9
1 Συγκαλεσάμενος δὲ τοὺς δώδεκα, ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν. 2Καὶ ἀπέστειλεν αὐτοὺς κηρύσσειν τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ἰᾶσθαι τοὺς ἀσθενοῦντας. 3Καὶ εἶπε πρὸς αὐτούς, Μηδὲν αἴρετε εἰς τὴν ὁδόν· μήτε ῥάβδους, μήτε πήραν, μήτε ἄρτον, μήτε ἀργύριον, μήτε ἀνὰ δύο χιτῶνας ἔχειν. 4Καὶ εἰς ἣν ἂν οἰκίαν εἰσέλθητε, ἐκεῖ μένετε, καὶ ἐκεῖθεν ἐξέρχεσθε. 5Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης καὶ τὸν κονιορτὸν ἀπὸ τῶν ποδῶν ὑμῶν ἀποτινάξατε εἰς μαρτύριον ἐπ᾽ αὐτούς. 6Ἐξερχόμενοι δὲ διήρχοντο κατὰ τὰς κώμας, εὐαγγελιζόμενοι καὶ θεραπεύοντες πανταχοῦ.
7Ἤκουσε δὲ Ἡρῴδης ὁ τετράρχης τὰ γινόμενα ὑπ᾽ αὐτοῦ πάντα· καὶ διηπόρει, διὰ τὸ λέγεσθαι ὑπό τινων ὅτι Ἰωάννης ἐγήγερται ἐκ νεκρῶν· 8ὑπό τινων δὲ ὅτι Ἠλίας ἐφάνη· ἄλλων δὲ ὅτι Προφήτης εἷς τῶν ἀρχαίων ἀνέστη. 9 Καὶ εἶπεν Ἡρῴδης, Ἰωάννην ἐγὼ ἀπεκεφάλισα· τίς δέ ἐστιν οὗτος, περὶ οὗ ἐγὼ ἀκούω τοιαῦτα; Καὶ ἐζήτει ἰδεῖν αὐτόν.
10Καὶ ὑποστρέψαντες οἱ ἀπόστολοι διηγήσαντο αὐτῷ ὅσα ἐποίησαν. Καὶ παραλαβὼν αὐτούς, ὑπεχώρησε κατ᾽ ἰδίαν εἰς τόπον ἔρημον πόλεως καλουμένης Βηθσαϊδάν. 11Οἱ δὲ ὄχλοι γνόντες ἠκολούθησαν αὐτῷ· καὶ δεξάμενος αὐτούς, ἐλάλει αὐτοῖς περὶ τῆς βασιλείας τοῦ Θεοῦ, καὶ τοὺς χρείαν ἔχοντας θεραπείας ἰᾶτο.
12Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν· προσελθόντες δὲ οἱ δώδεκα εἶπον αὐτῷ, Ἀπόλυσον τὸν ὄχλον, ἵνα ἀπελθόντες εἰς τὰς κύκλῳ κώμας καὶ τοὺς ἀγροὺς καταλύσωσι, καὶ εὕρωσιν ἐπισιτισμόν· ὅτι ὧδε ἐν ἐρήμῳ τόπῳ ἐσμέν. 13Εἶπε δὲ πρὸς αὐτούς, Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. Οἱ δὲ εἶπον, Οὐκ εἰσὶν ἡμῖν πλεῖον ἢ πέντε ἄρτοι καὶ ἰχθύες δύο, εἰ μήτι πορευθέντες ἡμεῖς ἀγοράσωμεν εἰς πάντα τὸν λαὸν τοῦτον βρώματα. 14Ἦσαν γὰρ ὡσεὶ ἄνδρες πεντακισχίλιοι. Εἶπε δὲ πρὸς τοὺς μαθητὰς αὐτοῦ, Κατακλίνατε αὐτοὺς κλισίας ἀνὰ πεντήκοντα. 15Καὶ ἐποίησαν οὕτω, καὶ ἀνέκλιναν ἅπαντας. 16Λαβὼν δὲ τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν αὐτούς, καὶ κατέκλασε, καὶ ἐδίδου τοῖς μαθηταῖς παρατιθέναι τῷ ὄχλῳ. 17Καὶ ἔφαγον καὶ ἐχορτάσθησαν πάντες· καὶ ἤρθη τὸ περισσεῦσαν αὐτοῖς κλασμάτων, κόφινοι δώδεκα.
18Καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτὸν προσευχόμενον καταμόνας, συνῆσαν αὐτῷ οἱ μαθηταί· καὶ ἐπηρώτησεν αὐτούς, λέγων, Τίνα με λέγουσιν οἱ ὄχλοι εἶναι; 19Οἱ δὲ ἀποκριθέντες εἶπον, Ἰωάννην τὸν βαπτιστήν· ἄλλοι δὲ Ἠλίαν· ἄλλοι δὲ ὅτι Προφήτης τις τῶν ἀρχαίων ἀνέστη. 20Εἶπε δὲ αὐτοῖς, Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπε, Τὸν Χριστὸν τοῦ Θεοῦ.
21Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο, 22εἰπὼν ὅτι Δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ἀπὸ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων, καὶ ἀποκτανθῆναι, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστῆναι.
23Ἔλεγε δὲ πρὸς πάντας, Εἴ τις θέλει ὀπίσω μου ἐλθεῖν, ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 24Ὃς γὰρ ἐὰν θέλῃ τὴν ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ἀπολέσῃ τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ, οὗτος σώσει αὐτήν. 25Τί γὰρ ὠφελεῖται ἄνθρωπος, κερδήσας τὸν κόσμον ὅλον, ἑαυτὸν δὲ ἀπολέσας ἢ ζημιωθείς; 26Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους, τοῦτον ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ αὐτοῦ καὶ τοῦ πατρὸς καὶ τῶν ἁγίων ἀγγέλων. 27Λέγω δὲ ὑμῖν ἀληθῶς, εἰσί τινες τῶν ὧδε ἑστώτων, οἳ οὐ μὴ γεύσωνται θανάτου, ἕως ἂν ἴδωσι τὴν βασιλείαν τοῦ Θεοῦ.
28Ἐγένετο δὲ μετὰ τοὺς λόγους τούτους ὡσεὶ ἡμέραι ὀκτώ, καὶ παραλαβὼν Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον, ἀνέβη εἰς τὸ ὄρος προσεύξασθαι. 29Καὶ ἐγένετο, ἐν τῷ προσεύχεσθαι αὐτόν, τὸ εἶδος τοῦ προσώπου αὐτοῦ ἕτερον, καὶ ὁ ἱματισμὸς αὐτοῦ λευκὸς ἐξαστράπτων. 30Καὶ ἰδού, ἄνδρες δύο συνελάλουν αὐτῷ, οἵτινες ἦσαν Μωσῆς καὶ Ἠλίας, 31οἳ ὀφθέντες ἐν δόξῃ ἔλεγον τὴν ἔξοδον αὐτοῦ ἣν ἔμελλε πληροῦν ἐν Ἱερουσαλήμ. 32Ὁ δὲ Πέτρος καὶ οἱ σὺν αὐτῷ ἦσαν βεβαρημένοι ὕπνῳ· διαγρηγορήσαντες δὲ εἶδον τὴν δόξαν αὐτοῦ, καὶ τοὺς δύο ἄνδρας τοὺς συνεστῶτας αὐτῷ. 33Καὶ ἐγένετο, ἐν τῷ διαχωρίζεσθαι αὐτοὺς ἀπ᾽ αὐτοῦ, εἶπε Πέτρος πρὸς τὸν Ἰησοῦν, Ἐπιστάτα, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· καὶ ποιήσωμεν σκηνὰς τρεῖς, μίαν σοί, καὶ μίαν Μωσῇ, καὶ μίαν Ἠλίᾳ· μὴ εἰδὼς ὃ λέγει. 34Ταῦτα δὲ αὐτοῦ λέγοντος, ἐγένετο νεφέλη καὶ ἐπεσκίασεν αὐτούς· ἐφοβήθησαν δὲ ἐν τῷ ἐκείνους εἰσελθεῖν εἰς τὴν νεφέλην. 35Καὶ φωνὴ ἐγένετο ἐκ τῆς νεφέλης, λέγουσα, Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός· αὐτοῦ ἀκούετε. 36Καὶ ἐν τῷ γενέσθαι τὴν φωνήν, εὑρέθη ὁ Ἰησοῦς μόνος. Καὶ αὐτοὶ ἐσίγησαν, καὶ οὐδενὶ ἀπήγγειλαν ἐν ἐκείναις ταῖς ἡμέραις οὐδὲν ὧν ἑωράκασιν.
37Ἐγένετο δὲ ἐν τῇ ἑξῆς ἡμέρᾳ, κατελθόντων αὐτῶν ἀπὸ τοῦ ὄρους, συνήντησεν αὐτῷ ὄχλος πολύς. 38Καὶ ἰδού, ἀνὴρ ἀπὸ τοῦ ὄχλου ἀνεβόησε, λέγων, Διδάσκαλε, δέομαί σου, ἐπίβλεψαι ἐπὶ τὸν υἱόν μου, ὅτι μονογενής ἐστί μοι· 39καὶ ἰδού, πνεῦμα λαμβάνει αὐτόν, καὶ ἐξαίφνης κράζει, καὶ σπαράσσει αὐτὸν μετὰ ἀφροῦ, καὶ μόγις ἀποχωρεῖ ἀπ᾽ αὐτοῦ, συντρῖβον αὐτόν. 40Καὶ ἐδεήθην τῶν μαθητῶν σου ἵνα ἐκβάλωσιν αὐτό, καὶ οὐκ ἠδυνήθησαν. 41Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν, Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ἔσομαι πρὸς ὑμᾶς, καὶ ἀνέξομαι ὑμῶν; Προσάγαγε τὸν υἱόν σου ὧδε. 42Ἔτι δὲ προσερχομένου αὐτοῦ, ἔρρηξεν αὐτὸν τὸ δαιμόνιον καὶ συνεσπάραξεν· ἐπετίμησε δὲ ὁ Ἰησοῦς τῷ πνεύματι τῷ ἀκαθάρτῳ, καὶ ἰάσατο τὸν παῖδα, καὶ ἀπέδωκεν αὐτὸν τῷ πατρὶ αὐτοῦ. 43Ἐξεπλήσσοντο δὲ πάντες ἐπὶ τῇ μεγαλειότητι τοῦ Θεοῦ.
Πάντων δὲ θαυμαζόντων ἐπὶ πᾶσιν οἷς ἐποίησεν ὁ Ἰησοῦς, εἶπε πρὸς τοὺς μαθητὰς αὐτοῦ, 44Θέσθε ὑμεῖς εἰς τὰ ὦτα ὑμῶν τοὺς λόγους τούτους· ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου μέλλει παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων. 45Οἱ δὲ ἠγνόουν τὸ ῥῆμα τοῦτο, καὶ ἦν παρακεκαλυμμένον ἀπ᾽ αὐτῶν, ἵνα μὴ αἴσθωνται αὐτό· καὶ ἐφοβοῦντο ἐρωτῆσαι αὐτὸν περὶ τοῦ ῥήματος τούτου.
46Εἰσῆλθε δὲ διαλογισμὸς ἐν αὐτοῖς, τὸ τίς ἂν εἴη μείζων αὐτῶν. 47Ὁ δὲ Ἰησοῦς ἰδὼν τὸν διαλογισμὸν τῆς καρδίας αὐτῶν, ἐπιλαβόμενος παιδίου, ἔστησεν αὐτὸ παρ᾽ ἑαυτῷ, 48καὶ εἶπεν αὐτοῖς, Ὃς ἐὰν δέξηται τοῦτο τὸ παιδίον ἐπὶ τῷ ὀνόματί μου ἐμὲ δέχεται· καὶ ὃς ἐὰν ἐμὲ δέξηται δέχεται τὸν ἀποστείλαντά με· ὁ γὰρ μικρότερος ἐν πᾶσιν ὑμῖν ὑπάρχων οὗτος ἔσται μέγας.
49Ἀποκριθεὶς δὲ ὁ Ἰωάννης εἶπεν, Ἐπιστάτα, εἴδομέν τινα ἐπὶ τῷ ὀνόματί σου ἐκβάλλοντα δαιμόνια· καὶ ἐκωλύσαμεν αὐτόν, ὅτι οὐκ ἀκολουθεῖ μεθ᾽ ἡμῶν. 50 Καὶ εἶπε πρὸς αὐτὸν ὁ Ἰησοῦς, Μὴ κωλύετε· ὃς γὰρ οὐκ ἔστι καθ᾽ ἡμῶν ὑπὲρ ἡμῶν ἐστιν.
51Ἐγένετο δὲ ἐν τῷ συμπληροῦσθαι τὰς ἡμέρας τῆς ἀναλήψεως αὐτοῦ, καὶ αὐτὸς τὸ πρόσωπον αὐτοῦ ἐστήριξε τοῦ πορεύεσθαι εἰς Ἱερουσαλήμ, 52καὶ ἀπέστειλεν ἀγγέλους πρὸ προσώπου αὐτοῦ· καὶ πορευθέντες εἰσῆλθον εἰς κώμην Σαμαρειτῶν, ὥστε ἑτοιμάσαι αὐτῷ. 53Καὶ οὐκ ἐδέξαντο αὐτόν, ὅτι τὸ πρόσωπον αὐτοῦ ἦν πορευόμενον εἰς Ἱερουσαλήμ. 54Ἰδόντες δὲ οἱ μαθηταὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης εἶπον, Κύριε, θέλεις εἴπωμεν πῦρ καταβῆναι ἀπὸ τοῦ οὐρανοῦ, καὶ ἀναλῶσαι αὐτούς, ὡς καὶ Ἠλίας ἐποίησε; 55Στραφεὶς δὲ ἐπετίμησεν αὐτοῖς, καὶ εἶπεν, Οὐκ οἴδατε οἵου πνεύματός ἐστε ὑμεῖς· 56 ὁ γὰρ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἦλθε ψυχὰς ἀνθρώπων ἀπολέσαι, ἀλλὰ σῶσαι. Καὶ ἐπορεύθησαν εἰς ἑτέραν κώμην.
57 Ἐγένετο δὲ πορευομένων αὐτῶν ἐν τῇ ὁδῷ, εἶπέ τις πρὸς αὐτόν, Ἀκολουθήσω σοι ὅπου ἂν ἀπέρχῃ, Κύριε. 58Καὶ εἶπεν αὐτῷ ὁ Ἰησοῦς, Αἱ ἀλώπεκες φωλεοὺς ἔχουσι, καὶ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσεις· ὁ δὲ υἱὸς τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλίνῃ. 59Εἶπε δὲ πρὸς ἕτερον, Ἀκολούθει μοι. Ὁ δὲ εἶπε, Κύριε, ἐπίτρεψόν μοι ἀπελθόντι πρῶτον θάψαι τὸν πατέρα μου. 60Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς, Ἄφες τοὺς νεκροὺς θάψαι τοὺς ἑαυτῶν νεκρούς· σὺ δὲ ἀπελθὼν διάγγελλε τὴν βασιλείαν τοῦ Θεοῦ. 61Εἶπε δὲ καὶ ἕτερος, Ἀκολουθήσω σοι, Κύριε· πρῶτον δὲ ἐπίτρεψόν μοι ἀποτάξασθαι τοῖς εἰς τὸν οἶκόν μου. 62Εἶπε δὲ ὁ Ἰησοῦς πρὸς αὐτόν, Οὐδείς, ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ᾽ ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, εὔθετός ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Notes
*9:1
συγκαλεσαμενος ¦ συνκαλεσαμενος WH
†9:1
δωδεκα ¦ δωδεκα μαθητας αυτου ANT TR
‡9:2
τους ασθενουντας 97.3% ¦ τους ασθενεις NA SBL TH 1.3% ¦ — WH 0.1%
§9:3
ραβδους ¦ ραβδον CT
*9:3
ανα 98.9% ¦ — TH WH 1%
†9:4
αν ¦ — PCK
‡9:5
εαν ¦ αν CT TR
§9:5
δεξωνται ¦ δεχωνται CT
*9:5
και ¦ — CT
†9:5
αποτιναξατε ¦ αποτινασσετε NA SBL WH ¦ αποτινασσατε TH
‡9:7
τετραρχης ¦ τετρααρχης NA SBL WH
§9:7
γινομενα ¦ γεινομενα TH
*9:7
υπ αυτου ¦ — CT
†9:7
ιωαννης ¦ ιωανης WH
‡9:7
εγηγερται ¦ ηγερθη CT
§9:7
νεκρων ¦ των νεκρων ANT
*9:8
ηλιας ¦ ηλειας TH WH
†9:8
εις ¦ τις ANT CT
‡9:9
και ειπεν ¦ ειπε δε CT
§9:9
ηρωδης ¦ ο ηρωδης ANT SBL TR WH
*9:9
ιωαννην ¦ ιωανην WH
†9:9
εγω ¦ — CT
‡9:10
τοπον ερημον πολεως καλουμενης ¦ πολιν καλουμενην CT
§9:10
βηθσαιδαν ¦ βηθσαιδα ANT CT PCK TR
*9:11
δεξαμενος ¦ αποδεξαμενος CT
†9:11
ιατο ¦ ιασατο ANT
‡9:12
κλινειν ¦ κλεινειν TH
§9:12
ειπον ¦ ειπαν NA SBL WH
*9:12
απελθοντες ¦ πορευθεντες ANT CT
†9:12
τους ¦ — CT
‡9:13
υμεις φαγειν ¦ φαγειν υμεις WH
§9:13
ειπον ¦ ειπαν CT
*9:13
πεντε αρτοι ¦ αρτοι πεντε CT
†9:13
ιχθυες δυο ¦ δυο ιχθυες TR
‡9:13
αγορασωμεν ¦ αγορασομεν ANT PCK
§9:14
πεντακισχιλιοι ¦ πεντακισχειλιοι TH
*9:14
ανα ¦ ωσει ανα CT
†9:15
ανεκλιναν ¦ κατεκλιναν CT
‡9:16
παρατιθεναι ¦ παραθειναι ANT CT
§9:18
λεγουσιν οι οχλοι ¦ οι οχλοι λεγουσιν SBL TH WH
*9:19
ειπον ¦ ειπαν CT
†9:19
ιωαννην ¦ ιωανην WH
‡9:19
ηλιαν ¦ ηλειαν TH WH
§9:20
αποκριθεις δε ο πετρος ¦ αποκριθεις δε πετρος PCK ¦ πετρος δε αποκριθεις CT
*9:21
ειπειν ¦ λεγειν ANT CT
†9:22
αναστηναι ¦ εγερθηναι ANT BYZ CT HF PCK TR
‡9:23
ελθειν ¦ ερχεσθαι ANT CT
§9:23
απαρνησασθω ¦ αρνησασθω CT
*9:23
αυτου ¦ αυτου καθ ημεραν ANT CT TR
†9:24
εαν ¦ αν ANT CT TR
‡9:26
αν ¦ εαν ANT
§9:27
ωδε ¦ αυτου CT
*9:27
εστωτων ¦ εστηκοτων ANT CT TR
†9:27
γευσωνται ¦ γευσονται TR
‡9:28
και ¦ — TH WH
§9:28
πετρον ¦ τον πετρον ANT TR
*9:28
ιωαννην ¦ ιωανην WH
†9:30
μωσης ¦ μωυσης ANT CT
‡9:30
ηλιας ¦ ηλειας TH WH
§9:31
εμελλε ¦ ημελλε NA SBL WH
*9:32
ειδον ¦ ειδαν WH
†9:33
πετρος ¦ ο πετρος ANT CT PCK TR
‡9:33
μιαν μωση ¦ μιαν μωσει BYZ PCK ¦ μωσει μιαν TR ¦ μιαν μωυσει ANT CT
§9:33
ηλια ¦ ηλεια TH WH
*9:34
επεσκιασεν ¦ επεσκιαζεν CT
†9:34
εκεινους εισελθειν ¦ εισελθειν εκεινους ANT ¦ εισελθειν αυτους CT
‡9:35
αγαπητος ¦ εκλελεγμενος CT
§9:36
ο ¦ — CT
*9:36
εωρακασιν ¦ εωρακαν CT
†9:37
εν ¦ — CT
‡9:38
ανεβοησε ¦ εβοησε CT
§9:38
επιβλεψαι ¦ επιβλεψον ANT BYZ PCK TR
*9:38
εστι μοι ¦ μοι εστι ANT CT
†9:39
εξαιφνης ¦ εξεφνης WH
‡9:39
μογις ¦ μολις WH
§9:40
εκβαλωσιν ¦ εκβαλλωσιν TR
*9:41
τον υιον σου ωδε ¦ ωδε τον υιον σου CT TR
†9:43
εποιησεν ο ιησους ¦ εποιει CT
‡9:47
ιδων ¦ ειδως CT
§9:47
παιδιου ¦ παιδιον CT
*9:48
εαν ¦ αν SBL TH WH
†9:48
εαν ¦ αν CT
‡9:48
μικροτερος ¦ μεικροτερος TH
§9:48
υμιν ¦ υμων PCK
*9:48
εσται ¦ εστι ANT CT
†9:49
ο ¦ — CT
‡9:49
ιωαννης ¦ ιωανης WH
§9:49
ειδομεν ¦ ειδαμεν WH
*9:49
επι ¦ εν CT
†9:49
δαιμονια ¦ τα δαιμονια TR
‡9:49
εκωλυσαμεν ¦ εκωλυομεν CT
§9:50
και ειπε ¦ ειπε δε CT
*9:50
ο ¦ — WH
†9:50
κωλυετε ¦ κωλυετε ου γαρ εστι καθ υμων ANT
‡9:50
ημων υπερ ημων ¦ υμων υπερ υμων ANT CT
§9:51
αναληψεως ¦ αναλημψεως CT
*9:51
το προσωπον αυτου εστηριξε ¦ εστηριξε το προσωπον αυτου ANT ¦ το προσωπον εστηρισε CT
†9:52
αυτου ¦ εαυτου PCK
‡9:52
σαμαρειτων ¦ σαμαριτων NA SBL
§9:52
ωστε ¦ ως CT
*9:54
αυτου ¦ — CT
†9:54
ιωαννης ¦ ιωανης WH
‡9:54
ειπον ¦ ειπαν CT
§9:54
του ¦ — ANT
*9:54
ως και ηλιας εποιησε 96.8% ¦ — CT 1%
†9:55
και ειπεν ουκ οιδατε οιου πνευματος εστε υμεις 43.8% ¦ και ειπεν ουκ οιδατε ποιου πνευματος εστε υμεις ANT 9.6% ¦ — BYZ CT 24.8%
‡9:56
ο γαρ υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι αλλα σωσαι 50.7% ¦ ο υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι αλλα σωσαι ANT 10.4% ¦ — BYZ CT 25.9%
§9:57
εγενετο δε ¦ και CT
*9:57
αν ¦ εαν ANT BYZ CT
†9:57
κυριε ¦ — CT
‡9:58
κλινη ¦ κλεινη TH
§9:59
κυριε ¦ — WH
*9:59
απελθοντι πρωτον ¦ πρωτον απελθοντι TH WH
†9:60
ο ιησους ¦ — CT
‡9:62
ο ιησους προς αυτον ¦ προς αυτον ο ιησους NA TH TR WH ¦ ο ιησους SBL
§9:62
αυτου ¦ — NA SBL WH
*9:62
εις την βασιλειαν ¦ τη βασιλεια CT
συγκαλεσαμενος ¦ συνκαλεσαμενος WH
δωδεκα ¦ δωδεκα μαθητας αυτου ANT TR
τους ασθενουντας 97.3% ¦ τους ασθενεις NA SBL TH 1.3% ¦ — WH 0.1%
ραβδους ¦ ραβδον CT
ανα 98.9% ¦ — TH WH 1%
αν ¦ — PCK
εαν ¦ αν CT TR
δεξωνται ¦ δεχωνται CT
και ¦ — CT
αποτιναξατε ¦ αποτινασσετε NA SBL WH ¦ αποτινασσατε TH
τετραρχης ¦ τετρααρχης NA SBL WH
γινομενα ¦ γεινομενα TH
υπ αυτου ¦ — CT
ιωαννης ¦ ιωανης WH
εγηγερται ¦ ηγερθη CT
νεκρων ¦ των νεκρων ANT
ηλιας ¦ ηλειας TH WH
εις ¦ τις ANT CT
και ειπεν ¦ ειπε δε CT
ηρωδης ¦ ο ηρωδης ANT SBL TR WH
ιωαννην ¦ ιωανην WH
εγω ¦ — CT
τοπον ερημον πολεως καλουμενης ¦ πολιν καλουμενην CT
βηθσαιδαν ¦ βηθσαιδα ANT CT PCK TR
δεξαμενος ¦ αποδεξαμενος CT
ιατο ¦ ιασατο ANT
κλινειν ¦ κλεινειν TH
ειπον ¦ ειπαν NA SBL WH
απελθοντες ¦ πορευθεντες ANT CT
τους ¦ — CT
υμεις φαγειν ¦ φαγειν υμεις WH
ειπον ¦ ειπαν CT
πεντε αρτοι ¦ αρτοι πεντε CT
ιχθυες δυο ¦ δυο ιχθυες TR
αγορασωμεν ¦ αγορασομεν ANT PCK
πεντακισχιλιοι ¦ πεντακισχειλιοι TH
ανα ¦ ωσει ανα CT
ανεκλιναν ¦ κατεκλιναν CT
παρατιθεναι ¦ παραθειναι ANT CT
λεγουσιν οι οχλοι ¦ οι οχλοι λεγουσιν SBL TH WH
ειπον ¦ ειπαν CT
ιωαννην ¦ ιωανην WH
ηλιαν ¦ ηλειαν TH WH
αποκριθεις δε ο πετρος ¦ αποκριθεις δε πετρος PCK ¦ πετρος δε αποκριθεις CT
ειπειν ¦ λεγειν ANT CT
αναστηναι ¦ εγερθηναι ANT BYZ CT HF PCK TR
ελθειν ¦ ερχεσθαι ANT CT
απαρνησασθω ¦ αρνησασθω CT
αυτου ¦ αυτου καθ ημεραν ANT CT TR
εαν ¦ αν ANT CT TR
αν ¦ εαν ANT
ωδε ¦ αυτου CT
εστωτων ¦ εστηκοτων ANT CT TR
γευσωνται ¦ γευσονται TR
και ¦ — TH WH
πετρον ¦ τον πετρον ANT TR
ιωαννην ¦ ιωανην WH
μωσης ¦ μωυσης ANT CT
ηλιας ¦ ηλειας TH WH
εμελλε ¦ ημελλε NA SBL WH
ειδον ¦ ειδαν WH
πετρος ¦ ο πετρος ANT CT PCK TR
μιαν μωση ¦ μιαν μωσει BYZ PCK ¦ μωσει μιαν TR ¦ μιαν μωυσει ANT CT
ηλια ¦ ηλεια TH WH
επεσκιασεν ¦ επεσκιαζεν CT
εκεινους εισελθειν ¦ εισελθειν εκεινους ANT ¦ εισελθειν αυτους CT
αγαπητος ¦ εκλελεγμενος CT
ο ¦ — CT
εωρακασιν ¦ εωρακαν CT
εν ¦ — CT
ανεβοησε ¦ εβοησε CT
επιβλεψαι ¦ επιβλεψον ANT BYZ PCK TR
εστι μοι ¦ μοι εστι ANT CT
εξαιφνης ¦ εξεφνης WH
μογις ¦ μολις WH
εκβαλωσιν ¦ εκβαλλωσιν TR
τον υιον σου ωδε ¦ ωδε τον υιον σου CT TR
εποιησεν ο ιησους ¦ εποιει CT
ιδων ¦ ειδως CT
παιδιου ¦ παιδιον CT
εαν ¦ αν SBL TH WH
εαν ¦ αν CT
μικροτερος ¦ μεικροτερος TH
υμιν ¦ υμων PCK
εσται ¦ εστι ANT CT
ο ¦ — CT
ιωαννης ¦ ιωανης WH
ειδομεν ¦ ειδαμεν WH
επι ¦ εν CT
δαιμονια ¦ τα δαιμονια TR
εκωλυσαμεν ¦ εκωλυομεν CT
και ειπε ¦ ειπε δε CT
ο ¦ — WH
κωλυετε ¦ κωλυετε ου γαρ εστι καθ υμων ANT
ημων υπερ ημων ¦ υμων υπερ υμων ANT CT
αναληψεως ¦ αναλημψεως CT
το προσωπον αυτου εστηριξε ¦ εστηριξε το προσωπον αυτου ANT ¦ το προσωπον εστηρισε CT
αυτου ¦ εαυτου PCK
σαμαρειτων ¦ σαμαριτων NA SBL
ωστε ¦ ως CT
αυτου ¦ — CT
ιωαννης ¦ ιωανης WH
ειπον ¦ ειπαν CT
του ¦ — ANT
ως και ηλιας εποιησε 96.8% ¦ — CT 1%
και ειπεν ουκ οιδατε οιου πνευματος εστε υμεις 43.8% ¦ και ειπεν ουκ οιδατε ποιου πνευματος εστε υμεις ANT 9.6% ¦ — BYZ CT 24.8%
ο γαρ υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι αλλα σωσαι 50.7% ¦ ο υιος του ανθρωπου ουκ ηλθεν ψυχας ανθρωπων απολεσαι αλλα σωσαι ANT 10.4% ¦ — BYZ CT 25.9%
εγενετο δε ¦ και CT
αν ¦ εαν ANT BYZ CT
κυριε ¦ — CT
κλινη ¦ κλεινη TH
κυριε ¦ — WH
απελθοντι πρωτον ¦ πρωτον απελθοντι TH WH
ο ιησους ¦ — CT
ο ιησους προς αυτον ¦ προς αυτον ο ιησους NA TH TR WH ¦ ο ιησους SBL
αυτου ¦ — NA SBL WH
εις την βασιλειαν ¦ τη βασιλεια CT