4
1Πόθεν πόλεμοι καὶ ⸀πόθενμάχαι ἐν ὑμῖν; οὐκ ἐντεῦθεν, ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν; 2ἐπιθυμεῖτε, καὶ οὐκ ἔχετε· φονεύετε καὶ ζηλοῦτε, καὶ οὐ δύνασθε ἐπιτυχεῖν· μάχεσθε καὶ πολεμεῖτε. οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς· 3αἰτεῖτε καὶ οὐ λαμβάνετε, διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4⸀μοιχαλίδες οὐκ οἴδατε ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ⸀ἐὰνοὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 5ἢ δοκεῖτε ὅτι κενῶς ἡ γραφὴ λέγει· Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα ὃ ⸀κατῴκισενἐν ἡμῖν; 6μείζονα δὲ δίδωσιν χάριν· διὸ λέγει· Ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται ταπεινοῖς δὲ δίδωσιν χάριν. 7ὑποτάγητε οὖν τῷ θεῷ· ἀντίστητε δὲ τῷ διαβόλῳ, καὶ φεύξεται ἀφʼ ὑμῶν· 8ἐγγίσατε τῷ θεῷ, καὶ ⸀ἐγγιεῖὑμῖν. καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 9ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε· ὁ γέλως ὑμῶν εἰς πένθος ⸀μετατραπήτωκαὶ ἡ χαρὰ εἰς κατήφειαν· 10ταπεινώθητε ἐνώπιον ⸀κυρίου καὶ ὑψώσει ὑμᾶς.
11Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί· ὁ καταλαλῶν ἀδελφοῦ ⸀ἢκρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 12εἷς ⸀ἐστιννομοθέτης ⸂καὶ κριτής, ὁ δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ, ⸂ὁ κρίνων τὸν ⸀πλησίον
13Ἄγε νῦν οἱ λέγοντες· Σήμερον ⸀ἢαὔριον ⸀πορευσόμεθαεἰς τήνδε τὴν πόλιν καὶ ⸀ποιήσομενἐκεῖ ⸀ἐνιαυτὸνκαὶ ⸀ἐμπορευσόμεθακαὶ ⸀κερδήσομεν 14οἵτινες οὐκ ἐπίστασθε ⸀τὸτῆς αὔριον ⸀ποίαἡ ζωὴ ὑμῶν· ἀτμὶς γάρ ⸀ἐστε⸀ἡπρὸς ὀλίγον φαινομένη, ⸀ἔπειτακαὶ ἀφανιζομένη· 15ἀντὶ τοῦ λέγειν ὑμᾶς· Ἐὰν ὁ κύριος ⸀θελήσῃ καὶ ⸀ζήσομενκαὶ ⸀ποιήσομεντοῦτο ἢ ἐκεῖνο. 16νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 17εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῷ ἐστιν.
Notes
*4:1
πόθεν WH Treg NA28 ] – RP
†4:4
μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP
‡4:4
ἐὰν WH NA28 ] ἂν Treg RP
§4:5
κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RP
*4:8
ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WH
†4:9
μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RP
‡4:10
κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP
§4:11
ἢ WH Treg NA28 ] καὶ RP
*4:12
ἐστιν WH ] + ὁ Treg NA28 RP
†4:12
καὶ κριτής WH Treg NA28 ] – RP
‡4:12
ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP
§4:12
πλησίον WH Treg NA28 ] ἕτερον RP
*4:13
ἢ WH Treg NA28 ] καὶ RP
†4:13
πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP
‡4:13
ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP
§4:13
ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP
*4:13
ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP
†4:13
κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP
‡4:14
τὸ Treg NA28 RP ] – WH
§4:14
ποία WH NA28 ] + γὰρ Treg RP
*4:14
ἐστε WH Treg NA28 ] ἔσται RP
†4:14
ἡ Treg NA28 RP ] – WH
‡4:14
ἔπειτα WH Treg NA28 ] + δὲ RP
§4:15
θελήσῃ Treg NA28 RP ] θέλῃ WH
*4:15
ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP
†4:15
ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RP
πόθεν WH Treg NA28 ] – RP
μοιχαλίδες WH Treg NA28 ] Μοιχοὶ καὶ μοιχαλίδες RP
ἐὰν WH NA28 ] ἂν Treg RP
κατῴκισεν WH Treg NA28 ] κατῴκησεν RP
ἐγγιεῖ Treg NA28 RP ] ἐγγίσει WH
μετατραπήτω WH NA28 ] μεταστραφήτω Treg RP
κυρίου WH Treg NA27 ] τοῦ κυρίου NA28 RP
ἢ WH Treg NA28 ] καὶ RP
ἐστιν WH ] + ὁ Treg NA28 RP
καὶ κριτής WH Treg NA28 ] – RP
ὁ κρίνων WH Treg NA28 ] ὃς κρίνεις RP
πλησίον WH Treg NA28 ] ἕτερον RP
ἢ WH Treg NA28 ] καὶ RP
πορευσόμεθα WH Treg NA28 ] πορευσώμεθα RP
ποιήσομεν WH NA28 ] ποιήσωμεν Treg RP
ἐνιαυτὸν WH Treg NA28 ] + ἕνα RP
ἐμπορευσόμεθα WH Treg NA28 ] ἐμπορευσώμεθα RP
κερδήσομεν WH Treg NA28 ] κερδήσωμεν RP
τὸ Treg NA28 RP ] – WH
ποία WH NA28 ] + γὰρ Treg RP
ἐστε WH Treg NA28 ] ἔσται RP
ἡ Treg NA28 RP ] – WH
ἔπειτα WH Treg NA28 ] + δὲ RP
θελήσῃ Treg NA28 RP ] θέλῃ WH
ζήσομεν WH Treg NA28 ] ζήσωμεν RP
ποιήσομεν WH Treg NA28 ] ποιήσωμεν RP