Qualities to be taught
1Σὺ δὲ λάλει ἃ πρέπει τῇ ὑγιαινούσῃ διδασκαλίᾳ· 2πρεσβύτας νηφαλίους εἶναι, σεμνούς, σώφρονας, ὑγιαίνοντας τῇ πίστει, τῇ ἀγάπῃ, τῇ ὑπομονῇ· 3πρεσβύτιδας ὡσαύτως ἐν καταστήματι ἱεροπρεπεῖς, μὴ διαβόλους, μὴ οἴνῳ πολλῷ δεδουλωμένας, καλοδιδασκάλους 4—ἵνα σωφρονίζωσιν τὰς νέας φιλάνδρους εἶναι, φιλοτέκνους, 5σώφρονας, ἁγνάς, οἰκουροὺς ἀγαθάς, ὑποτασσομένας τοῖς ἰδίοις ἀνδράσιν, ἵνα μὴ ὁ λόγος τοῦ Θεοῦ βλασφημῆται.
6Τοὺς νεωτέρους ὡσαύτως παρακάλει σωφρονεῖν, 7περὶ πάντα σεαυτὸν παρεχόμενος τύπον καλῶν ἔργων· ἐν τῇ διδασκαλίᾳ ἀδιαφθορίαν, σεμνότητα, ἀφθαρσίαν 8—λόγον ὑγιῆ, ἀκατάγνωστον—ἵνα ὁ ἐξ ἐναντίας ἐντραπῇ, μηδὲν ἔχων περὶ ἡμῶν λέγειν φαῦλον. 9Δούλους ἰδίοις δεσπόταις ὑποτάσσεσθαι ἐν πᾶσιν, εὐαρέστους εἶναι, μὴ ἀντιλέγοντας, 10μὴ νοσφιζομένους, ἀλλὰ πίστιν πᾶσαν ἐνδεικνυμένους ἀγαθήν, ἵνα τὴν διδασκαλίαν τοῦ Σωτῆρος ἡμῶν Θεοῦ κοσμῶσιν ἐν πᾶσιν.
Saving grace
11Ἐπεφάνη γὰρ ἡ χάρις τοῦ Θεοῦ ἡ σωτήριος πᾶσιν ἀνθρώποις, 12παιδεύουσα ἡμᾶς ἵνα, ἀρνησάμενοι τὴν ἀσέβειαν καὶ τὰς κοσμικὰς ἐπιθυμίας, σωφρόνως καὶ δικαίως καὶ εὐσεβῶς ζήσωμεν ἐν τῷ νῦν αἰῶνι, 13προσδεχόμενοι τὴν μακαρίαν ἐλπίδα, καὶ ἐπιφάνειαν τῆς δόξης τοῦ μεγάλου Θεοῦ καὶ Σωτῆρος ἡμῶν, Ἰησοῦ Χριστοῦ, 14ὃς ἔδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν, ἵνα λυτρώσηται ἡμᾶς ἀπὸ πάσης ἀνομίας καὶ καθαρίσῃ ἑαυτῷ λαὸν περιούσιον, ζηλωτὴν καλῶν ἔργων. 15Ταῦτα λάλει καὶ παρακάλει καὶ ἔλεγχε μετὰ πάσης ἐπιταγῆς. Μηδείς σου περιφρονείτω.

Notes


*2:2 νηφαλιους f35 ℵA,C [40%] OC,TR,CP,NU ¦ νηφαλεους [40%] RP,HF ¦ νηφαλαιους [20%]

2:5 οικουρους f35 [97%] RP,HF,OC,TR,CP ¦ οικουργους ℵA,C,I [3%] NU (Who knows where the Alexandrians got their spelling, but the mystery doesn’t make it correct.)

2:5 βλασφημηται rell ¦ βλασφημειται [5%] CP

§2:7 αδιαφθοριαν f35 (83.2%) RP,HF,OC,TR,CP ¦ αδιαφοριαν (8%) ¦ αφθοριαν ℵA(C) (6.9%) NU ¦ αφθονιαν 𝕻32 (1.4%) ¦ two other readings (0.5%) (Both the longer stem and the double consonant have over 90% attestation, but with different alignments. φθ→φ would presumably be an easier alteration than the reverse. Might the Alexandrian reading be a case of homoioarcton?)

*2:7 αφθαρσιαν f35 (82.8%) RP,HF,OC,TR,CP ¦ — 𝕻32vℵA,C (17.2%) NU (The idea of ‘immortality’ didn’t seem to fit, so the Alexandrians omitted it.)

2:8 ημων f35 ℵC [80%] RP,HF,OC,CP,NU ¦ υμων A [20%] TR

2:8 περι ημων λεγειν f35 [95%] RP,HF,OC,TR,CP ¦ ~ 312 ℵA,C [5%] NU

§2:10 πιστιν πασαν f35 (89.6%) RP,HF,OC,TR,CP ¦ ~ 21 A,C (9.7%) NU ¦ 2 ℵ (0.5%) ¦ — (0.2%)

*2:10 διδασκαλιαν f35 [95%] RP,HF,OC,TR,CP ¦ 1 την ℵA,C [5%] NU (Why add the article?)

2:10 ημων rell ¦ υμων some TRs

2:11 η f35 [96%] RP,HF,OC,TR,CP ¦ — (ℵ)A,C [4%] NU