1Καὶ εἰσῆλθεν πάλιν εἰς ⸋τὴν⸌ συναγωγήν, καὶ ἦν ἐκεῖ ἄνθρωπος ἐξηραμμένην ἔχων τὴν χεῖρα. 2Καὶ παρετήρουν αὐτὸν εἰ τοῖς σάββασιν θεραπεύσει αὐτόν, ἵνα ⸂κατηγορήσωσιν⸃ αὐτοῦ. 3Καὶ λέγει τῷ ἀνθρώπῳ τῷ ⸂ἐξηραμμένην ἔχοντι τὴν χεῖρα,⸃ ⸂2Ἔγειραι⸃ εἰς τὸ μέσον. 4Καὶ λέγει αὐτοῖς, Ἔξεστιν τοῖς σάββασιν ⸂ἀγαθοποιῆσαι,⸃ ἢ κακοποιῆσαι; Ψυχὴν σῶσαι, ἢ ἀποκτεῖναι; Οἱ δὲ ἐσιώπων. 5Καὶ περιβλεψάμενος αὐτοὺς μετ᾽ ὀργῆς, συλλυπούμενος ἐπὶ τῇ πωρώσει τῆς καρδίας αὐτῶν, λέγει τῷ ἀνθρώπῳ, Ἔκτεινον τὴν χεῖρά ⸋σου.⸌ Καὶ ἐξέτεινεν, καὶ ἀποκατεστάθη ἡ χεὶρ αὐτοῦ ⸋2ὑγιὴς ὡς ἡ ἄλλη.⸌ 6Καὶ ἐξελθόντες οἱ Φαρισαῖοι ⸂εὐθέως⸃ μετὰ τῶν Ἡρῳδιανῶν συμβούλιον ⸂2ἐποίουν⸃ κατ᾽ αὐτοῦ, ὅπως αὐτὸν ἀπολέσωσιν. 7Καὶ ὁ Ἰησοῦς ⸉ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ⸊ πρὸς τὴν θάλασσαν· καὶ πολὺ πλῆθος ἀπὸ τῆς Γαλιλαίας ⸂ἠκολούθησαν⸃ ⸋αὐτῷ,⸌ καὶ ἀπὸ τῆς Ἰουδαίας, 8καὶ ἀπὸ Ἱεροσολύμων, καὶ ἀπὸ τῆς Ἰδουμαίας, ⸂καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα,⸃ πλῆθος πολύ, ⸂2ἀκούσαντες⸃ ὅσα ⸂3ἐποίει,⸃ ἦλθον πρὸς αὐτόν. 9Καὶ εἶπεν τοῖς μαθηταῖς αὐτοῦ ἵνα πλοιάριον προσκαρτερῇ αὐτῷ διὰ τὸν ὄχλον, ἵνα μὴ θλίβωσιν αὐτόν. 10Πολλοὺς γὰρ ἐθεράπευσεν, ὥστε ἐπιπίπτειν αὐτῷ, ἵνα αὐτοῦ ἅψωνται, ὅσοι εἶχον μάστιγας. 11Καὶ τὰ πνεύματα τὰ ἀκάθαρτα, ὅταν αὐτὸν ⸂ἐθεώρει, προσέπιπτεν⸃ αὐτῷ, καὶ ⸂2ἔκραζεν,⸃ ⸂3λέγοντα⸃ ὅτι Σὺ εἶ ὁ υἱὸς τοῦ θεοῦ. 12Καὶ πολλὰ ἐπετίμα αὐτοῖς ἵνα μὴ ⸉φανερὸν αὐτὸν⸊ ⸂ποιήσωσιν.⸃
13Καὶ ἀναβαίνει εἰς τὸ ὄρος, καὶ προσκαλεῖται οὓς ἤθελεν αὐτός· καὶ ἀπῆλθον πρὸς αὐτόν. 14Καὶ ἐποίησεν δώδεκα, ⸆ ἵνα ὦσιν μετ᾽ αὐτοῦ, καὶ ἵνα ἀποστέλλῃ αὐτοὺς κηρύσσειν, 15καὶ ἔχειν ἐξουσίαν ⸋θεραπεύειν τὰς νόσους, καὶ⸌ ἐκβάλλειν τὰ δαιμόνια· 16 ⸆ καὶ ἐπέθηκεν ⸉τῷ Σίμωνι ὄνομα⸊ Πέτρον· 17καὶ Ἰάκωβον τὸν τοῦ Ζεβεδαίου, καὶ Ἰωάννην τὸν ἀδελφὸν τοῦ Ἰακώβου· καὶ ἐπέθηκεν αὐτοῖς ⸂ὀνόματα⸃ Βοανεργές, ὅ ἐστιν, Υἱοὶ Βροντῆς· 18καὶ Ἀνδρέαν, καὶ Φίλιππον, καὶ Βαρθολομαῖον, καὶ Ματθαῖον, καὶ Θωμᾶν, καὶ Ἰάκωβον τὸν τοῦ Ἀλφαίου, καὶ Θαδδαῖον, καὶ Σίμωνα τὸν Κανανίτην, 19καὶ Ἰούδαν Ἰσκαριώτην, ὃς καὶ παρέδωκεν αὐτόν.
Καὶ ⸂ἔρχονται⸃ εἰς οἶκον· 20καὶ συνέρχεται πάλιν ⸆ ὄχλος, ὥστε μὴ δύνασθαι αὐτοὺς ⸂μήτε⸃ ἄρτον φαγεῖν. 21Καὶ ἀκούσαντες οἱ παρ᾽ αὐτοῦ ἐξῆλθον κρατῆσαι αὐτόν· ἔλεγον γὰρ ὅτι Ἐξέστη. 22Καὶ οἱ γραμματεῖς οἱ ἀπὸ Ἱεροσολύμων καταβάντες ἔλεγον ὅτι Βεελζεβοὺλ ἔχει, καὶ ὅτι Ἐν τῷ ἄρχοντι τῶν δαιμονίων ἐκβάλλει τὰ δαιμόνια. 23Καὶ προσκαλεσάμενος αὐτούς, ἐν παραβολαῖς ἔλεγεν αὐτοῖς, Πῶς δύναται Σατανᾶς Σατανᾶν ἐκβάλλειν; 24Καὶ ἐὰν βασιλεία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ δύναται σταθῆναι ἡ βασιλεία ἐκείνη. 25Καὶ ἐὰν οἰκία ἐφ᾽ ἑαυτὴν μερισθῇ, οὐ ⸂δύναται⸃ ⸂2σταθῆναι ἡ οἰκία ἐκείνη.⸃ 26Καὶ εἰ ὁ Σατανᾶς ἀνέστη ἐφ᾽ ἑαυτὸν καὶ ⸂μεμέρισται,⸃ οὐ δύναται ⸂2σταθῆναι,⸃ ἀλλὰ τέλος ἔχει. 27 ⸂Οὐδεὶς δύναται⸃ ⸉τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν⸊ αὐτοῦ, διαρπάσαι, ἐὰν μὴ πρῶτον τὸν ἰσχυρὸν δήσῃ, καὶ τότε τὴν οἰκίαν αὐτοῦ ⸂2διαρπάσῃ.⸃ 28Ἀμὴν λέγω ὑμῖν, ὅτι πάντα ἀφεθήσεται ⸉τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων,⸊ καὶ ⸆ βλασφημίαι ⸂ὅσας ἂν⸃ βλασφημήσωσιν· 29ὃς δ᾽ ἂν βλασφημήσῃ εἰς τὸ πνεῦμα τὸ ἅγιον, οὐκ ἔχει ἄφεσιν εἰς τὸν αἰῶνα, ἀλλ᾽ ἔνοχός ἐστιν αἰωνίου ⸂κρίσεως.⸃ 30Ὅτι ἔλεγον, Πνεῦμα ἀκάθαρτον ἔχει.
31 ⸂Ἔρχονται οὖν⸃ ⸂2οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ,⸃ καὶ ἔξω ⸂3ἑστῶτες⸃ ἀπέστειλαν πρὸς αὐτόν, ⸂4φωνοῦντες⸃ αὐτόν. 32Καὶ ἐκάθητο ⸉ὄχλος περὶ αὐτόν·⸊ ⸂εἶπον δὲ⸃ αὐτῷ, Ἰδού, ἡ μήτηρ σου καὶ οἱ ἀδελφοί σου ⸋καὶ αἱ ἀδελφαί σου⸌ ἔξω ζητοῦσίν σε. 33Καὶ ⸂ἀπεκρίθη αὐτοῖς λέγων,⸃ Τίς ἐστιν ἡ μήτηρ μου ⸂2ἢ⸃ οἱ ἀδελφοί ⸋μου;⸌ 34Καὶ περιβλεψάμενος ⸉κύκλῳ τοὺς περὶ αὐτὸν⸊ καθημένους, λέγει, ⸂Ἴδε,⸃ ἡ μήτηρ μου καὶ οἱ ἀδελφοί μου. 35Ὃς ⸋γὰρ⸌ ἂν ποιήσῃ τὸ θέλημα τοῦ θεοῦ, οὗτος ἀδελφός μου καὶ ἀδελφή ⸋2μου⸌ καὶ μήτηρ ⸆ ἐστίν.

Notes


*3:1 ⸋ τὴν RP f 35 TR TNT2 NA27+28 NIV ¦ – WH NA25 SBL

*3:2 ⸂ κατηγορήσωσιν RP f 35 TR WH NA NIV SBL ¦ κατηγορήσουσιν TNT2

*3:3 ⸂ ἐξηραμμένην ἔχοντι τὴν χεῖρα RP f 35 TR ¦ τὴν χεῖρα ἔχοντι ξηράν TNT2 WH NA25 SBL ¦ τὴν ξηράν χεῖρα ἔχοντι NA27+28 NIV

*3:3 ⸂2 Ἔγειραι RP f 35 TR ¦ Ἔγειρε TNT2 WH NA NIV SBL

*3:4 ⸂ ἀγαθοποιῆσαι RP f 35 TR TNT2 WH SBL ¦ ἀγαθὸν ποιῆσαι NA NIV

*3:5 ⸋ σου RP f 35 TR TNT2 WH ¦ – NA NIV SBL

*3:5 ⸋2 ὑγιὴς ὡς ἡ ἄλλη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:6 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*3:6 ⸂2 ἐποίουν RP f 35 TR ¦ ἐδίδουν TNT2 WH NA NIV SBL

*3:7 ⸉ ἀνεχώρησεν μετὰ τῶν μαθητῶν αὐτοῦ RP f 35 ¦ ἀνεχώρησε μετὰ τῶν μαθητῶν αὐτοῦ TR ¦ μετὰ τῶν μαθητῶν αὐτοῦ ἀνεχώρησεν TNT2 WH NA NIV SBL

*3:7 ⸂ ἠκολούθησαν RP TR ¦ ἠκολούθησεν f 35 TNT2 WH NA NIV SBL

*3:7 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:8 ⸂ καὶ πέραν τοῦ Ἰορδάνου, καὶ οἱ περὶ Τύρον καὶ Σιδῶνα RP f 35 TR ¦ καὶ πέραν τοῦ Ἰορδάνου, καὶ περὶ Τύρον καὶ Σιδῶνα TNT2 WH NA NIV11 SBL ¦ καὶ οἱ πέραν τοῦ Ἰορδάνου καὶ περὶ Τύρον καὶ Σιδῶνα NIV73

*3:8 ⸂2 ἀκούσαντες RP f 35 TR ¦ ἀκούοντες TNT2 WH NA NIV SBL

*3:8 ⸂3 ἐποίει RP f 35 TR NA27+28 NIV SBL ¦ ποιεῖ TNT2 WH NA25

*3:11 ⸂ ἐθεώρει προσέπιπτεν RP f 35 TR ¦ ἐθεώρουν προσέπιπτον TNT2 WH NA NIV SBL

*3:11 ⸂2 ἔκραζεν RP f 35 ¦ ἔκραζε TR ¦ ἔκραζον TNT2 WH NA NIV SBL

*3:11 ⸂3 λέγοντα RP f 35 TR TNT2 WH NA25 SBL ¦ λέγοντες NA27+28 NIV

*3:12 ⸉ φανερὸν αὐτὸν RP f 35 ¦ αὐτὸν φανερὸν TR TNT2 WH NA NIV SBL

*3:12 ⸂ ποιήσωσιν RP f 35 WH NA NIV SBL ¦ ποιήσωσι TR ¦ ποιῶσιν TNT2

*3:14 ⸆ – RP f 35 TR TNT2 NA25 NIV11 SBL ¦ οὓς καὶ ἀποστόλους ὠνόμασεν WH NA27+28 NIV73

*3:15 ⸋ θεραπεύειν τὰς νόσους, καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:16 ⸆ – RP f 35 TR TNT2 ¦ καὶ ἐποίησεν τοὺς δώδεκα WH NA NIV SBL

*3:16 ⸉ τῷ Σίμωνι ὄνομα RP f 35 TR ¦ ὄνομα τῷ Σίμωνι TNT2 WH NA NIV SBL

*3:17 ⸂ ὀνόματα RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ ὄνομα WH NA25 NIV11

*3:19 ⸂ ἔρχονται RP f 35 TR TNT2 ¦ ἔρχεται WH NA NIV SBL

*3:20 ⸆ – RP f 35 TR ¦ ὁ TNT2 WH NA NIV SBL

*3:20 ⸂ μήτε RP TR ¦ μηδὲ f 35 TNT2 WH NA NIV SBL

*3:25 ⸂ δύναται RP f 35 TR ¦ δυνήσεται TNT2 WH NA NIV SBL

*3:25 ⸂2 σταθῆναι ἡ οἰκία ἐκείνη RP f 35 TR ¦ ἡ οἰκία ἐκείνη στῆναι TNT2 WH NA25 ¦ ἡ οἰκία ἐκείνη σταθῆναι NA27+28 NIV SBL

*3:26 ⸂ μεμέρισται RP f 35 TR TNT2 ¦ ἐμερίσθη WH NA NIV SBL

*3:26 ⸂2 σταθῆναι RP f 35 TR ¦ στῆναι TNT2 WH NA NIV SBL

*3:27 ⸆ – RP f 35 TR ¦ Ἀλλ᾽ TNT2 WH NA NIV SBL

*3:27 ⸂ Οὐδεὶς δύναται RP f 35 TNT2 SBL ¦ Οὐ δύναται οὐδεὶς TR WH NA NIV

*3:27 ⸉ τὰ σκεύη τοῦ ἰσχυροῦ, εἰσελθὼν εἰς τὴν οἰκίαν RP f 35 TR ¦ εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ εἰσελθὼν τὰ σκεύη TNT2 WH NA NIV SBL

*3:27 ⸂2 διαρπάσῃ RP f 35 ¦ διαρπάσει TR TNT2 WH NA NIV SBL

*3:28 ⸉ τὰ ἁμαρτήματα τοῖς υἱοῖς τῶν ἀνθρώπων RP f 35 TR ¦ τοῖς υἱοῖς τῶν ἀνθρώπων τὰ ἁμαρτήματα TNT2 WH NA NIV SBL

*3:28 ⸆ – RP f 35 TR ¦ αἱ TNT2 WH NA NIV SBL

*3:28 ⸂ ὅσας ἂν RP f 35 TR ¦ ὅσα ἐὰν TNT2 WH NA NIV SBL

*3:29 ⸂ κρίσεως RP f 35 TR ¦ ἁμαρτήματος TNT2 WH NA NIV SBL

*3:31 ⸂ Ἔρχονται οὖν RP f 35 TR ¦ Καὶ ἔρχονται TNT2 WH NA25 SBL ¦ Καὶ ἔρχεται NA27+28 NIV

*3:31 ⸂2 οἱ ἀδελφοὶ καὶ ἡ μήτηρ αὐτοῦ RP f 35 TR ¦ ἡ μήτηρ αὐτοῦ καὶ οἱ ἀδελφοὶ αὐτοῦ TNT2 WH NA NIV SBL

*3:31 ⸂3 ἑστῶτες RP f 35 TR ¦ στήκοντες TNT2 WH NA NIV SBL

*3:31 ⸂4 φωνοῦντες RP f 35 TR ¦ καλοῦντες TNT2 WH NA NIV SBL

*3:32 ⸉ ὄχλος περὶ αὐτόν RP f 35 TR ¦ περὶ αὐτὸν ὄχλος TNT2 WH NA NIV SBL

*3:32 ⸂ εἶπον δὲ RP f 35 TR ¦ καὶ λέγουσιν TNT2 WH NA NIV SBL

*3:32 ⸋ καὶ αἱ ἀδελφαί σου RP f 35 NA ¦ – TR TNT2 WH NIV SBL

*3:33 ⸂ ἀπεκρίθη αὐτοῖς λέγων RP f 35 TR ¦ ἀποκριθεὶς αὐτοῖς λέγει TNT2 WH NA NIV SBL

*3:33 ⸂2 ἢ RP f 35 TR SBL ¦ καὶ TNT2 WH NA NIV

*3:33 ⸋ μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*3:34 ⸉ κύκλῳ τοὺς περὶ αὐτὸν RP f 35 TR ¦ τοὺς περὶ αὐτὸν κύκλῳ TNT2 WH NA NIV SBL

*3:34 ⸂ Ἴδε RP TR TNT2 WH NA NIV SBL ¦ Ἰδοὺ f 35

*3:35 ⸋ γὰρ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11

*3:35 ⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*3:35 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ μου f 35