1Καὶ πάλιν ἤρξατο διδάσκειν παρὰ τὴν θάλασσαν. Καὶ ⸂συνήχθη⸃ πρὸς αὐτὸν ὄχλος ⸂2πολύς,⸃ ὥστε αὐτὸν ⸂3ἐμβάντα εἰς τὸ πλοῖον⸃ καθῆσθαι ἐν τῇ θαλάσσῃ· καὶ πᾶς ὁ ὄχλος πρὸς τὴν θάλασσαν ἐπὶ τῆς γῆς ⸂4ἦν.⸃ 2Καὶ ἐδίδασκεν αὐτοὺς ἐν παραβολαῖς πολλά, καὶ ἔλεγεν αὐτοῖς ἐν τῇ διδαχῇ αὐτοῦ, 3Ἀκούετε· ἰδού, ἐξῆλθεν ὁ σπείρων ⸋τοῦ⸌ σπεῖραι· 4καὶ ἐγένετο ἐν τῷ σπείρειν, ὃ μὲν ἔπεσεν παρὰ τὴν ὁδόν, καὶ ἦλθεν τὰ πετεινὰ ⸆ καὶ κατέφαγεν αὐτό. 5 ⸂Ἄλλο δὲ⸃ ἔπεσεν ἐπὶ τὸ πετρῶδες, ⸆ ὅπου οὐκ εἶχεν γῆν πολλήν· καὶ ⸂2εὐθέως⸃ ἐξανέτειλεν, διὰ τὸ μὴ ἔχειν βάθος γῆς· 6 ⸂ἡλίου δὲ ἀνατείλαντος⸃ ⸂2ἐκαυματίσθη,⸃ καὶ διὰ τὸ μὴ ἔχειν ῥίζαν ἐξηράνθη. 7Καὶ ἄλλο ἔπεσεν εἰς τὰς ἀκάνθας, καὶ ἀνέβησαν αἱ ἄκανθαι, καὶ συνέπνιξαν αὐτό, καὶ καρπὸν οὐκ ἔδωκεν. 8Καὶ ⸂ἄλλο⸃ ἔπεσεν εἰς τὴν γῆν τὴν καλήν· καὶ ἐδίδου καρπὸν ἀναβαίνοντα καὶ ⸂2αὐξάνοντα,⸃ καὶ ἔφερεν ⸂3ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν⸃ ἑκατόν. 9Καὶ ἔλεγεν, ⸂Ὁ ἔχων⸃ ὦτα ἀκούειν ἀκουέτω.
10 ⸂Ὅτε δὲ⸃ ἐγένετο καταμόνας, ⸂2ἠρώτησαν⸃ αὐτὸν οἱ περὶ αὐτὸν σὺν τοῖς δώδεκα ⸂3τὴν παραβολήν.⸃ 11Καὶ ἔλεγεν αὐτοῖς, Ὑμῖν ⸂δέδοται γνῶναι τὸ μυστήριον⸃ τῆς βασιλείας τοῦ θεοῦ· ἐκείνοις δὲ τοῖς ἔξω, ἐν παραβολαῖς τὰ πάντα γίνεται· 12ἵνα βλέποντες βλέπωσιν, καὶ μὴ ἴδωσιν· καὶ ἀκούοντες ἀκούωσιν, καὶ μὴ συνιῶσιν· μήποτε ἐπιστρέψωσιν, καὶ ἀφεθῇ αὐτοῖς ⸋τὰ ἁμαρτήματα.⸌ 13Καὶ λέγει αὐτοῖς, Οὐκ οἴδατε τὴν παραβολὴν ταύτην; Καὶ πῶς πάσας τὰς παραβολὰς γνώσεσθε; 14Ὁ σπείρων τὸν λόγον σπείρει. 15Οὗτοι δέ εἰσιν οἱ παρὰ τὴν ὁδόν, ὅπου σπείρεται ὁ λόγος, καὶ ὅταν ἀκούσωσιν, ⸂εὐθέως⸃ ἔρχεται ὁ Σατανᾶς καὶ αἴρει τὸν λόγον τὸν ἐσπαρμένον ⸂2ἐν ταῖς καρδίαις αὐτῶν.⸃ 16Καὶ οὗτοί εἰσιν ⸋ὁμοίως⸌ οἱ ἐπὶ τὰ πετρώδη σπειρόμενοι, οἵ, ὅταν ἀκούσωσιν τὸν λόγον, ⸂εὐθέως⸃ μετὰ χαρᾶς λαμβάνουσιν αὐτόν, 17καὶ οὐκ ἔχουσιν ῥίζαν ἐν ἑαυτοῖς, ἀλλὰ πρόσκαιροί εἰσιν· εἶτα γενομένης θλίψεως ἢ διωγμοῦ διὰ τὸν λόγον, ⸂εὐθέως⸃ σκανδαλίζονται. 18Καὶ ⸂οὗτοί⸃ εἰσιν οἱ εἰς τὰς ἀκάνθας σπειρόμενοι, ⸆ οἱ τὸν λόγον ⸂2ἀκούοντες,⸃ 19καὶ αἱ μέριμναι τοῦ ⸂αἰῶνος⸃ ⸋τούτου,⸌ καὶ ἡ ἀπάτη τοῦ πλούτου, καὶ αἱ περὶ τὰ λοιπὰ ἐπιθυμίαι εἰσπορευόμεναι συμπνίγουσιν τὸν λόγον, καὶ ἄκαρπος γίνεται. 20Καὶ ⸂οὗτοί⸃ εἰσιν οἱ ἐπὶ τὴν γῆν τὴν καλὴν σπαρέντες, οἵτινες ἀκούουσιν τὸν λόγον, καὶ παραδέχονται, καὶ καρποφοροῦσιν, ἐν τριάκοντα, καὶ ἐν ἑξήκοντα, καὶ ἐν ἑκατόν.
21Καὶ ἔλεγεν αὐτοῖς, ⸆ Μήτι ⸉ὁ λύχνος ἔρχεται⸊ ἵνα ὑπὸ τὸν μόδιον τεθῇ ἢ ὑπὸ τὴν κλίνην; Οὐχ ἵνα ἐπὶ τὴν λυχνίαν ⸂ἐπιτεθῇ;⸃ 22Οὐ γάρ ἐστίν ⸋τι⸌ κρυπτόν, ⸋2ὃ⸌ ἐὰν μὴ ⸆ φανερωθῇ· οὐδὲ ἐγένετο ἀπόκρυφον, ἀλλ᾽ ἵνα ⸉εἰς φανερὸν ἔλθῃ.⸊ 23Εἴ τις ἔχει ὦτα ἀκούειν ἀκουέτω. 24Καὶ ἔλεγεν αὐτοῖς, Βλέπετε τί ἀκούετε. Ἐν ᾧ μέτρῳ μετρεῖτε ⸂μετρηθήσεται⸃ ὑμῖν, καὶ προστεθήσεται ὑμῖν ⸋τοῖς ἀκούουσιν.⸌ 25Ὃς γὰρ ⸂ἂν ἔχῃ,⸃ δοθήσεται αὐτῷ· καὶ ὃς οὐκ ἔχει, καὶ ⸂2ὃ⸃ ἔχει ἀρθήσεται ἀπ᾽ αὐτοῦ.
26Καὶ ἔλεγεν, Οὕτως ἐστὶν ἡ βασιλεία τοῦ θεοῦ, ὡς ⸋ἐὰν⸌ ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, 27καὶ καθεύδῃ καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ καὶ μηκύνηται ὡς οὐκ οἶδεν αὐτός. 28Αὐτομάτη ⸋γὰρ⸌ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα στάχυν, εἶτα πλήρη ⸂σῖτον⸃ ἐν τῷ στάχυϊ. 29Ὅταν δὲ παραδῷ ὁ καρπός, ⸂εὐθέως⸃ ἀποστέλλει τὸ δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός.
30Καὶ ἔλεγεν, ⸂Τίνι ὁμοιώσωμεν⸃ τὴν βασιλείαν τοῦ θεοῦ; Ἢ ἐν ⸂2ποίᾳ⸃ ⸂3παραβολῇ παραβάλωμεν αὐτήν;⸃ 31Ὡς ⸂κόκκον⸃ σινάπεως, ὅς, ὅταν σπαρῇ ἐπὶ τῆς γῆς, ⸂2μικρότερος⸃ πάντων τῶν σπερμάτων ⸂3ἐστὶν⸃ τῶν ἐπὶ τῆς γῆς· 32καὶ ὅταν σπαρῇ, ἀναβαίνει, καὶ γίνεται ⸂πάντων τῶν λαχάνων μείζων,⸃ καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. 33Καὶ τοιαύταις παραβολαῖς πολλαῖς ἐλάλει αὐτοῖς τὸν λόγον, καθὼς ἐδύναντο ἀκούειν· 34χωρὶς δὲ παραβολῆς οὐκ ἐλάλει αὐτοῖς· κατ᾽ ἰδίαν δὲ τοῖς ⸂μαθηταῖς αὐτοῦ⸃ ἐπέλυεν πάντα.
35Καὶ λέγει αὐτοῖς ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ὀψίας γενομένης, Διέλθωμεν εἰς τὸ πέραν. 36Καὶ ἀφέντες τὸν ὄχλον, παραλαμβάνουσιν αὐτὸν ὡς ἦν ἐν τῷ πλοίῳ. Καὶ ἄλλα ⸋δὲ⸌ ⸂πλοιάρια⸃ ἦν μετ᾽ αὐτοῦ. 37Καὶ γίνεται λαῖλαψ ⸉ἀνέμου μεγάλη·⸊ ⸂τὰ δὲ⸃ κύματα ⸂2ἐπέβαλλεν⸃ εἰς τὸ πλοῖον, ὥστε ⸂3αὐτὸ ἤδη γεμίζεσθαι.⸃ 38Καὶ ⸉ἦν αὐτὸς⸊ ⸂ἐπὶ⸃ τῇ πρύμνῃ ἐπὶ τὸ προσκεφάλαιον καθεύδων· καὶ ⸂2διεγείρουσιν⸃ αὐτόν, καὶ λέγουσιν αὐτῷ, Διδάσκαλε, οὐ μέλει σοι ὅτι ἀπολλύμεθα; 39Καὶ διεγερθεὶς ἐπετίμησεν τῷ ἀνέμῳ, καὶ εἶπεν τῇ θαλάσσῃ, Σιώπα, πεφίμωσο. Καὶ ἐκόπασεν ὁ ἄνεμος, καὶ ἐγένετο γαλήνη μεγάλη. 40Καὶ εἶπεν αὐτοῖς, ⸂Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν;⸃ 41Καὶ ἐφοβήθησαν φόβον μέγαν, καὶ ἔλεγον πρὸς ἀλλήλους, Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ ὁ ἄνεμος καὶ ἡ θάλασσα ⸂ὑπακούουσιν⸃ αὐτῷ;

Notes


*4:1 ⸂ συνήχθη RP f 35 TR ¦ συνάγεται TNT2 WH NA NIV SBL

*4:1 ⸂2 πολύς RP f 35 TR ¦ πλεῖστος TNT2 WH NA NIV SBL

*4:1 ⸂3 ἐμβάντα εἰς τὸ πλοῖον RP f 35 TR ¦ εἰς πλοῖον ἐμβάντα TNT2 WH NA NIV SBL

*4:1 ⸂4 ἦν RP f 35 TR ¦ ἦσαν TNT2 WH NA NIV SBL

*4:3 ⸋ τοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*4:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ οὐρανοῦ TR

*4:5 ⸂ Ἄλλο δὲ RP f 35 TR ¦ Καὶ ἄλλο TNT2 WH NA NIV SBL

*4:5 ⸆ – RP f 35 TR NA NIV SBL ¦ καὶ TNT2 WH

*4:5 ⸂2 εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*4:6 ⸂ ἡλίου δὲ ἀνατείλαντος RP f 35 TR ¦ καὶ ὅτε ἀνέτειλεν ὁ ἥλιος TNT2 WH NA NIV SBL

*4:6 ⸂2 ἐκαυματίσθη RP f 35 TR WH NA NIV11 SBL ¦ ἐκαυματίσθησαν TNT2 NIV73

*4:8 ⸂ ἄλλο RP f 35 TR TNT2 ¦ ἄλλα WH NA NIV SBL

*4:8 ⸂2 αὐξάνοντα RP f 35 TR ¦ αὐξανόμενον TNT2 ¦ αὐξανόμενα WH NA NIV SBL

*4:8 ⸂3 ἐν … ἐν … ἐν RP f 35 ¦ ἓν … ἓν … ἓν TR NA27+28 NIV SBL ¦ εἰς … εἰς … εἰς TNT2 ¦ εἰς … ἐν … ἐν WH NA25

*4:9 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῖς TR

*4:9 ⸂ Ὁ ἔχων RP f 35 TR ¦ Ὃς ἔχει TNT2 WH NA NIV SBL

*4:10 ⸂ Ὅτε δὲ RP f 35 TR ¦ Καὶ ὅτε TNT2 WH NA NIV SBL

*4:10 ⸂2 ἠρώτησαν RP f 35 TR ¦ ἠρώτων TNT2 WH NA NIV SBL

*4:10 ⸂3 τὴν παραβολήν RP f 35 TR ¦ τὰς παραβολάς TNT2 WH NA NIV SBL

*4:11 ⸂ δέδοται γνῶναι τὸ μυστήριον RP f 35 TR ¦ τὸ μυστήριον δέδοται TNT2 WH NA NIV SBL

*4:12 ⸋ τὰ ἁμαρτήματα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:15 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*4:15 ⸂2 ἐν ταῖς καρδίαις αὐτῶν RP f 35 TR ¦ εἰς αὐτούς TNT2 WH NA NIV SBL

*4:16 ⸋ ὁμοίως RP f 35 TR TNT2 WH NA25 NIV73 SBL ¦ – NA27+28 NIV11

*4:16 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*4:17 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*4:18 ⸂ οὗτοί RP f 35 TR ¦ ἄλλοι TNT2 WH NA NIV SBL

*4:18 ⸆ – RP f 35 ¦ οὗτοί εἰσιν TR TNT2 WH NA NIV SBL

*4:18 ⸂2 ἀκούοντες RP f 35 TR ¦ ἀκούσαντες TNT2 WH NA NIV SBL

*4:19 ⸂ αἰῶνος RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ βίου NIV73

*4:19 ⸋ τούτου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:20 ⸂ οὗτοί RP f 35 TR ¦ ἐκεῖνοί TNT2 WH NA NIV SBL

*4:21 ⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὅτι WH NA25

*4:21 ⸉ ὁ λύχνος ἔρχεται RP f 35 TR ¦ ἔρχεται ὁ λύχνος TNT2 WH NA NIV SBL

*4:21 ⸂ ἐπιτεθῇ RP f 35 TR ¦ τεθῇ TNT2 WH NA NIV SBL

*4:22 ⸋ τι RP TR NA25 ¦ – f 35 TNT2 WH NA27+28 NIV SBL

*4:22 ⸋2 ὃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:22 ⸆ – RP f 35 TR TNT2 ¦ ἵνα WH NA NIV SBL

*4:22 ⸉ εἰς φανερὸν ἔλθῃ RP f 35 TR ¦ ἔλθῃ εἰς φανερόν TNT2 WH NA NIV SBL

*4:24 ⸂ μετρηθήσεται RP TR TNT2 WH NA NIV SBL ¦ ἀντιμετρηθήσεται f 35

*4:24 ⸋ τοῖς ἀκούουσιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:25 ⸂ ἂν ἔχῃ RP f 35 TR ¦ ἔχει TNT2 WH NA NIV SBL

*4:25 ⸂2 ὃ RP f 35 TR WH NA NIV SBL ¦ ὃς TNT2

*4:26 ⸋ ἐὰν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:28 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:28 ⸂ σῖτον RP f 35 TR WH NA27+28 NIV SBL ¦ σῖτος TNT2 NA25

*4:29 ⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL

*4:30 ⸂ Τίνι ὁμοιώσωμεν RP TR ¦ Τίνι ὁμοιώσομεν f 35 ¦ Πῶς ὁμοιώσωμεν TNT2 WH NA NIV SBL

*4:30 ⸂2 ποίᾳ RP f 35 TR ¦ τίνι TNT2 WH NA NIV SBL

*4:30 ⸂3 παραβολῇ παραβάλωμεν αὐτήν RP f 35 TR ¦ αὐτὴν παραβολῇ θῶμεν TNT2 WH NA NIV SBL

*4:31 ⸂ κόκκον RP f 35 TNT2 ¦ κόκκῳ TR WH NA NIV SBL

*4:31 ⸂2 μικρότερος RP f 35 TR ¦ μικρότερον ὂν TNT2 WH NA NIV SBL

*4:31 ⸂3 ἐστὶν RP f 35 ¦ ἐστὶ TR ¦ – TNT2 WH NA NIV SBL

*4:32 ⸂ πάντων τῶν λαχάνων μείζων RP f 35 TR ¦ μείζων πάντων τῶν λαχάνων TNT2 ¦ μεῖζον πάντων τῶν λαχάνων WH NA NIV SBL

*4:34 ⸂ μαθηταῖς αὐτοῦ RP f 35 TR TNT2 ¦ ἰδίοις μαθηταῖς WH NA NIV SBL

*4:36 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*4:36 ⸂ πλοιάρια RP f 35 TR ¦ πλοῖα TNT2 WH NA NIV SBL

*4:37 ⸉ ἀνέμου μεγάλη RP f 35 TR ¦ μεγάλη ἀνέμου TNT2 WH NA NIV SBL

*4:37 ⸂ τὰ δὲ RP f 35 TR ¦ καὶ τὰ TNT2 WH NA NIV SBL

*4:37 ⸂2 ἐπέβαλλεν RP TR TNT2 WH NA NIV SBL ¦ ἐπέβαλεν f 35

*4:37 ⸂3 αὐτὸ ἤδη γεμίζεσθαι RP f 35 TR ¦ ἤδη γεμίζεσθαι τὸ πλοῖον TNT2 WH NA NIV SBL

*4:38 ⸉ ἦν αὐτὸς RP f 35 TR TNT2 ¦ αὐτὸς ἦν WH NA NIV SBL

*4:38 ⸂ ἐπὶ RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL

*4:38 ⸂2 διεγείρουσιν RP f 35 TR ¦ ἐγείρουσιν TNT2 WH NA NIV SBL

*4:40 ⸂ Τί δειλοί ἐστε οὕτως; Πῶς οὐκ ἔχετε πίστιν; RP f 35 NA25 ¦ Τί δειλοί ἐστε οὕτω; Πῶς οὐκ ἔχετε πίστιν; TR ¦ Τί δειλοί ἐστε; Οὔπω ἔχετε πίστιν; TNT2 WH NA27+28 NIV SBL

*4:41 ⸂ ὑπακούουσιν RP f 35 TR ¦ ὑπακούει TNT2 WH NA NIV SBL