1Ἀδελφοί μου, μὴ ἐν προσωπολημψίαις ἔχετε τὴν πίστιν τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ τῆς δόξης; 2ἐὰν γὰρ εἰσέλθῃ ⸀εἰςσυναγωγὴν ὑμῶν ἀνὴρ χρυσοδακτύλιος ἐν ἐσθῆτι λαμπρᾷ, εἰσέλθῃ δὲ καὶ πτωχὸς ἐν ῥυπαρᾷ ἐσθῆτι, 3⸂ἐπιβλέψητε δὲ ἐπὶ τὸν φοροῦντα τὴν ἐσθῆτα τὴν λαμπρὰν καὶ ⸀εἴπητε Σὺ κάθου ὧδε καλῶς, καὶ τῷ πτωχῷ εἴπητε· Σὺ στῆθι ⸂ἢ κάθου ἐκεῖ ὑπὸ τὸ ὑποπόδιόν μου, 4⸀οὐδιεκρίθητε ἐν ἑαυτοῖς καὶ ἐγένεσθε κριταὶ διαλογισμῶν πονηρῶν; 5ἀκούσατε, ἀδελφοί μου ἀγαπητοί. οὐχ ὁ θεὸς ἐξελέξατο τοὺς πτωχοὺς ⸂τῷ κόσμῳ πλουσίους ἐν πίστει καὶ κληρονόμους τῆς βασιλείας ἧς ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν; 6ὑμεῖς δὲ ἠτιμάσατε τὸν πτωχόν. οὐχ οἱ πλούσιοι καταδυναστεύουσιν ὑμῶν, καὶ αὐτοὶ ἕλκουσιν ὑμᾶς εἰς κριτήρια; 7οὐκ αὐτοὶ βλασφημοῦσιν τὸ καλὸν ὄνομα τὸ ἐπικληθὲν ἐφʼ ὑμᾶς;
8Εἰ μέντοι νόμον τελεῖτε βασιλικὸν κατὰ τὴν γραφήν Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, καλῶς ποιεῖτε· 9εἰ δὲ προσωπολημπτεῖτε, ἁμαρτίαν ἐργάζεσθε, ἐλεγχόμενοι ὑπὸ τοῦ νόμου ὡς παραβάται. 10ὅστις γὰρ ὅλον τὸν νόμον ⸂τηρήσῃ, πταίσῃ⸃ δὲ ἐν ἑνί, γέγονεν πάντων ἔνοχος. 11ὁ γὰρ εἰπών· Μὴ ⸀μοιχεύσῃςεἶπεν καί· Μὴ ⸀φονεύσῃς εἰ δὲ οὐ ⸂μοιχεύεις φονεύεις δέ, γέγονας παραβάτης νόμου. 12οὕτως λαλεῖτε καὶ οὕτως ποιεῖτε ὡς διὰ νόμου ἐλευθερίας μέλλοντες κρίνεσθαι. 13ἡ γὰρ κρίσις ἀνέλεος τῷ μὴ ποιήσαντι ἔλεος κατακαυχᾶται ⸀ἔλεος κρίσεως.
14⸀Τίὄφελος, ἀδελφοί μου, ἐὰν πίστιν λέγῃ τις ἔχειν ἔργα δὲ μὴ ἔχῃ; μὴ δύναται ἡ πίστις σῶσαι αὐτόν; 15⸀ἐὰνἀδελφὸς ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχωσιν καὶ ⸀λειπόμενοιτῆς ἐφημέρου τροφῆς, 16εἴπῃ δέ τις αὐτοῖς ἐξ ὑμῶν· Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε καὶ χορτάζεσθε, μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, ⸀τίὄφελος; 17οὕτως καὶ ἡ πίστις, ἐὰν μὴ ⸂ἔχῃ ἔργα, νεκρά ἐστιν καθʼ ἑαυτήν.
18Ἀλλʼ ἐρεῖ τις· Σὺ πίστιν ἔχεις κἀγὼ ἔργα ἔχω. δεῖξόν μοι τὴν πίστιν σου ⸀χωρὶςτῶν ⸀ἔργων κἀγώ ⸂σοι δείξω ἐκ τῶν ἔργων μου τὴν ⸀πίστιν 19σὺ πιστεύεις ὅτι ⸂εἷς ἐστιν ὁ θεός; καλῶς ποιεῖς· καὶ τὰ δαιμόνια πιστεύουσιν καὶ φρίσσουσιν. 20θέλεις δὲ γνῶναι, ὦ ἄνθρωπε κενέ, ὅτι ἡ πίστις χωρὶς τῶν ἔργων ⸀ἀργήἐστιν; 21Ἀβραὰμ ὁ πατὴρ ἡμῶν οὐκ ἐξ ἔργων ἐδικαιώθη, ἀνενέγκας Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον; 22βλέπεις ὅτι ἡ πίστις συνήργει τοῖς ἔργοις αὐτοῦ καὶ ἐκ τῶν ἔργων ἡ πίστις ἐτελειώθη, 23καὶ ἐπληρώθη ἡ γραφὴ ἡ λέγουσα· Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, καὶ φίλος θεοῦ ἐκλήθη. 24⸀ὁρᾶτεὅτι ἐξ ἔργων δικαιοῦται ἄνθρωπος καὶ οὐκ ἐκ πίστεως μόνον. 25ὁμοίως δὲ καὶ Ῥαὰβ ἡ πόρνη οὐκ ἐξ ἔργων ἐδικαιώθη, ὑποδεξαμένη τοὺς ἀγγέλους καὶ ἑτέρᾳ ὁδῷ ἐκβαλοῦσα; 26ὥσπερ ⸀γὰρτὸ σῶμα χωρὶςπνεύματος νεκρόν ἐστιν, οὕτως καὶ ἡ πίστις ⸀χωρὶς ἔργων νεκρά ἐστιν.

Notes


*2:2 εἰς WH Treg NA28 ] + τὴν RP

2:3 ἐπιβλέψητε δὲ WH NA28 ] καὶ ἐπιβλέψητε Treg RP

2:3 εἴπητε WH Treg NA28 ] + αὐτῷ RP

§2:3 ἢ κάθου ἐκεῖ WH NA28 ] ἐκεῖ ἢ κάθου Treg NA27; ἐκεῖ ἢ κάθου ὧδε RP

*2:4 οὐ WH Treg NA27 ] καὶ οὐ NA28 RP

2:5 τῷ κόσμῳ WH Treg NA28 ] τοῦ κόσμου RP

2:10 τηρήσῃ πταίσῃ WH Treg NA28 ] τηρήσει πταίσει RP

§2:11 μοιχεύσῃς WH Treg NA28 ] μοιχεύσεις RP

*2:11 φονεύσῃς WH Treg NA28 ] φονεύσεις RP

2:11 μοιχεύεις φονεύεις WH Treg NA28 ] μοιχεύσεις φονεύσεις RP

2:13 ἔλεος WH Treg NA28 ] ἔλεον RP

§2:14 Τί WH ] + τὸ Treg NA28 RP

*2:15 ἐὰν WH Treg NA28 ] + δὲ RP

2:15 λειπόμενοι WH Treg NA27 ] + ὦσιν NA28 RP

2:16 τί WH ] + τὸ Treg NA28 RP

§2:17 ἔχῃ ἔργα WH Treg NA28 ] ἔργα ἔχῃ RP

*2:18 χωρὶς WH Treg NA28 ] ἐκ RP

2:18 ἔργων WH Treg NA28 ] + σου RP

2:18 σοι δείξω WH Treg NA28 ] δείξω σοι RP

§2:18 πίστιν WH Treg NA28 ] + μου RP

*2:19 εἷς ἐστιν ὁ θεός Treg NA28 ] εἷς θεός ἐστιν WH; ὁ θεὸς εἷς ἐστιν RP

2:20 ἀργή WH Treg NA28 ] νεκρά RP

2:24 ὁρᾶτε WH Treg NA28 ] + τοίνυν RP

§2:26 γὰρ Treg NA28 RP ] – WH

*2:26 χωρὶς WH NA28 ] + τῶν Treg RP