1Συνίστημι δὲ ὑμῖν Φοίβην τὴν ἀδελφὴν ἡμῶν, οὖσαν ⸀καὶδιάκονον τῆς ἐκκλησίας τῆς ἐν Κεγχρεαῖς, 2ἵνα ⸂αὐτὴν προσδέξησθε ἐν κυρίῳ ἀξίως τῶν ἁγίων, καὶ παραστῆτε αὐτῇ ἐν ᾧ ἂν ὑμῶν χρῄζῃ πράγματι, καὶ γὰρ αὐτὴ προστάτις πολλῶν ἐγενήθη καὶ ⸂ἐμοῦ αὐτοῦ.
3Ἀσπάσασθε Πρίσκαν καὶ Ἀκύλαν τοὺς συνεργούς μου ἐν Χριστῷ Ἰησοῦ, 4οἵτινες ὑπὲρ τῆς ψυχῆς μου τὸν ἑαυτῶν τράχηλον ὑπέθηκαν, οἷς οὐκ ἐγὼ μόνος εὐχαριστῶ ἀλλὰ καὶ πᾶσαι αἱ ἐκκλησίαι τῶν ἐθνῶν, 5καὶ τὴν κατʼ οἶκον αὐτῶν ἐκκλησίαν. ἀσπάσασθε Ἐπαίνετον τὸν ἀγαπητόν μου, ὅς ἐστιν ἀπαρχὴ τῆς ⸀Ἀσίαςεἰς Χριστόν. 6ἀσπάσασθε ⸀Μαριάμ ἥτις πολλὰ ἐκοπίασεν εἰς ⸀ὑμᾶς 7ἀσπάσασθε Ἀνδρόνικον καὶ ⸀Ἰουνίαντοὺς συγγενεῖς μου καὶ συναιχμαλώτους μου, οἵτινές εἰσιν ἐπίσημοι ἐν τοῖς ἀποστόλοις, οἳ καὶ πρὸ ἐμοῦ ⸀γέγονανἐν Χριστῷ. 8ἀσπάσασθε ⸀Ἀμπλιᾶτοντὸν ἀγαπητόν μου ἐν κυρίῳ. 9ἀσπάσασθε Οὐρβανὸν τὸν συνεργὸν ἡμῶν ἐν Χριστῷ καὶ Στάχυν τὸν ἀγαπητόν μου. 10ἀσπάσασθε Ἀπελλῆν τὸν δόκιμον ἐν Χριστῷ. ἀσπάσασθε τοὺς ἐκ τῶν Ἀριστοβούλου. 11ἀσπάσασθε Ἡρῳδίωνα τὸν ⸀συγγενῆμου. ἀσπάσασθε τοὺς ἐκ τῶν Ναρκίσσου τοὺς ὄντας ἐν κυρίῳ. 12ἀσπάσασθε Τρύφαιναν καὶ Τρυφῶσαν τὰς κοπιώσας ἐν κυρίῳ. ἀσπάσασθε Περσίδα τὴν ἀγαπητήν, ἥτις πολλὰ ἐκοπίασεν ἐν κυρίῳ. 13ἀσπάσασθε Ῥοῦφον τὸν ἐκλεκτὸν ἐν κυρίῳ καὶ τὴν μητέρα αὐτοῦ καὶ ἐμοῦ. 14ἀσπάσασθε Ἀσύγκριτον, Φλέγοντα, ⸂Ἑρμῆν, Πατροβᾶν, Ἑρμᾶν⸃ καὶ τοὺς σὺν αὐτοῖς ἀδελφούς. 15ἀσπάσασθε Φιλόλογον καὶ Ἰουλίαν, Νηρέα καὶ τὴν ἀδελφὴν αὐτοῦ, καὶ Ὀλυμπᾶν καὶ τοὺς σὺν αὐτοῖς πάντας ἁγίους. 16Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Ἀσπάζονται ὑμᾶς αἱ ἐκκλησίαι ⸀πᾶσαιτοῦ Χριστοῦ.
17Παρακαλῶ δὲ ὑμᾶς, ἀδελφοί, σκοπεῖν τοὺς τὰς διχοστασίας καὶ τὰ σκάνδαλα παρὰ τὴν διδαχὴν ἣν ὑμεῖς ἐμάθετε ποιοῦντας, καὶ ⸀ἐκκλίνετεἀπʼ αὐτῶν· 18οἱ γὰρ τοιοῦτοι τῷ κυρίῳ ⸀ἡμῶνΧριστῷ οὐ δουλεύουσιν ἀλλὰ τῇ ἑαυτῶν κοιλίᾳ, καὶ διὰ τῆς χρηστολογίας καὶ εὐλογίας ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων. 19ἡ γὰρ ὑμῶν ὑπακοὴ εἰς πάντας ἀφίκετο· ⸂ἐφʼ ὑμῖν οὖν χαίρω, θέλω δὲ ὑμᾶς ⸀σοφοὺςεἶναι εἰς τὸ ἀγαθόν, ἀκεραίους δὲ εἰς τὸ κακόν. 20ὁ δὲ θεὸς τῆς εἰρήνης συντρίψει τὸν Σατανᾶν ὑπὸ τοὺς πόδας ὑμῶν ἐν τάχει. ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ ⸀Χριστοῦμεθʼ ὑμῶν.
21⸀Ἀσπάζεταιὑμᾶς Τιμόθεος ὁ συνεργός μου, καὶ Λούκιος καὶ Ἰάσων καὶ Σωσίπατρος οἱ συγγενεῖς μου. 22ἀσπάζομαι ὑμᾶς ἐγὼ Τέρτιος ὁ γράψας τὴν ἐπιστολὴν ἐν κυρίῳ. 23ἀσπάζεται ὑμᾶς Γάϊος ὁ ξένος μου καὶ ⸂ὅλης τῆς ἐκκλησίας. ἀσπάζεται ὑμᾶς Ἔραστος ὁ οἰκονόμος τῆς πόλεως καὶ Κούαρτος ὁ ἀδελφός.
24⸂Ἡ χάρις τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ μετὰ πάντων ὑμῶν⸃ ⸀Ἀμήν ‘p /’ ‘/book’

Notes


*16:1 καὶ WH NA28 ] – Treg RP

16:2 αὐτὴν προσδέξησθε NA28 RP ] προσδέξησθε αὐτὴν WH Treg

16:2 ἐμοῦ αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἐμοῦ RP

§16:5 Ἀσίας WH Treg NA28 ] Ἀχαΐας RP

*16:6 Μαριάμ RP ] Μαρίαν WH Treg NA28

16:6 ὑμᾶς WH Treg NA28 ] ἡμᾶς RP

16:7 Ἰουνίαν WH Treg RP ] Ἰουνιᾶν NA28

§16:7 γέγοναν WH Treg NA28 ] γεγόνασιν RP

*16:8 Ἀμπλιᾶτον WH NA28 Treg ] Ἀμπλίαν RP

16:11 συγγενῆ WH NA28 RP ] συγγενῆν Treg

16:14 Ἑρμῆν Πατροβᾶν Ἑρμᾶν WH Treg NA28 ] Ἑρμᾶν Πατρόβαν Ἑρμῆν RP

§16:16 πᾶσαι WH Treg NA28 ] – RP

*16:17 ἐκκλίνετε WH Treg NA28 ] ἐκκλίνατε RP

16:18 ἡμῶν WH Treg NA28 ] + Ἰησοῦ RP

16:19 ἐφʼ ὑμῖν οὖν χαίρω WH Treg NA28 ] Χαίρω οὖν τὸ ἐφʼ ὑμῖν RP

§16:19 σοφοὺς Treg NA28 ] + μὲν WH RP

*16:20 Χριστοῦ Treg RP ] – WH NA28

16:21 Ἀσπάζεται WH Treg NA28 ] Ἀσπάζονται RP

16:23 ὅλης τῆς ἐκκλησίας WH Treg NA28 ] τῆς ἐκκλησίας ὅλης RP

§16:24 Ἡ χάρις … ὑμῶν RP ] – WH Treg NA28

*16:24 Ἀμήν RP ] 25 Τῷ δὲ δυναμένῳ ὑμᾶς στηρίξαι κατὰ τὸ εὐαγγέλιόν μου καὶ τὸ κήρυγμα Ἰησοῦ Χριστοῦ, κατὰ ἀποκάλυψιν μυστηρίου χρόνοις αἰωνίοις σεσιγημένου, 26 φανερωθέντος δὲ νῦν διά τε γραφῶν προφητικῶν κατʼ ἐπιταγὴν τοῦ αἰωνίου θεοῦ εἰς ὑπακοὴν πίστεως εἰς πάντα τὰ ἔθνη γνωρισθέντος, 27 μόνῳ σοφῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ ᾧ ἡ δόξα εἰς τοὺς αἰῶνας· ἀμήν. WH Treg NA28