὐτῶν πλοῦτος κόσμου, καὶ τὸ ἥττημα αὐτῶν πλοῦτος ἐθνῶν, πόσῳ μᾶλλον τὸ πλήρωμα αὐτῶν;
13Ὑμῖν γὰρ λέγω τοῖς ἔθνεσιν (ἐφ᾿ ὅσον μέν εἰμι ἐγὼ ἐθνῶν ἀπόστολος, τὴν διακονίαν μου δοξάζω), 14εἴ πως παραζηλώσω μου τὴν σάρκα καὶ σώσω τινὰς ἐξ αὐτῶν. 15Εἰ γὰρ ἡ ἀποβολὴ αὐτῶν καταλλαγὴ κόσμου, τίς ἡ πρόσληψις εἰ μὴ ζωὴ ἐκ νεκρῶν; 16Εἰ δὲ ἡ ἀπαρχὴ ἁγία, καὶ τὸ φύραμα· καὶ εἰ ἡ ῥίζα ἁγία, καὶ οἱ κλάδοι.
Grafted olive branches
17Εἰ δέ τινες τῶν κλάδων ἐξεκλάσθησαν, σὺ δέ, ἀγριέλαιος ὤν, ἐνεκεντρίσθης ἐν αὐτοῖς, καὶ συγκοινωνὸς τῆς ῥίζης καὶ τῆς πιότητος τῆς ἐλαίας ἐγένου, 18μὴ κατακαυχῶ τῶν κλάδων (εἰ δὲ κατακαυχᾶσαι—οὐ σὺ τὴν ῥίζαν βαστάζεις, ἀλλ᾿ ἡ ῥίζα σέ). 19Ἐρεῖς οὖν, «Ἐξεκλάσθησαν κλάδοι ἵνα ἐγὼ ἐγκεντρισθῶ.» 20Καλῶς. Τῇ ἀπιστίᾳ ἐξεκλάσθησαν, σὺ δὲ τῇ πίστει ἕστηκας. Μὴ ὑψηλοφρόνει, ἀλλὰ φοβοῦ. 21Εἰ γὰρ ὁ Θεὸς τῶν κατὰ φύσιν κλάδων οὐκ ἐφείσατο, μή πως οὐδὲ σοῦ φείσεται. 22Ἴδε οὖν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ· ἐπὶ μὲν τοὺς πεσόντας, ἀποτομίαν· ἐπὶ δὲ σέ, χρηστότητα, ἐὰν ἐπιμείνῃς τῇ χρηστότητι· ἐπεὶ καὶ σὺ ἐκκοπήσῃ. 23Καὶ ἐκεῖνοι δέ, ἐὰν μὴ ἐπιμείνωσιν τῇ ἀπιστίᾳ, ἐγκεντρισθήσονται, δυνατὸς γὰρ ὁ Θεός ἐστιν πάλιν ἐγκεντρίσαι αὐτούς. 24Εἰ γὰρ σὺ ἐκ τῆς κατὰ φύσιν ἐξεκόπης ἀγριελαίου, καὶ παρὰ φύσιν ἐνεκεντρίσθης εἰς καλλιέλαιον, πόσῳ μᾶλλον οὗτοι, οἱ κατὰ φύσιν, ἐγκεντρισθήσονται τῇ ἰδίᾳ ἐλαίᾳ;
Hardening
25Οὐ γὰρ θέλω ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, τὸ μυστήριον τοῦτο (ἵνα μὴ ἦτε παρ᾿ ἑαυτοῖς φρόνιμοι)· ὅτι πώρωσις ἀπὸ μέρους τῷ Ἰσραὴλ γέγονεν ἄχρις οὗ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ. 26Καὶ οὕτως πᾶς Ἰσραὴλ σωθήσεται, καθὼς γέγραπται· «Ἥξει ἐκ Σιὼν ὁ Ῥυόμενος, καὶ ἀποστρέψει ἀσεβείας ἀπὸ Ἰακώβ· 27καὶ αὕτη αὐτοῖς ἡ παρ᾿ ἐμοῦ διαθήκη, ὅταν ἀφέλωμαι τὰς ἁμαρτίας αὐτῶν.»
28Κατὰ μὲν τὸ εὐαγγέλιον, ἐχθροὶ δι᾿ ὑμᾶς· κατὰ δὲ τὴν ἐκλογήν, ἀγαπητοὶ διὰ τοὺς πατέρας. 29Ἀμεταμέλητα γὰρ τὰ χαρίσματα καὶ ἡ κλῆσις τοῦ Θεοῦ. 30Ὥσπερ γὰρ καὶ ὑμεῖς ποτε ἠπειθήσατε τῷ Θεῷ, νῦν δὲ ἠλεήθητε τῇ τούτων ἀπειθείᾳ, 31οὕτως καὶ οὗτοι νῦν ἠπείθησαν τῷ ὑμετέρῳ ἐλέει ἵνα καὶ αὐτοὶ ἐλεηθῶσιν. 32Συνέκλεισεν γὰρ ὁ Θεὸς τοὺς πάντας εἰς ἀπείθειαν ἵνα τοὺς πάντας ἐλεήσῃ.
Doxology
33Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ. 34«Τίς γὰρ ἔγνω νοῦν Κυρίου; Ἢ τίς σύμβουλος αὐτοῦ ἐγένετο;» 35Ἢ «Τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;» 36Ὅτι ἐξ αὐτοῦ καὶ δι᾿ αὐτοῦ καὶ εἰς αὐτὸν τὰ πάντα. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας. Ἀμήν.
Notes
*11:1
βενιαμιν rell ¦ βενιαμην [15%] βενιαμειν 𝕻46ℵA,C [2%]
†11:2
ἠλια f35 [80%] OC,RP,HF,CP,NU ¦ ἡλια [20%] TR
‡11:2
λεγων f35 ℵ [97%] OC,RP,HF,TR,CP ¦ — A,B,C [3%] NU
§11:3
και f35 [97%] OC,RP,HF,TR,CP ¦ — ℵA,B,C [3%] NU
*11:4
κατελιπον f35 ℵB [86%] OC,RP,HF,TR,CP,NU ¦ κατελειπον 𝕻46A,C [14%]
†11:6
ει δε εξ εργων ουκετι εστιν χαρις επει το εργον ουκετι εστιν εργον f35 (91.4%) OC,RP,HF,TR,CP ¦ 1-5,7-12, 7 B (0.7%) ¦ 1-7 (1%) ¦ 8-13 (2.5%) ¦ 1-6,13 (0.5%) ¦ — 𝕻46ℵA,C (3.5%) NU ¦ one other variant (0.3%)
‡11:7
τουτου f35 [32%] TR ¦ τουτο (𝕻46)ℵA,B,C [68%] OC,RP,HF,CP,NU (The verb normally takes the genitive.)
§11:10
συγκαμψον rell ¦ συγκαψον [20%] CP ¦ συνκαμψον 𝕻46ℵB [2%]
*11:11
σωτηρια rell ¦ σοτηρια CP
†11:13
γαρ f35 [97%] OC,RP,HF,TR,CP ¦ δε ℵA,B [3%] NU ¦ ουν C
‡11:13
Εφ᾿ ὁσον [70%] OC,RP,HF,TR,NU ¦ εφόσον f35 [30%] CP (for the record; the scribes were just saving ink.)
§11:13
μεν f35 [93%] OC,RP,HF,TR,CP ¦ 1 ουν 𝕻46ℵA,B,C [2%] NU ¦ — [5%]
*11:14
ει πως rell ¦ ειπω [3%] CP
†11:15
ει rell ¦ η [12%]
‡11:15
προσληψις rell ¦ προσλημψις 𝕻46ℵA,B [1%] NU ¦ προληψις C ¦ four further spellings
§11:16
ει rell ¦ — 𝕻46 [10%]
*11:17
της ριζης και f35 A [95%] OC,RP,HF,TR,CP ¦ 12 ℵB,C [4%] NU ¦ — 𝕻46 [1%]
†11:18
αλλ rell ¦ αλλα ℵB [1%] NU
‡11:19
εξεκλασθησαν f35 𝕻46ℵA,B,C [87%] RP,HF,CP,NU ¦ 1 οι [13%] OC,TR [OC is in small print]
§11:19
εγκεντρισθω rell ¦ ενκεντρισθω 𝕻46ℵA,B [12%]
*11:20
απιστια rell ¦ απιστεια A [14%]
†11:20
υψηλοφρονει f35 C [99%] OC,RP,HF,TR,CP ¦ υψηλα φρονει 𝕻46ℵA,B [1%] NU
‡11:21
μη πως f35 𝕻46 [98%] OC,RP,HF,TR,CP[NU] ¦ — ℵA,B,C [2%]
§11:21
φεισεται f35 𝕻46(ℵ)A,B,C [95%] OC,RP,HF,CP,NU ¦ φεισηται [5%] TR
*11:22
αποτομιαν f35 [98%] OC,RP,HF,TR,CP ¦ αποτομια 𝕻46ℵA,B,C [2%] NU
†11:22
χρηστοτητα f35 [98%] OC,RP,HF,TR,CP ¦ χρηστοτης θεου 𝕻46(ℵ)A,B,C [2%] NU
‡11:22
επιμεινης f35 A,C [96%] OC,RP,HF,TR,CP ¦ επιμενης ℵB [3%] NU ¦ επιμινης C ¦ two other spellings [1%]
§11:23
και εκεινοι f35 [87%] OC,RP,HF,TR,CP ¦ κακεινοι ℵA,B,C [13%] NU
*11:23
επιμεινωσιν f35 C [97%] OC,RP,HF,TR,CP ¦ επιμενωσιν ℵB [2%] NU ¦ επιμινωσιν A ¦ two other spellings [1%]
†11:23
απιστια rell ¦ απιστεια A [10%]
‡11:23
ο θεος εστιν f35 [65%] OC,RP,CP ¦ ~ 312 ℵA,B,C [35%] HF,TR,NU
§11:25
παρ f35 ℵC [98%] OC,RP,HF,TR,CP[NU] ¦ εν A,B [0.5%] ¦ — 𝕻46 [1.5%]
*11:25
φρονιμοι rell ¦ φρονημοι [18%]
†11:26
και f35 [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU
‡11:30
και f35 [94%] OC,RP,HF,TR,CP ¦ — 𝕻46A,B,C [6%] NU ¦ omit whole verse ℵ
§11:30
υμεις ποτε f35 𝕻46ℵB,C [95%] OC,RP,HF,TR,NU ¦ ~ 21 A ¦ ~ 2 και 1 [5%] CP
*11:30
απειθεια rell ¦ απειθια B [8%] CP
†11:31
αυτοι f35 𝕻46A [98%] OC,RP,HF,TR,CP ¦ 1 νυν ℵB [1%] [NU] ¦ 1 υστερον [1%]
‡11:33
ανεξερευνητα f35 [99%] OC,RP,HF,TR,CP ¦ ανεξεραυνητα ℵA,B [1%] NU