11
1Καὶ ὅτε ἐγγίζουσιν εἰς Ἱερουσαλήμ, εἰς Βηθσφαγὴ καὶ Βηθανίαν, πρὸς τὸ ὄρος τῶν Ἐλαιῶν, ἀποστέλλει δύο τῶν μαθητῶν αὐτοῦ, 2καὶ λέγει αὐτοῖς, Ὑπάγετε εἰς τὴν κώμην τὴν κατέναντι ὑμῶν· καὶ ⸂εὐθέως⸃ εἰσπορευόμενοι εἰς αὐτὴν εὑρήσετε πῶλον δεδεμένον, ἐφ᾽ ὃν οὐδεὶς ⸆ ἀνθρώπων ⸂2κεκάθικεν·⸃ ⸂3λύσαντες αὐτὸν ἀγάγετε.⸃ 3Καὶ ἐάν τις ὑμῖν εἴπῃ, Τί ποιεῖτε τοῦτο; εἴπατε, ⸋ὅτι⸌ Ὁ κύριος αὐτοῦ χρείαν ἔχει· καὶ ⸂εὐθέως⸃ αὐτὸν ⸂2ἀποστέλλει⸃ ⸆ ὧδε. 4 ⸂Ἀπῆλθον δὲ⸃ καὶ εὗρον ⸆ πῶλον δεδεμένον πρὸς ⸋τὴν⸌ θύραν ἔξω ἐπὶ τοῦ ἀμφόδου, καὶ λύουσιν αὐτόν. 5Καί τινες τῶν ἐκεῖ ἑστηκότων ἔλεγον αὐτοῖς, Τί ποιεῖτε λύοντες τὸν πῶλον; 6Οἱ δὲ εἶπον αὐτοῖς καθὼς ⸂ἐνετείλατο⸃ ὁ Ἰησοῦς· καὶ ἀφῆκαν αὐτούς. 7Καὶ ⸂ἤγαγον⸃ τὸν πῶλον πρὸς τὸν Ἰησοῦν, καὶ ⸂2ἐπέβαλον⸃ αὐτῷ τὰ ἱμάτια αὐτῶν, καὶ ἐκάθισεν ἐπ᾽ ⸂3αὐτῷ.⸃ 8 ⸂Πολλοὶ δὲ⸃ τὰ ἱμάτια αὐτῶν ἔστρωσαν εἰς τὴν ὁδόν· ἄλλοι δὲ στοιβάδας ⸂2ἔκοπτον ἐκ τῶν δένδρων,⸃ ⸋καὶ ἐστρώννυον εἰς τὴν ὁδόν.⸌ 9Καὶ οἱ προάγοντες καὶ οἱ ἀκολουθοῦντες ἔκραζον, ⸋λέγοντες,⸌ Ὡσαννά. Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου. 10Εὐλογημένη ἡ ἐρχομένη βασιλεία ⸋ἐν ὀνόματι κυρίου⸌ τοῦ πατρὸς ἡμῶν Δαυίδ. Ὡσαννὰ ἐν τοῖς ὑψίστοις.
11Καὶ εἰσῆλθεν εἰς Ἱεροσόλυμα ⸋ὁ Ἰησοῦς,⸌ ⸋2καὶ⸌ εἰς τὸ ἱερόν· καὶ περιβλεψάμενος πάντα, ⸂ὀψίας⸃ ἤδη οὔσης τῆς ὥρας, ἐξῆλθεν εἰς Βηθανίαν μετὰ τῶν δώδεκα.
12Καὶ τῇ ἐπαύριον ἐξελθόντων αὐτῶν ἀπὸ Βηθανίας, ἐπείνασεν. 13Καὶ ἰδὼν συκῆν ⸆ μακρόθεν, ἔχουσαν φύλλα, ἦλθεν εἰ ἄρα ⸉εὑρήσει τι⸊ ἐν αὐτῇ· καὶ ἐλθὼν ἐπ᾽ αὐτήν, οὐδὲν εὗρεν εἰ μὴ φύλλα· ⸂οὐ γὰρ ἦν καιρὸς⸃ σύκων. 14Καὶ ἀποκριθεὶς ⸋ὁ Ἰησοῦς⸌ εἶπεν αὐτῇ, Μηκέτι ⸉ἐκ σοῦ εἰς τὸν αἰῶνα⸊ μηδεὶς καρπὸν ⸂φάγοι.⸃ Καὶ ἤκουον οἱ μαθηταὶ αὐτοῦ.
15Καὶ ἔρχονται εἰς Ἱεροσόλυμα· καὶ εἰσελθὼν ⸋ὁ Ἰησοῦς⸌ εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας καὶ ⸆ ἀγοράζοντας ἐν τῷ ἱερῷ· καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν, καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστερὰς κατέστρεψεν· 16καὶ οὐκ ἤφιεν ἵνα τις διενέγκῃ σκεῦος διὰ τοῦ ἱεροῦ. 17Καὶ ἐδίδασκεν, ⸂λέγων⸃ ⸋αὐτοῖς,⸌ Οὐ γέγραπται ὅτι Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσιν τοῖς ἔθνεσιν; Ὑμεῖς δὲ ⸂2ἐποιήσατε⸃ αὐτὸν σπήλαιον λῃστῶν. 18Καὶ ἤκουσαν ⸉οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς,⸊ καὶ ἐζήτουν πῶς αὐτὸν ⸂ἀπολέσωσιν·⸃ ἐφοβοῦντο γὰρ αὐτόν, ⸂2ὅτι πᾶς⸃ ὁ ὄχλος ἐξεπλήσσετο ἐπὶ τῇ διδαχῇ αὐτοῦ.
19Καὶ ⸂ὅτε⸃ ὀψὲ ἐγένετο, ⸂2ἐξεπορεύετο⸃ ἔξω τῆς πόλεως.
20Καὶ ⸉πρωῒ παραπορευόμενοι,⸊ εἶδον τὴν συκῆν ἐξηραμμένην ἐκ ῥιζῶν. 21Καὶ ἀναμνησθεὶς ὁ Πέτρος λέγει αὐτῷ, Ῥαββί, ἴδε, ἡ συκῆ ἣν κατηράσω ἐξήρανται. 22Καὶ ἀποκριθεὶς ⸋ὁ⸌ Ἰησοῦς λέγει αὐτοῖς, Ἔχετε πίστιν θεοῦ. 23Ἀμὴν ⸋γὰρ⸌ λέγω ὑμῖν ὅτι ὃς ἂν εἴπῃ τῷ ὄρει τούτῳ, Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ, ἀλλὰ ⸂πιστεύσῃ⸃ ὅτι ⸂2ἃ⸃ ⸂3λέγει⸃ γίνεται· ἔσται αὐτῷ ⸋2ὃ ἐὰν εἴπῃ.⸌ 24Διὰ τοῦτο λέγω ὑμῖν, Πάντα ὅσα ⸂ἂν προσευχόμενοι αἰτῆσθε,⸃ πιστεύετε ὅτι ⸂2λαμβάνετε,⸃ καὶ ἔσται ὑμῖν. 25Καὶ ὅταν ⸂στήκητε⸃ προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος· ἵνα καὶ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. 26 ⸋Εἰ δὲ ὑμεῖς οὐκ ἀφίετε, οὐδὲ ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφήσει τὰ παραπτώματα ὑμῶν.⸌
27Καὶ ἔρχονται πάλιν εἰς Ἱεροσόλυμα· καὶ ἐν τῷ ἱερῷ περιπατοῦντος αὐτοῦ, ἔρχονται πρὸς αὐτὸν οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς καὶ οἱ πρεσβύτεροι, 28καὶ ⸂λέγουσιν⸃ αὐτῷ, Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; ⸂2Καὶ⸃ τίς σοι ⸉τὴν ἐξουσίαν ταύτην ἔδωκεν⸊ ἵνα ταῦτα ποιῇς; 29Ὁ δὲ Ἰησοῦς ⸋ἀποκριθεὶς⸌ εἶπεν αὐτοῖς, Ἐπερωτήσω ὑμᾶς ⸂καὶ ἐγὼ⸃ ἕνα λόγον, καὶ ἀποκρίθητέ μοι, καὶ ἐρῶ ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 30Τὸ βάπτισμα ⸆ Ἰωάννου ἐξ οὐρανοῦ ἦν, ἢ ἐξ ἀνθρώπων; ⸋Ἀποκρίθητέ μοι.⸌ 31Καὶ ⸂ἐλογίζοντο⸃ πρὸς ἑαυτούς, λέγοντες, ⸆ Ἐὰν εἴπωμεν, Ἐξ οὐρανοῦ, ἐρεῖ, Διὰ τί ⸋οὖν⸌ οὐκ ἐπιστεύσατε αὐτῷ; 32Ἀλλ᾽ ⸆ εἴπωμεν, Ἐξ ἀνθρώπων, ἐφοβοῦντο τὸν ⸂λαόν·⸃ ἅπαντες γὰρ εἶχον τὸν Ἰωάννην, ⸉ὅτι ὄντως⸊ προφήτης ἦν. 33Καὶ ἀποκριθέντες ⸉λέγουσιν τῷ Ἰησοῦ,⸊ Οὐκ οἴδαμεν. Καὶ ὁ Ἰησοῦς ⸋ἀποκριθεὶς⸌ λέγει αὐτοῖς, Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ.
Notes
*11:2
⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*11:2
⸆ – RP f 35 TR ¦ οὔπω TNT2 WH NA NIV SBL
*11:2
⸂2 κεκάθικεν RP f 35 TNT2 ¦ κεκάθικε TR ¦ ἐκάθισεν WH NA NIV SBL
*11:2
⸂3 λύσαντες αὐτὸν ἀγάγετε RP f 35 TR ¦ λύσατε αὐτὸν καὶ φέρετε TNT2 WH NA NIV SBL
*11:3
⸋ ὅτι RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
*11:3
⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*11:3
⸂2 ἀποστέλλει RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀποστελεῖ TR
*11:3
⸆ – RP f 35 TR ¦ πάλιν TNT2 WH NA NIV SBL
*11:4
⸂ Ἀπῆλθον δὲ RP f 35 TR ¦ Καὶ ἀπῆλθον TNT2 WH NA NIV SBL
*11:4
⸆ – RP TNT2 WH NA NIV SBL ¦ τὸν f 35 TR
*11:4
⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:6
⸂ ἐνετείλατο RP f 35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL
*11:7
⸂ ἤγαγον RP f 35 TR ¦ φέρουσιν TNT2 WH NA NIV SBL
*11:7
⸂2 ἐπέβαλον RP f 35 TR ¦ ἐπιβάλλουσιν TNT2 WH NA NIV SBL
*11:7
⸂3 αὐτῷ RP f 35 TR ¦ αὐτόν TNT2 WH NA NIV SBL
*11:8
⸂ Πολλοὶ δὲ RP f 35 TR ¦ Καὶ πολλοὶ TNT2 WH NA NIV SBL
*11:8
⸂2 ἔκοπτον ἐκ τῶν δένδρων RP f 35 TR ¦ κόψαντες ἐκ τῶν ἀγρῶν TNT2 WH NA NIV SBL
*11:8
⸋ καὶ ἐστρώννυον εἰς τὴν ὁδόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:9
⸋ λέγοντες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:10
⸋ ἐν ὀνόματι κυρίου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:11
⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:11
⸋2 καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:11
⸂ ὀψίας RP f 35 TR TNT2 NA27+28 NIV ¦ ὀψὲ WH NA25 SBL
*11:13
⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
*11:13
⸉ εὑρήσει τι RP f 35 TR ¦ τι εὑρήσει TNT2 WH NA NIV SBL
*11:13
⸂ οὐ γὰρ ἦν καιρὸς RP f 35 TR ¦ ὁ γὰρ καιρὸς οὐκ ἦν TNT2 WH NA NIV SBL
*11:14
⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:14
⸉ ἐκ σοῦ εἰς τὸν αἰῶνα RP f 35 TR ¦ εἰς τὸν αἰῶνα ἐκ σοῦ TNT2 WH NA NIV SBL
*11:14
⸂ φάγοι RP TR TNT2 WH NA NIV SBL ¦ φάγῃ f 35
*11:15
⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:15
⸆ – RP f 35 TR ¦ τοὺς TNT2 WH NA NIV SBL
*11:17
⸂ λέγων RP f 35 TR ¦ καὶ ἔλεγεν TNT2 WH NA NIV SBL
*11:17
⸋ αὐτοῖς RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*11:17
⸂2 ἐποιήσατε RP f 35 TR ¦ πεποιήκατε TNT2 WH NA NIV SBL
*11:18
⸉ οἱ γραμματεῖς καὶ οἱ ἀρχιερεῖς RP f 35 TR ¦ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς TNT2 WH NA NIV SBL
*11:18
⸂ ἀπολέσωσιν RP TNT2 WH NA NIV SBL ¦ ἀπολέσουσιν f 35 TR
*11:18
⸂2 ὅτι πᾶς RP f 35 TR ¦ πᾶς γὰρ TNT2 WH NA NIV SBL
*11:19
⸂ ὅτε RP f 35 TR ¦ ὅταν TNT2 WH NA NIV SBL
*11:19
⸂2 ἐξεπορεύετο RP f 35 TR ¦ ἐξεπορεύοντο TNT2 WH NA NIV SBL
*11:20
⸉ πρωῒ παραπορευόμενοι RP f 35 TR ¦ παραπορευόμενοι πρωῒ TNT2 WH NA NIV SBL
*11:22
⸋ ὁ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*11:23
⸋ γὰρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*11:23
⸂ πιστεύσῃ RP f 35 TR TNT2 ¦ πιστεύῃ WH NA NIV SBL
*11:23
⸂2 ἃ RP f 35 TR ¦ ὃ TNT2 WH NA NIV SBL
*11:23
⸂3 λέγει RP f 35 TR ¦ λαλεῖ TNT2 WH NA NIV SBL
*11:23
⸋2 ὃ ἐὰν εἴπῃ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:24
⸂ ἂν προσευχόμενοι αἰτῆσθε RP f 35 ¦ ἂν προσευχόμενοι αἰτεῖσθε TR ¦ προσεύχεσθε καὶ αἰτεῖσθε TNT2 WH NA NIV SBL
*11:24
⸂2 λαμβάνετε RP f 35 TR ¦ ἐλάβετε TNT2 WH NA NIV SBL
*11:25
⸂ στήκητε RP f 35 TR ¦ στήκετε TNT2 WH NA NIV SBL
*11:26
⸋ Εἰ δὲ ὑμεῖς … τὰ παραπτώματα ὑμῶν. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:28
⸂ λέγουσιν RP f 35 TR ¦ ἔλεγον TNT2 WH NA NIV SBL
*11:28
⸂2 Καὶ RP f 35 TR TNT2 ¦ Ἢ WH NA NIV SBL
*11:28
⸉ τὴν ἐξουσίαν ταύτην ἔδωκεν RP f 35 TR ¦ ἔδωκεν τὴν ἐξουσίαν ταύτην TNT2 WH NA NIV SBL
*11:29
⸋ ἀποκριθεὶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:29
⸂ καὶ ἐγὼ RP f 35 ¦ κἀγὼ TR ¦ – TNT2 WH NA NIV SBL
*11:30
⸆ – RP f 35 TR ¦ τὸ TNT2 WH NA NIV SBL
*11:30
⸋ Ἀποκρίθητέ μοι RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*11:31
⸂ ἐλογίζοντο RP f 35 TR ¦ διελογίζοντο TNT2 WH NA NIV SBL
*11:31
⸆ – RP f 35 TR TNT2 WH NA NIV ¦ Τί εἴπωμεν; SBL
*11:31
⸋ οὖν RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
*11:32
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐὰν TR
*11:32
⸂ λαόν RP f 35 TR TNT2 ¦ ὄχλον WH NA NIV SBL
*11:32
⸉ ὅτι ὄντως RP f 35 TR ¦ ὄντως ὅτι TNT2 WH NA NIV SBL
*11:33
⸉ λέγουσιν τῷ Ἰησοῦ RP f 35 ¦ λέγουσι τῷ Ἰησοῦ TR ¦ τῷ Ἰησοῦ λέγουσιν TNT2 WH NA NIV SBL