Summary
1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2Ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν. 3Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλά, καθὼς γέγραπται· «Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσον ἐπ᾿ ἐμέ.» 4Ὅσα γὰρ προεγράφη, εἰς τὴν ἡμετέραν διδασκαλίαν προεγράφη, ἵνα διὰ τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5Ὁ δὲ Θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ Χριστὸν Ἰησοῦν, 6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν Θεὸν καὶ Πατέρα τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.
Glorify
7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ἡμᾶς, εἰς δόξαν Θεοῦ. 8Λέγω δὲ Χριστὸν Ἰησοῦν διάκονον γεγενῆσθαι περιτομῆς ὑπὲρ ἀληθείας Θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων· 9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν Θεόν, καθὼς γέγραπται· «Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσιν, Κύριε, καὶ τῷ ὀνόματί σου ψαλῶ.» 10Καὶ πάλιν λέγει· «Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ.» 11Καὶ πάλιν· «Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη, καὶ ἐπαινέσατε αὐτόν, πάντες οἱ λαοί.» 12Καὶ πάλιν, Ἡσαΐας λέγει· «Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπ᾿ αὐτῷ ἔθνη ἐλπιοῦσιν.» 13Ὁ δὲ Θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει Πνεύματος Ἁγίου.
Paul’s mission
14Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι πάσης γνώσεως, δυνάμενοι καὶ ἄλλους νουθετεῖν. 15Τολμηρότερον δὲ ἔγραψα ὑμῖν, ἀδελφοί, ἀπὸ μέρους, ὡς ἐπαναμιμνήσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ὑπὸ τοῦ Θεοῦ, 16εἰς τὸ εἶναί με λειτουργὸν Ἰησοῦ Χριστοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ Θεοῦ ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν Πνεύματι Ἁγίῳ. 17Ἔχω οὖν καύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν Θεόν· 18οὐ γὰρ τολμήσω λαλεῖν τι ὧν οὐ κατειργάσατο Χριστὸς δι᾿ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν—λόγῳ καὶ ἔργῳ, 19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ, ὥστε με ἀπὸ Ἱερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ. 20Οὕτως δὲ φιλοτιμούμενον εὐαγγελίζεσθαι, οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπ᾿ ἀλλότριον θεμέλιον οἰκοδομῶ· 21ἀλλά, καθὼς γέγραπται· «Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν.»
A visit to Rome
22Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς. 23Νυνὶ δέ, μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασιν τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ πολλῶν ἐτῶν, 24ὡς ἐὰν πορεύωμαι εἰς τὴν Σπανίαν ἐλεύσομαι πρὸς ὑμᾶς. Ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς, καὶ ὑφ᾿ ὑμῶν προπεμφθῆναι ἐκεῖ, ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ.
25Νυνὶ δέ, πορεύομαι εἰς Ἱερουσαλήμ, διακονῶν τοῖς ἁγίοις. 26Εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἱερουσαλήμ. 27Εὐδόκησαν γάρ, καὶ ὀφειλέται αὐτῶν εἰσιν. Εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28Τοῦτο οὖν ἐπιτελέσας καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι δι᾿ ὑμῶν εἰς τὴν Σπανίαν. 29Οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς, ἐν πληρώματι εὐλογίας τοῦ εὐαγγελίου τοῦ Χριστοῦ ἐλεύσομαι.
30Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ Πνεύματος, συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν Θεόν, 31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ, καὶ ἵνα ἡ διακονία μου ἡ εἰς Ἱερουσαλὴμ εὐπρόσδεκτος γένηται τοῖς ἁγίοις· 32ἵνα ἐν χαρᾷ ἔλθω πρὸς ὑμᾶς διὰ θελήματος Θεοῦ καὶ συναναπαύσωμαι ὑμῖν. 33Ὁ δὲ Θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν. Ἀμήν.

Notes


*15:2 εκαστος rell ¦ 1 γαρ TR

15:2 ημων f35 ℵA,B,C [78%] OC,RP,HF,TR,NU ¦ υμων [22%] CP

15:3 επεπεσον rell ¦ επεπεσαν ℵA,B,C [12%] NU

§15:4 προεγραφη f35 A [98%] OC,RP,HF,TR,CP ¦ εγραφη ℵB,C [2%] NU

*15:4 και f35 [56%] OC,TR ¦ 1 δια ℵA,B,C [44%] RP,HF,CP,NU

15:4 εχωμεν rell ¦ εχομεν [13%]

15:7 ημας f35 B [62%] TR ¦ υμας ℵA,C [38%] OC,RP,HF,CP,NU

§15:7 δοξαν f35 [97%] OC,RP,HF,TR,CP ¦ 1 του ℵA,B,C [3%] NU

*15:8 δε f35 [85%] OC,RP,HF,TR,CP ¦ γαρ 𝕻46ℵA,B,C [15%] NU

15:8 χριστον ιησουν f35 [88%] OC,RP,HF,CP ¦ 1 ℵA,B,C [4%] NU ¦ ~ 21 [6%] TR ¦ 2 [2%]

15:9 κυριε f35 [27%] OC,CP ¦ — ℵA,B,C [73%] RP,HF,TR,NU

§15:11 τον κυριον παντα τα εθνη f35 C [95%] OC,RP,HF,TR,CP ¦ ~ 34512 𝕻46vℵA,B [3%] NU ¦ 12 [2%]

*15:11 επαινεσατε f35 [97%] OC,RP,HF,TR,CP ¦ επαινεσατωσαν 𝕻46ℵ(A)B,C [3%] NU

15:12 ἡσαιας f35 [90%] OC,TR ¦ ησαιας [10%] RP,HF,CP,NU

15:14 αγαθωσυνης rell ¦ αγαθοσυνης [18%]

§15:14 πασης f35 𝕻46A,C [94%] OC,RP,HF,TR,CP ¦ 1 της ℵB [6%] [NU]

*15:14 αλλους f35 [93%] RP,HF,CP ¦ αλληλους 𝕻46ℵA,B,C [7%] OC,TR,NU

15:15 αδελφοι f35 (𝕻46) (96.3%) OC,RP,HF,TR,CP ¦ — ℵA,B,C (3.7%) NU

15:16 ιησου χριστου f35 𝕻46 [97%] OC,RP,HF,TR,CP ¦ ~ 21 ℵA,B,C [3%] NU

§15:17 ουν f35 𝕻46ℵA [97%] OC,RP,HF,TR,CP ¦ 1 την B,C [3%] [NU]

*15:17 τον f35 𝕻46ℵA,B(Cv) [95%] OC,RP,HF,CP,NU ¦ — [5%] TR

15:18 τολμησω λαλειν τι f35 [95%] OC,RP,HF,TR,CP ¦ ~ 132 (ℵ)A [3%] NU ¦ ~ 312 𝕻46 ¦ ~ τολμω 32 B ¦ two other variants [1%]

15:18 εθνων rell ¦ 1 και CP

§15:19 θεου f35 𝕻46ℵ [97%] OC,RP,HF,TR,CP[NU] ¦ αγιου A [3%] ¦ — B

*15:19 ἱερουσαλημ f35 [90%] OC,RP,TR ¦ ἰερουσαλημ [10%] HF,CP,NU

15:20 ωνομασθη rell ¦ ονομασθη [20%]

15:21 ανηγγελη rell ¦ ανηγγελλη ℵA [12%] ¦ ανηγγελει [10%]

§15:23 κλιμασιν rell ¦ κλημασι [14%]

*15:23 επιποθιαν rell ¦ επιποθειαν 𝕻46A,B,C [4%] CP

15:24 εαν f35 [92%] OC,RP,HF,TR,CP ¦ αν 𝕻46ℵA,B [8%] NU

15:24 πορευωμαι rell ¦ πορευομαι [15%] ¦ πορευσομαι [8%]

§15:24 σπανιαν f35 𝕻46ℵA,B,C (72.9%) OC,RP,HF,TR,NU ¦ ισπανιαν f35¼ (26.4%) CP ¦ long omissions (0.7%)

*15:24 ελευσομαι προς υμας f35 (93.6%) OC,RP,HF,TR,CP ¦ ελευσωμαι 23 (1.7%) ¦ — 𝕻46ℵA,B,C (4.1%) NU ¦ long omissions (0.7%)

15:26 μακεδονια rell ¦ μακεδωνια CP ¦ μακαιδονια ℵA [1%] ¦ μακεδονιαν [2%]

15:27 αυτων εισιν f35 [98%] OC,RP,HF,TR,CP ¦ ~ 21 𝕻46ℵA,B,C [2%] NU

§15:28 την f35 [96%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C [4%] NU

*15:28 σπανιαν f35 𝕻46ℵA,B,C [80%] OC,RP,HF,TR,NU ¦ ισπανιαν f35¼ [20%] CP

15:29 του ευαγγελιου του f35 (93.1%) OC,RP,HF,TR,CP ¦ 12 (1%) ¦ 3 (1.3%) ¦ — 𝕻46ℵA,B,C (3.7%) NU ¦ three other variants (0.8%)

15:30 αδελφοι f35 ℵA,C [99%] OC,RP,HF,TR,CP[NU] ¦ — 𝕻46B

§15:30 συναγωνισασθαι rell ¦ συναγωνισασθε [10%]

*15:31 ινα f35 [97%] OC,RP,HF,TR,CP ¦ — 𝕻46ℵA,B,C [3%] NU

15:31 γενηται τοις αγιοις f35 [90%] OC,RP,HF,TR,CP ¦ ~ 231 ℵA,B,C [5%] NU ¦ δια των αγιων 1 𝕻46 ¦ 23 [5%]

15:32 εν χαρα ελθω f35 𝕻46B [97%] OC,RP,HF,TR,CP ¦ 12 ελθων A,C [3%] NU ¦ ~ ελθων 12 ℵ

§15:32 συναναπαυσωμαι rell ¦ συναναπαυσομαι [15%]

*15:32 και συναναπαυσωμαι υμιν f35 [97%] OC,RP,HF,TR,CP ¦ 23 ℵA,C [3%] NU ¦ — 𝕻46B