1
ΠΡΟΣ ΤΙΤΟΝ
Greeting
1 Παῦλος, δοῦλος Θεοῦ, ἀπόστολος δὲ Ἰησοῦ Χριστοῦ κατὰ πίστιν ἐκλεκτῶν Θεοῦ καὶ ἐπίγνωσιν ἀληθείας τῆς κατ᾿ εὐσέβειαν, 2 ἐπ᾿ ἐλπίδι ζωῆς αἰωνίου—ἣν ἐπηγγείλατο ὁ ἀψευδὴς Θεὸς πρὸ χρόνων αἰωνίων, 3 ἐφανέρωσεν δὲ καιροῖς ἰδίοις τὸν λόγον αὐτοῦ ἐν κηρύγματι, ὃ ἐπιστεύθην ἐγὼ κατ᾿ ἐπιταγὴν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ· 4 Τίτῳ, γνησίῳ τέκνῳ κατὰ κοινὴν πίστιν· χάρις, ἔλεος,* εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς καὶ Κυρίου Ἰησοῦ Χριστοῦ,† τοῦ Σωτῆρος ἡμῶν.
Qualifications for elders
5 Τούτου χάριν κατέλιπόν‡ σε ἐν Κρήτῃ, ἵνα τὰ λείποντα ἐπιδιορθώσῃ καὶ καταστήσῃς κατὰ πόλιν πρεσβυτέρους ὡς ἐγώ σοι διεταξάμην 6 —εἴ τίς ἐστιν ἀνέγκλητος, μιᾶς γυναικὸς ἀνήρ, τέκνα ἔχων πιστά, μὴ ἐν κατηγορίᾳ ἀσωτίας§ ἢ ἀνυπότακτα. 7 Δεῖ γὰρ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι ὡς Θεοῦ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ αἰσχροκερδῆ· 8 ἀλλὰ φιλόξενον, φιλάγαθον, σώφρονα, δίκαιον, ὅσιον, ἐγκρατῆ· 9 ἀντεχόμενον τοῦ κατὰ τὴν διδαχὴν πιστοῦ λόγου, ἵνα δυνατὸς ᾖ καὶ παρακαλεῖν ἐν τῇ διδασκαλίᾳ τῇ ὑγιαινούσῃ καὶ τοὺς ἀντιλέγοντας ἐλέγχειν.
They must face opposition
10 Εἰσὶν γὰρ πολλοὶ καὶ* ἀνυπότακτοι,† ματαιολόγοι καὶ φρεναπάται, μάλιστα οἱ ἐκ‡ περιτομῆς, 11 οὓς δεῖ ἐπιστομίζειν—οἵτινες ὅλους οἴκους§ ἀνατρέπουσιν, διδάσκοντες ἃ μὴ δεῖ, αἰσχροῦ κέρδους χάριν. 12 Εἶπέν τις ἐξ αὐτῶν, ἴδιος αὐτῶν προφήτης, «Κρῆτες ἀεὶ ψεῦσται, κακὰ θηρία, γαστέρες ἀργαί.» 13 Ἡ μαρτυρία αὕτη ἐστὶν ἀληθής. Δι᾿ ἣν αἰτίαν ἔλεγχε αὐτοὺς ἀποτόμως, ἵνα ὑγιαίνωσιν ἐν τῇ πίστει, 14 μὴ προσέχοντες Ἰουδαϊκοῖς μύθοις καὶ ἐντολαῖς ἀνθρώπων ἀποστρεφομένων τὴν ἀλήθειαν. 15 Πάντα μὲν* καθαρὰ τοῖς καθαροῖς· τοῖς δὲ μεμιασμένοις† καὶ ἀπίστοις οὐδὲν καθαρόν, ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς καὶ ἡ συνείδησις. 16 Θεὸν ὁμολογοῦσιν εἰδέναι, τοῖς δὲ ἔργοις ἀρνοῦνται, βδελυκτοὶ ὄντες καὶ ἀπειθεῖς καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμοι.
Notes
* 1:4
χαρις ελεος f35 A (91.3%) RP,HF,OC,TR,CP ¦ 12 και (2.1%) ¦ ~ 21 και (1.7%) ¦ 1 και ℵC,088 (4.2%) NU ¦ 1 (0.5%) ¦ 1 υμιν και (0.2%) (Three nouns in a row without a conjunction was too much for the Alexandrians.)
† 1:4
κυριου ιησου χριστου f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 32 ℵA,C,088 [5%] NU
‡ 1:5
κατελιπον f35 [70%] RP,HF,OC,TR,CP ¦ απελιπον ℵ [9%] NU ¦ απελειπον A,C,088,0240 [20%] ¦ καταλειποντα [1%]
§ 1:6
ασωτιας rell ¦ ασωτειας [10%] CP
* 1:10
και f35 I [80%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵA,C,088 [20%] (OC has small print.)
† 1:10
ανυποτακτοι rell ¦ 1 και [10%]
‡ 1:10
εκ f35 A [95%] RP,HF,OC,TR,CP ¦ 1 της ℵC,I,088 [5%] NU
§ 1:11
ολους οικους rell ¦ ~ 21 CP
* 1:15
μεν f35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,C [4%] NU (OC has small print.)
† 1:15
μεμιασμενοις f35 [90%] RP,HF,TR ¦ μεμιαμμενοις ℵA,C [8%] OC,NU ¦ μεμιαμενοις [2%] CP (Did the Alexandrians get their spelling from the LXX?)
χαρις ελεος f 35 A (91.3%) RP,HF,OC,TR,CP ¦ 12 και (2.1%) ¦ ~ 21 και (1.7%) ¦ 1 και ℵC,088 (4.2%) NU ¦ 1 (0.5%) ¦ 1 υμιν και (0.2%) (Three nouns in a row without a conjunction was too much for the Alexandrians.)
κυριου ιησου χριστου f 35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 32 ℵA,C,088 [5%] NU
κατελιπον f 35 [70%] RP,HF,OC,TR,CP ¦ απελιπον ℵ [9%] NU ¦ απελειπον A,C,088,0240 [20%] ¦ καταλειποντα [1%]
ασωτιας rell ¦ ασωτειας [10%] CP
και f 35 I [80%] RP,HF,OC,TR,CP[NU] ¦ — ℵA,C,088 [20%] (OC has small print.)
ανυποτακτοι rell ¦ 1 και [10%]
εκ f 35 A [95%] RP,HF,OC,TR,CP ¦ 1 της ℵC,I,088 [5%] NU
ολους οικους rell ¦ ~ 21 CP
μεν f 35 [96%] RP,HF,OC,TR,CP ¦ — ℵA,C [4%] NU (OC has small print.)
μεμιασμενοις f 35 [90%] RP,HF,TR ¦ μεμιαμμενοις ℵA,C [8%] OC,NU ¦ μεμιαμενοις [2%] CP (Did the Alexandrians get their spelling from the LXX?)