1Ὀφείλομεν δὲ ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. 2ἕκαστος ἡμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ ἀγαθὸν πρὸς οἰκοδομήν· 3καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσεν· ἀλλὰ καθὼς γέγραπται· Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπʼ ἐμέ. 4ὅσα γὰρ προεγράφη, ⸀εἰςτὴν ἡμετέραν διδασκαλίαν ⸀ἐγράφη ἵνα διὰ τῆς ὑπομονῆς καὶ διὰ τῆς παρακλήσεως τῶν γραφῶν τὴν ἐλπίδα ἔχωμεν. 5ὁ δὲ θεὸς τῆς ὑπομονῆς καὶ τῆς παρακλήσεως δῴη ὑμῖν τὸ αὐτὸ φρονεῖν ἐν ἀλλήλοις κατὰ ⸂Χριστὸν Ἰησοῦν, 6ἵνα ὁμοθυμαδὸν ἐν ἑνὶ στόματι δοξάζητε τὸν θεὸν καὶ πατέρα τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ. 7Διὸ προσλαμβάνεσθε ἀλλήλους, καθὼς καὶ ὁ Χριστὸς προσελάβετο ⸀ὑμᾶς εἰς δόξαν ⸀τοῦθεοῦ. 8λέγω ⸀γὰρ⸀Χριστὸνδιάκονον ⸀γεγενῆσθαιπεριτομῆς ὑπὲρ ἀληθείας θεοῦ, εἰς τὸ βεβαιῶσαι τὰς ἐπαγγελίας τῶν πατέρων, 9τὰ δὲ ἔθνη ὑπὲρ ἐλέους δοξάσαι τὸν θεόν· καθὼς γέγραπται· Διὰ τοῦτο ἐξομολογήσομαί σοι ἐν ἔθνεσι, καὶ τῷ ὀνόματί σου ψαλῶ. 10καὶ πάλιν λέγει· Εὐφράνθητε, ἔθνη, μετὰ τοῦ λαοῦ αὐτοῦ. 11καὶ πάλιν· Αἰνεῖτε, ⸂πάντα τὰ ἔθνη, τὸν κύριον⸃, καὶ ⸀ἐπαινεσάτωσαν αὐτὸν πάντες οἱ λαοί. 12καὶ πάλιν Ἠσαΐας λέγει· Ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαί, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν· ἐπʼ αὐτῷ ἔθνη ἐλπιοῦσιν. 13ὁ δὲ θεὸς τῆς ἐλπίδος πληρώσαι ὑμᾶς πάσης χαρᾶς καὶ εἰρήνης ἐν τῷ πιστεύειν, εἰς τὸ περισσεύειν ὑμᾶς ἐν τῇ ἐλπίδι ἐν δυνάμει πνεύματος ἁγίου. 14Πέπεισμαι δέ, ἀδελφοί μου, καὶ αὐτὸς ἐγὼ περὶ ὑμῶν, ὅτι καὶ αὐτοὶ μεστοί ἐστε ἀγαθωσύνης, πεπληρωμένοι ⸀πάσηςγνώσεως, δυνάμενοι καὶ ⸀ἀλλήλουςνουθετεῖν. 15⸀τολμηρότερονδὲ ἔγραψα ⸀ὑμῖνἀπὸ μέρους, ὡς ἐπαναμιμνῄσκων ὑμᾶς, διὰ τὴν χάριν τὴν δοθεῖσάν μοι ⸀ὑπὸτοῦ θεοῦ 16εἰς τὸ εἶναί με λειτουργὸν ⸂Χριστοῦ Ἰησοῦ εἰς τὰ ἔθνη, ἱερουργοῦντα τὸ εὐαγγέλιον τοῦ θεοῦ, ἵνα γένηται ἡ προσφορὰ τῶν ἐθνῶν εὐπρόσδεκτος, ἡγιασμένη ἐν πνεύματι ἁγίῳ. 17ἔχω οὖν ⸀τὴνκαύχησιν ἐν Χριστῷ Ἰησοῦ τὰ πρὸς τὸν θεόν· 18οὐ γὰρ τολμήσω ⸂τι λαλεῖν ὧν οὐ κατειργάσατο Χριστὸς διʼ ἐμοῦ εἰς ὑπακοὴν ἐθνῶν, λόγῳ καὶ ἔργῳ, 19ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει ⸀πνεύματος ὥστε με ἀπὸ Ἰερουσαλὴμ καὶ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ εὐαγγέλιον τοῦ Χριστοῦ, 20οὕτως δὲ ⸀φιλοτιμούμενονεὐαγγελίζεσθαι οὐχ ὅπου ὠνομάσθη Χριστός, ἵνα μὴ ἐπʼ ἀλλότριον θεμέλιον οἰκοδομῶ, 21ἀλλὰ καθὼς γέγραπται· ⸂Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασιν συνήσουσιν. 22Διὸ καὶ ἐνεκοπτόμην τὰ πολλὰ τοῦ ἐλθεῖν πρὸς ὑμᾶς· 23νυνὶ δὲ μηκέτι τόπον ἔχων ἐν τοῖς κλίμασι τούτοις, ἐπιποθίαν δὲ ἔχων τοῦ ἐλθεῖν πρὸς ὑμᾶς ἀπὸ ⸀ἱκανῶνἐτῶν, 24ὡς ⸀ἂνπορεύωμαι εἰς τὴν ⸀Σπανίαν ἐλπίζω γὰρ διαπορευόμενος θεάσασθαι ὑμᾶς καὶ ὑφʼ ὑμῶν προπεμφθῆναι ἐκεῖ ἐὰν ὑμῶν πρῶτον ἀπὸ μέρους ἐμπλησθῶ— 25νυνὶ δὲ πορεύομαι εἰς Ἰερουσαλὴμ διακονῶν τοῖς ἁγίοις. 26εὐδόκησαν γὰρ Μακεδονία καὶ Ἀχαΐα κοινωνίαν τινὰ ποιήσασθαι εἰς τοὺς πτωχοὺς τῶν ἁγίων τῶν ἐν Ἰερουσαλήμ. 27εὐδόκησαν γάρ, καὶ ὀφειλέται ⸂εἰσὶν αὐτῶν· εἰ γὰρ τοῖς πνευματικοῖς αὐτῶν ἐκοινώνησαν τὰ ἔθνη, ὀφείλουσιν καὶ ἐν τοῖς σαρκικοῖς λειτουργῆσαι αὐτοῖς. 28τοῦτο οὖν ἐπιτελέσας, καὶ σφραγισάμενος αὐτοῖς τὸν καρπὸν τοῦτον, ἀπελεύσομαι διʼ ὑμῶν ⸀εἰςΣπανίαν· 29οἶδα δὲ ὅτι ἐρχόμενος πρὸς ὑμᾶς ἐν πληρώματι ⸀εὐλογίαςΧριστοῦ ἐλεύσομαι. 30Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, διὰ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ διὰ τῆς ἀγάπης τοῦ πνεύματος συναγωνίσασθαί μοι ἐν ταῖς προσευχαῖς ὑπὲρ ἐμοῦ πρὸς τὸν θεόν, 31ἵνα ῥυσθῶ ἀπὸ τῶν ἀπειθούντων ἐν τῇ Ἰουδαίᾳ ⸀καὶἡ διακονία μου ἡ εἰς Ἰερουσαλὴμ εὐπρόσδεκτος ⸂τοῖς ἁγίοις γένηται, 32ἵνα ἐν χαρᾷ ⸀ἐλθὼνπρὸς ὑμᾶς διὰ θελήματος ⸀θεοῦσυναναπαύσωμαι ὑμῖν. 33ὁ δὲ θεὸς τῆς εἰρήνης μετὰ πάντων ὑμῶν· ἀμήν.

Notes


*15:4 εἰς Treg NA28 RP ] πάντα εἰς WH

15:4 ἐγράφη WH Treg NA28 ] προεγράφη RP

15:5 Χριστὸν Ἰησοῦν WH NA28 RP ] Ἰησοῦν Χριστὸν Treg

§15:7 ὑμᾶς Treg NA28 RP ] ἡμᾶς WH

*15:7 τοῦ WH Treg NA28 ] – RP

15:8 γὰρ WH Treg NA28 ] δέ RP

15:8 Χριστὸν WH Treg NA28 ] + Ἰησοῦν RP

§15:8 γεγενῆσθαι WH NA28 RP ] γένεσθαι Treg

*15:11 πάντα τὰ ἔθνη τὸν κύριον WH Treg NA28 ] τὸν κύριον πάντα τὰ ἔθνη RP

15:11 ἐπαινεσάτωσαν WH Treg NA28 ] ἐπαινέσατε RP

15:14 πάσης Treg RP ] + τῆς WH NA28

§15:14 ἀλλήλους WH Treg NA28 ] ἄλλους RP

*15:15 τολμηρότερον NA28 RP ] τολμηροτέρως WH Treg

15:15 ὑμῖν WH Treg NA28 ] + ἀδελφοί RP

15:15 ὑπὸ NA28 RP ] ἀπὸ WH Treg

§15:16 Χριστοῦ Ἰησοῦ WH Treg NA28 ] Ἰησοῦ Χριστοῦ RP

*15:17 τὴν WH Treg NA28 ] – RP

15:18 τι λαλεῖν WH Treg NA28 ] λαλεῖν τι RP

15:19 πνεύματος NIV ] + ἁγίου WH Treg; + θεοῦ RP NA28

§15:20 φιλοτιμούμενον WH NA28 RP ] φιλοτιμοῦμαι Treg

*15:21 Οἷς … αὐτοῦ ὄψονται Treg NA28 RP ] Ὄψονται οἷς … αὐτοῦ WH

15:23 ἱκανῶν WH Treg ] πολλῶν NA28 RP

15:24 ἂν WH Treg NA28 ] ἐὰν RP

§15:24 Σπανίαν WH Treg NA28 ] + ἐλεύσομαι πρὸς ὑμᾶς RP

*15:27 εἰσὶν αὐτῶν WH Treg NA28 ] αὐτῶν εἰσὶν RP

15:28 εἰς WH Treg NA28 ] + τὴν RP

15:29 εὐλογίας WH Treg NA28 ] + τοῦ εὐαγγελίου τοῦ RP

§15:31 καὶ WH Treg NA28 ] + ἵνα RP

*15:31 τοῖς ἁγίοις γένηται WH Treg NA28 ] γένηται τοῖς ἁγίοις RP

15:32 ἐλθὼν WH NA28 ] ἔλθω Treg RP

15:32 θεοῦ WH NA28 ] + καὶ Treg RP