1Μετὰ δὲ ταῦτα ἀνέδειξεν ὁ Κύριος καὶ ἑτέρους ἑβδομήκοντα, καὶ ἀπέστειλεν αὐτοὺς ἀνὰ δύο πρὸ προσώπου αὐτοῦ εἰς πᾶσαν πόλιν καὶ τόπον οὗ ἔμελλεν αὐτὸς ἔρχεσθαι. 2Ἔλεγεν οὖν πρὸς αὐτούς, Ὁ μὲν θερισμὸς πολύς, οἱ δὲ ἐργάται ὀλίγοι· δεήθητε οὖν τοῦ Κυρίου τοῦ θερισμοῦ, ὅπως ἐκβάλῃ ἐργάτας εἰς τὸν θερισμὸν αὐτοῦ. 3Ὑπάγετε· ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς ἄρνας ἐν μέσῳ λύκων. 4Μὴ βαστάζετε βαλάντιον, μὴ πήραν, μηδὲ ὑποδήματα· καὶ μηδένα κατὰ τὴν ὁδὸν ἀσπάσησθε. 5Εἰς ἣν δ᾽ ἂν οἰκίαν εἰσέρχησθε, πρῶτον λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. 6Καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ᾽ αὐτὸν ἡ εἰρήνη ὑμῶν· εἰ δὲ μήγε, ἐφ᾽ ὑμᾶς ἀνακάμψει. 7Ἐν αὐτῇ δὲ τῇ οἰκίᾳ μένετε, ἐσθίοντες καὶ πίνοντες τὰ παρ᾽ αὐτῶν· ἄξιος γὰρ ὁ ἐργάτης τοῦ μισθοῦ αὐτοῦ ἐστι. Μὴ μεταβαίνετε ἐξ οἰκίας εἰς οἰκίαν. 8Καὶ εἰς ἣν ἂν πόλιν εἰσέρχησθε, καὶ δέχωνται ὑμᾶς, ἐσθίετε τὰ παρατιθέμενα ὑμῖν, 9καὶ θεραπεύετε τοὺς ἐν αὐτῇ ἀσθενεῖς, καὶ λέγετε αὐτοῖς, Ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 10Εἰς ἣν δ᾽ ἂν πόλιν εἰσέρχησθε, καὶ μὴ δέχωνται ὑμᾶς, ἐξελθόντες εἰς τὰς πλατείας αὐτῆς εἴπατε, 11Καὶ τὸν κονιορτὸν τὸν κολληθέντα ἡμῖν ἐκ τῆς πόλεως ὑμῶν ἀπομασσόμεθα ὑμῖν· πλὴν τοῦτο γινώσκετε, ὅτι ἤγγικεν ἐφ᾽ ὑμᾶς ἡ βασιλεία τοῦ Θεοῦ. 12 Λέγω ὑμῖν ὅτι Σοδόμοις ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἀνεκτότερον ἔσται, ἢ τῇ πόλει ἐκείνῃ.
13Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ καθήμεναι μετενόησαν. 14Πλὴν Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν τῇ κρίσει, ἢ ὑμῖν. 15Καὶ σύ, Καπερναούμ, ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα, ἕως ᾍδου καταβιβασθήσῃ.
16Ὁ ἀκούων ὑμῶν ἐμοῦ ἀκούει· καὶ ὁ ἀθετῶν ὑμᾶς ἐμὲ ἀθετεῖ· ὁ δὲ ἐμὲ ἀθετῶν ἀθετεῖ τὸν ἀποστείλαντά με.
17Ὑπέστρεψαν δὲ οἱ ἑβδομήκοντα μετὰ χαρᾶς, λέγοντες, Κύριε, καὶ τὰ δαιμόνια ὑποτάσσεται ἡμῖν ἐν τῷ ὀνόματί σου. 18Εἶπε δὲ αὐτοῖς, Ἐθεώρουν τὸν Σατανᾶν ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ πεσόντα. 19Ἰδού, δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ· καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ. 20Πλὴν ἐν τούτῳ μὴ χαίρετε ὅτι τὰ πνεύματα ὑμῖν ὑποτάσσεται· χαίρετε δὲ ὅτι τὰ ὀνόματα ὑμῶν ἐγράφη ἐν τοῖς οὐρανοῖς.
21Ἐν αὐτῇ τῇ ὥρᾳ ἠγαλλιάσατο τῷ πνεύματι ὁ Ἰησοῦς, καὶ εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. Ναί, ὁ πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου. 22 Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς εἶπε, Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς γινώσκει τίς ἐστιν ὁ υἱός, εἰ μὴ ὁ πατήρ, καὶ τίς ἐστιν ὁ πατήρ, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι.
23Καὶ στραφεὶς πρὸς τοὺς μαθητὰς κατ᾽ ἰδίαν εἶπε, Μακάριοι οἱ ὀφθαλμοὶ οἱ βλέποντες ἃ βλέπετε. 24Λέγω γὰρ ὑμῖν ὅτι πολλοὶ προφῆται καὶ βασιλεῖς ἠθέλησαν ἰδεῖν ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον· καὶ ἀκοῦσαι ἃ ἀκούετε, καὶ οὐκ ἤκουσαν.
25Καὶ ἰδού, νομικός τις ἀνέστη, ἐκπειράζων αὐτόν, καὶ λέγων, Διδάσκαλε, τί ποιήσας ζωὴν αἰώνιον κληρονομήσω; 26Ὁ δὲ εἶπε πρὸς αὐτόν, Ἐν τῷ νόμῳ τί γέγραπται; Πῶς ἀναγινώσκεις; 27Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Ἀγαπήσεις Κύριον τὸν Θεόν σου, ἐξ ὅλης τῆς καρδίας σου, καὶ ἐξ ὅλης τῆς ψυχῆς σου, καὶ ἐξ ὅλης τῆς ἰσχύος σου, καὶ ἐξ ὅλης τῆς διανοίας σου· καὶ τὸν πλησίον σου ὡς σεαυτόν. 28Εἶπε δὲ αὐτῷ, Ὀρθῶς ἀπεκρίθης· τοῦτο ποίει, καὶ ζήσῃ.
29Ὁ δὲ θέλων δικαιοῦν ἑαυτὸν εἶπε πρὸς τὸν Ἰησοῦν, Καὶ τίς ἐστί μου πλησίον; 30Ὑπολαβὼν δὲ ὁ Ἰησοῦς εἶπεν, Ἄνθρωπός τις κατέβαινεν ἀπὸ Ἱερουσαλὴμ εἰς Ἰεριχώ, καὶ λῃσταῖς περιέπεσεν, οἳ καὶ ἐκδύσαντες αὐτὸν καὶ πληγὰς ἐπιθέντες ἀπῆλθον, ἀφέντες ἡμιθανῆ τυγχάνοντα. 31Κατὰ συγκυρίαν δὲ ἱερεύς τις κατέβαινεν ἐν τῇ ὁδῷ ἐκείνῃ· καὶ ἰδὼν αὐτὸν ἀντιπαρῆλθεν. 32Ὁμοίως δὲ καὶ Λευΐτης γενόμενος κατὰ τὸν τόπον ἐλθὼν καὶ ἰδὼν ἀντιπαρῆλθε. 33 Σαμαρείτης δέ τις ὁδεύων ἦλθε κατ᾽ αὐτόν, καὶ ἰδὼν αὐτὸν ἐσπλαγχνίσθη, 34καὶ προσελθὼν κατέδησε τὰ τραύματα αὐτοῦ, ἐπιχέων ἔλαιον καὶ οἶνον· ἐπιβιβάσας δὲ αὐτὸν ἐπὶ τὸ ἴδιον κτῆνος, ἤγαγεν αὐτὸν εἰς πανδοχεῖον, καὶ ἐπεμελήθη αὐτοῦ. 35Καὶ ἐπὶ τὴν αὔριον ἐξελθών, ἐκβαλὼν δύο δηνάρια ἔδωκε τῷ πανδοχεῖ, καὶ εἶπεν αὐτῷ, Ἐπιμελήθητι αὐτοῦ· καὶ ὅ τι ἂν προσδαπανήσῃς, ἐγὼ ἐν τῷ ἐπανέρχεσθαί με ἀποδώσω σοι. 36Τίς οὖν τούτων τῶν τριῶν πλησίον δοκεῖ σοι γεγονέναι τοῦ ἐμπεσόντος εἰς τοὺς λῃστάς; 37Ὁ δὲ εἶπεν, Ὁ ποιήσας τὸ ἔλεος μετ᾽ αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ Ἰησοῦς, Πορεύου, καὶ σὺ ποίει ὁμοίως.
38 Ἐγένετο δὲ ἐν τῷ πορεύεσθαι αὐτούς, καὶ αὐτὸς εἰσῆλθεν εἰς κώμην τινά· γυνὴ δέ τις ὀνόματι Μάρθα ὑπεδέξατο αὐτὸν εἰς τὸν οἶκον αὐτῆς. 39Καὶ τῇδε ἦν ἀδελφὴ καλουμένη Μαρία, ἣ καὶ παρακαθίσασα παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ ἤκουε τὸν λόγον αὐτοῦ. 40Ἡ δὲ Μάρθα περιεσπᾶτο περὶ πολλὴν διακονίαν· ἐπιστᾶσα δὲ εἶπε, Κύριε, οὐ μέλει σοι ὅτι ἡ ἀδελφή μου μόνην με κατέλειπε διακονεῖν; Εἰπὲ οὖν αὐτῇ ἵνα μοι συναντιλάβηται. 41Ἀποκριθεὶς δὲ εἶπεν αὐτῇ ὁ Ἰησοῦς, Μάρθα, Μάρθα, μεριμνᾷς καὶ τυρβάζῃ περὶ πολλά· 42 ἑνὸς δέ ἐστι χρεία· Μαρία δὲ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο, ἥτις οὐκ ἀφαιρεθήσεται ἀπ᾽ αὐτῆς.

Notes


*10:1 και ¦ — NA TH WH

10:1 εβδομηκοντα ¦ εβδομηκοντα δυο NA SBL WH

10:1 δυο ¦ δυο δυο NA SBL WH

§10:1 εμελλεν ¦ ημελλεν ANT CT

*10:2 ουν ¦ δε CT

10:2 εκβαλη εργατας ¦ εκβαλλη εργατας TR ¦ εργατας εκβαλη CT

10:3 εγω ¦ — CT

§10:4 βαλαντιον ¦ βαλλαντιον ANT CT

*10:4 μηδε ¦ μη CT PCK

10:5 οικιαν εισερχησθε ¦ εισελθητε οικιαν CT

10:6 η εκει ¦ μεν η εκει PCK TR ¦ εκει η NA WH

§10:6 υιος ¦ ο υιος SCR

*10:6 επαναπαυσεται ¦ επαναπαησεται CT

10:6 ανακαμψει ¦ επανακαμψει ANT

10:7 εσθιοντες ¦ εσθοντες WH

§10:7 εστι ¦ — CT

*10:8 αν ¦ δ αν PCK TR

10:10 εισερχησθε ¦ εισελθητε CT

10:11 εκ ¦ απο ANT

§10:11 υμων ¦ υμων εις τους ποδας ημων ANT ¦ υμων εις τους ποδας CT

*10:11 γινωσκετε ¦ γεινωσκετε TH

10:11 εφ υμας ¦ — CT

10:12 λεγω ¦ λεγω δε ANT TR

§10:13 χοραζιν ¦ χωραζιν PCK TR ¦ χοραζειν TH WH

*10:13 σιδωνι ¦ σειδωνι TH

10:13 εγενοντο ¦ εγενηθησαν CT

10:13 καθημεναι ¦ καθημενοι ANT CT

§10:14 σιδωνι ¦ σειδωνι TH

*10:15 καπερναουμ ¦ καφαρναουμ CT

10:15 η εως του ουρανου υψωθεισα ¦ μη εως ουρανου υψωθηση CT

10:15 αδου ¦ του αδου CT

§10:15 καταβιβασθηση ¦ καταβηση NA WH

*10:17 εβδομηκοντα ¦ εβδομηκοντα δυο NA SBL WH

10:19 διδωμι ¦ δεδωκα CT

10:19 αδικηση ¦ αδικησει SCR WH

§10:20 δε ¦ δε μαλλον TR

*10:20 εγραφη ¦ εγγεγραπται NA SBL ¦ ενγεγραπται TH WH

10:21 τω πνευματι ο ιησους 92.4% ¦ εν τω πνευματι τω αγιω NA 0.2% ¦ τω πνευματι τω αγιω SBL TH WH 0.1%

10:21 εγενετο ευδοκια ¦ ευδοκια εγενετο CT

§10:22 και στραφεις προς τους μαθητας ειπε 76.1% ¦ — CT SCR 9.5%

*10:22 μοι παρεδοθη ¦ παρεδοθη μοι TR

10:22 γινωσκει ¦ επιγινωσκει ANT ¦ γεινωσκει TH

10:22 εαν ¦ αν WH

§10:24 ειδον ¦ ειδαν CT

*10:25 και ¦ — CT

10:27 της ¦ — WH

10:27 εξ ολης της ψυχης ¦ εν ολη τη ψυχη CT

§10:27 εξ ολης της ισχυος ¦ εν ολη τη ισχυι CT

*10:27 εξ ολης της διανοιας ¦ εν ολη τη διανοια CT

10:27 σεαυτον ¦ εαυτον ANT

10:29 δικαιουν ¦ δικαιωσαι CT

§10:30 δε ¦ — NA TH WH

*10:30 ιεριχω ¦ ιερειχω TH WH

10:30 τυγχανοντα ¦ — CT

10:32 λευιτης ¦ λευειτης TH WH

§10:32 γενομενος ¦ — SBL TH WH

*10:33 σαμαρειτης ¦ σαμαριτης NA SBL

10:33 αυτον ¦ — CT

10:35 εξελθων ¦ — CT

§10:35 δυο δηναρια εδωκε ¦ εδωκε δυο δηναρια NA

*10:35 αυτω ¦ — CT

10:36 ουν ¦ — CT

10:36 πλησιον δοκει σοι ¦ δοκει σοι πλησιον TR

§10:37 ουν ¦ δε CT

*10:38 εγενετο δε εν ¦ εν δε CT

10:38 και ¦ — CT

10:38 εις τον οικον αυτης 98.2% ¦ εις την οικιαν TH WH 0.5% ¦ — NA SBL 0.2%

§10:39 μαρια ¦ μαριαμ CT

*10:39 η ¦ — TH

10:39 παρακαθισασα παρα ¦ παρακαθεσθεισα προς CT

10:39 ιησου ¦ κυριου NA WH

§10:39 τον λογον ¦ των λογων PCK

*10:40 κατελειπε ¦ κατελιπε ANT NA PCK TR

10:40 ειπε ¦ ειπον WH

10:41 ειπεν αυτη ο ιησους ¦ ο ιησους ειπεν αυτη PCK ¦ ειπεν αυτη ο κυριος CT

§10:41 τυρβαζη ¦ θορυβαζη CT

*10:42 ενος δε εστι χρεια ¦ ολιγων δε εστι χρεια η ενος SBL WH

10:42 μαρια ¦ μαριαμ CT

10:42 δε ¦ γαρ CT

§10:42 απ ¦ — CT