8
1Ἐν ἐκείναις ταῖς ἡμέραις, ⸂παμπόλλου⸃ ὄχλου ὄντος, καὶ μὴ ἐχόντων τί φάγωσιν, προσκαλεσάμενος ⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς ⸋2αὐτοῦ⸌ λέγει αὐτοῖς, 2Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον· ὅτι ἤδη ⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· 3καὶ ἐὰν ἀπολύσω αὐτοὺς νήστεις εἰς οἶκον αὐτῶν, ἐκλυθήσονται ἐν τῇ ὁδῷ· ⸂τινὲς γὰρ⸃ αὐτῶν ⸆ μακρόθεν ⸂2ἥκουσιν.⸃ 4Καὶ ἀπεκρίθησαν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, ⸆ Πόθεν τούτους δυνήσεταί τις ὧδε χορτάσαι ἄρτων ἐπ᾽ ἐρημίας; 5Καὶ ⸂ἐπηρώτα⸃ αὐτούς, Πόσους ἔχετε ἄρτους; Οἱ δὲ εἶπον, Ἑπτά. 6Καὶ ⸂παρήγγειλεν⸃ τῷ ὄχλῳ ἀναπεσεῖν ἐπὶ τῆς γῆς· καὶ λαβὼν τοὺς ἑπτὰ ἄρτους, ⸆ εὐχαριστήσας ἔκλασεν καὶ ἐδίδου τοῖς μαθηταῖς αὐτοῦ, ἵνα ⸂2παραθῶσιν·⸃ καὶ παρέθηκαν τῷ ὄχλῳ. 7Καὶ εἶχον ἰχθύδια ὀλίγα· καὶ εὐλογήσας ⸆ εἶπεν ⸂παραθεῖναι καὶ αὐτά.⸃ 8 ⸂Ἔφαγον δέ,⸃ καὶ ἐχορτάσθησαν· καὶ ἦραν περισσεύματα κλασμάτων ἑπτὰ σπυρίδας. 9Ἦσαν δὲ ⸋οἱ φαγόντες⸌ ὡς τετρακισχίλιοι· καὶ ἀπέλυσεν αὐτούς. 10Καὶ ⸂εὐθέως⸃ ἐμβὰς εἰς τὸ πλοῖον μετὰ τῶν μαθητῶν αὐτοῦ, ἦλθεν εἰς τὰ μέρη Δαλμανουθά.
11Καὶ ἐξῆλθον οἱ Φαρισαῖοι, καὶ ἤρξαντο συζητεῖν αὐτῷ, ζητοῦντες παρ᾽ αὐτοῦ σημεῖον ἀπὸ τοῦ οὐρανοῦ, πειράζοντες αὐτόν. 12Καὶ ἀναστενάξας τῷ πνεύματι αὐτοῦ λέγει, Τί ἡ γενεὰ αὕτη ⸂σημεῖον ἐπιζητεῖ;⸃ Ἀμὴν λέγω ⸋ὑμῖν,⸌ εἰ δοθήσεται τῇ γενεᾷ ταύτῃ σημεῖον. 13Καὶ ἀφεὶς αὐτούς, ⸉ἐμβὰς πάλιν⸊ ⸂εἰς πλοῖον,⸃ ἀπῆλθεν εἰς τὸ πέραν.
14Καὶ ἐπελάθοντο ⸆ λαβεῖν ἄρτους, καὶ εἰ μὴ ἕνα ἄρτον οὐκ εἶχον μεθ᾽ ἑαυτῶν ἐν τῷ πλοίῳ. 15Καὶ διεστέλλετο αὐτοῖς, λέγων, Ὁρᾶτε, βλέπετε ἀπὸ τῆς ζύμης τῶν Φαρισαίων καὶ τῆς ζύμης Ἡρῴδου. 16Καὶ διελογίζοντο πρὸς ἀλλήλους, ⸋λέγοντες⸌ ὅτι Ἄρτους οὐκ ⸂ἔχομεν.⸃ 17Καὶ γνοὺς ⸋ὁ Ἰησοῦς⸌ λέγει αὐτοῖς, Τί διαλογίζεσθε ὅτι ἄρτους οὐκ ἔχετε; Οὔπω νοεῖτε, οὐδὲ συνίετε; ⸋2Ἔτι⸌ πεπωρωμένην ἔχετε τὴν καρδίαν ὑμῶν; 18Ὀφθαλμοὺς ἔχοντες οὐ βλέπετε; Καὶ ὦτα ἔχοντες οὐκ ἀκούετε; Καὶ οὐ μνημονεύετε; 19Ὅτε τοὺς πέντε ἄρτους ἔκλασα εἰς τοὺς πεντακισχιλίους, πόσους κοφίνους ⸉πλήρεις κλασμάτων⸊ ἤρατε; Λέγουσιν αὐτῷ, Δώδεκα. 20Ὅτε ⸂δὲ⸃ τοὺς ἑπτὰ εἰς τοὺς τετρακισχιλίους, πόσων σπυρίδων πληρώματα κλασμάτων ἤρατε; ⸂2Οἱ δὲ⸃ ⸂3εἶπον,⸃ ⸆ Ἑπτά. 21Καὶ ⸂ἔλεγεν⸃ αὐτοῖς, ⸂2Πῶς οὐ⸃ συνίετε;
22Καὶ ⸂ἔρχεται⸃ εἰς Βηθσαϊδάν. Καὶ φέρουσιν αὐτῷ τυφλόν, καὶ παρακαλοῦσιν αὐτὸν ἵνα αὐτοῦ ἅψηται. 23Καὶ ἐπιλαβόμενος τῆς χειρὸς τοῦ τυφλοῦ, ⸂ἐξήγαγεν⸃ αὐτὸν ἔξω τῆς κώμης· καὶ πτύσας εἰς τὰ ὄμματα αὐτοῦ, ἐπιθεὶς τὰς χεῖρας αὐτῷ, ἐπηρώτα αὐτὸν εἴ τι ⸂2βλέπει.⸃ 24Καὶ ἀναβλέψας ἔλεγεν, Βλέπω τοὺς ἀνθρώπους ⸂ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας.⸃ 25Εἶτα πάλιν ⸂ἐπέθηκεν⸃ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ ⸂2ἐποίησεν αὐτὸν ἀναβλέψαι.⸃ ⸂3Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν⸃ τηλαυγῶς ⸂4ἅπαντας.⸃ 26Καὶ ἀπέστειλεν αὐτὸν εἰς ⸋τὸν⸌ οἶκον αὐτοῦ, λέγων, Μηδὲ εἰς τὴν κώμην εἰσέλθῃς, ⸋2μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ.⸌
27Καὶ ἐξῆλθεν ὁ Ἰησοῦς καὶ οἱ μαθηταὶ αὐτοῦ εἰς τὰς κώμας Καισαρείας τῆς Φιλίππου· καὶ ἐν τῇ ὁδῷ ἐπηρώτα τοὺς μαθητὰς αὐτοῦ, λέγων αὐτοῖς, Τίνα με λέγουσιν οἱ ἄνθρωποι εἶναι; 28 ⸂Οἱ δὲ ⸂2ἀπεκρίθησαν,⸃ Ἰωάννην τὸν βαπτιστήν· καὶ ἄλλοι Ἠλίαν, ἄλλοι δὲ⸃ ⸂3ἕνα⸃ τῶν προφητῶν. 29Καὶ αὐτὸς ⸂λέγει αὐτοῖς,⸃ Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ἀποκριθεὶς ⸋δὲ⸌ ὁ Πέτρος λέγει αὐτῷ, Σὺ εἶ ὁ χριστός. 30Καὶ ἐπετίμησεν αὐτοῖς, ἵνα μηδενὶ λέγωσιν περὶ αὐτοῦ. 31Καὶ ἤρξατο διδάσκειν αὐτούς, ὅτι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου πολλὰ παθεῖν, καὶ ἀποδοκιμασθῆναι ⸂ἀπὸ⸃ ⸂2τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων,⸃ καὶ ἀποκτανθῆναι, καὶ μετὰ τρεῖς ἡμέρας ἀναστῆναι· 32καὶ παρρησίᾳ τὸν λόγον ἐλάλει. Καὶ προσλαβόμενος ⸉αὐτὸν ὁ Πέτρος⸊ ἤρξατο ἐπιτιμᾷν αὐτῷ. 33Ὁ δὲ ἐπιστραφείς, καὶ ἰδὼν τοὺς μαθητὰς αὐτοῦ, ἐπετίμησεν ⸋τῷ⸌ Πέτρῳ, ⸂λέγων,⸃ Ὕπαγε ὀπίσω μου, Σατανᾶ· ὅτι οὐ φρονεῖς τὰ τοῦ θεοῦ, ἀλλὰ τὰ τῶν ἀνθρώπων. 34Καὶ προσκαλεσάμενος τὸν ὄχλον σὺν τοῖς μαθηταῖς αὐτοῦ, εἶπεν αὐτοῖς, ⸂Ὅστις⸃ θέλει ὀπίσω μου ⸂2ἀκολουθεῖν,⸃ ἀπαρνησάσθω ἑαυτόν, καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ, καὶ ἀκολουθείτω μοι. 35Ὃς γὰρ ⸂ἂν⸃ θέλῃ τὴν ⸂2ψυχὴν αὐτοῦ σῶσαι, ἀπολέσει αὐτήν· ὃς δ᾽ ἂν ⸂3ἀπολέσῃ⸃ τὴν ἑαυτοῦ ψυχὴν⸃ ἕνεκεν ἐμοῦ καὶ τοῦ εὐαγγελίου, ⸋οὗτος⸌ σώσει αὐτήν. 36Τί γὰρ ⸂ὠφελήσει⸃ ⸆ ἄνθρωπον, ⸂2ἐὰν κερδήσῃ⸃ τὸν κόσμον ὅλον, καὶ ⸂3ζημιωθῇ⸃ τὴν ψυχὴν αὐτοῦ; 37 ⸂Ἢ τί⸃ ⸂2δώσει⸃ ἄνθρωπος ἀντάλλαγμα τῆς ψυχῆς αὐτοῦ; 38Ὃς γὰρ ⸂ἐὰν⸃ ἐπαισχυνθῇ με καὶ τοὺς ἐμοὺς λόγους ἐν τῇ γενεᾷ ταύτῃ τῇ μοιχαλίδι καὶ ἁμαρτωλῷ, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπαισχυνθήσεται αὐτόν, ὅταν ἔλθῃ ἐν τῇ δόξῃ τοῦ πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων τῶν ἁγίων.
Notes
*8:1
⸂ παμπόλλου RP f 35 TR ¦ πάλιν πολλοῦ TNT2 WH NA NIV SBL
*8:1
⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:1
⸋2 αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:2
⸂ ἡμέραι RP TNT2 WH NA NIV SBL ¦ ἡμέρας f 35 TR
*8:3
⸂ τινὲς γὰρ RP f 35 TR ¦ καί τινες TNT2 WH NA NIV SBL
*8:3
⸆ – RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
*8:3
⸂2 ἥκουσιν RP f 35 ¦ ἥκασι TR ¦ ἥκασιν TNT2 NA27+28 NIV SBL ¦ εἰσίν WH NA25
*8:4
⸆ – RP f 35 TR ¦ ὅτι TNT2 WH NA NIV SBL
*8:5
⸂ ἐπηρώτα RP f 35 TR ¦ ἠρώτα TNT2 WH NA NIV SBL
*8:6
⸂ παρήγγειλεν RP f 35 ¦ παρήγγειλε TR ¦ παραγγέλλει TNT2 WH NA NIV SBL
*8:6
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ καὶ f 35
*8:6
⸂2 παραθῶσιν RP f 35 ¦ παραθῶσι TR ¦ παρατιθῶσιν TNT2 WH NA NIV SBL
*8:7
⸆ – RP f 35 TR ¦ αὐτὰ TNT2 WH NA NIV SBL
*8:7
⸂ παραθεῖναι καὶ αὐτά RP f 35 TR ¦ καὶ ταῦτα παρατιθέναι TNT2 WH NA NIV SBL
*8:8
⸂ Ἔφαγον δέ RP f 35 TR ¦ Καὶ ἔφαγον TNT2 WH NA NIV SBL
*8:9
⸋ οἱ φαγόντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*8:10
⸂ εὐθέως RP f 35 TR ¦ εὐθὺς TNT2 WH NA NIV SBL
*8:12
⸂ σημεῖον ἐπιζητεῖ RP f 35 TR ¦ ζητεῖ σημεῖον TNT2 WH NA NIV SBL
*8:12
⸋ ὑμῖν RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*8:13
⸉ ἐμβὰς πάλιν RP f 35 TR NIV73 ¦ πάλιν ἐμβὰς TNT2 WH NA NIV11 SBL
*8:13
⸂ εἰς πλοῖον RP f 35 TNT2 ¦ εἰς τὸ πλοῖον TR NIV73 ¦ – WH NA NIV11 SBL
*8:14
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ οἱ μαθηταὶ αὐτοῦ f 35
*8:16
⸋ λέγοντες RP f 35 TR NIV73 ¦ – TNT2 WH NA NIV11 SBL
*8:16
⸂ ἔχομεν RP f 35 TR NIV ¦ ἔχουσιν TNT2 WH NA SBL
*8:17
⸋ ὁ Ἰησοῦς RP f 35 TR TNT2 NIV ¦ – WH NA SBL
*8:17
⸋2 Ἔτι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:19
⸉ πλήρεις κλασμάτων RP f 35 TR ¦ κλασμάτων πλήρεις TNT2 WH NA NIV SBL
*8:20
⸂ δὲ RP f 35 TR TNT2 ¦ – WH NA NIV11 ¦ καὶ NIV73 SBL
*8:20
⸂2 Οἱ δὲ RP f 35 TR TNT2 ¦ Καὶ WH NA NIV SBL
*8:20
⸂3 εἶπον RP f 35 TR TNT2 ¦ λέγουσιν WH NA NIV SBL
*8:20
⸆ – RP f 35 TR TNT2 NA25 NIV11 ¦ αὐτῷ WH NA27+28 NIV73 SBL
*8:21
⸂ ἔλεγεν RP TR TNT2 WH NA NIV SBL ¦ λέγει f 35
*8:21
⸂2 Πῶς οὐ RP TR ¦ Πῶς οὔπω f 35 TNT2 ¦ Οὔπω WH NA NIV SBL
*8:22
⸂ ἔρχεται RP f 35 TR ¦ ἔρχονται TNT2 WH NA NIV SBL
*8:23
⸂ ἐξήγαγεν RP f 35 TR ¦ ἐξήνεγκεν TNT2 WH NA NIV SBL
*8:23
⸂2 βλέπει RP f 35 TR TNT2 ¦ βλέπεις WH NA NIV SBL
*8:24
⸂ ὅτι ὡς δένδρα ὁρῶ περιπατοῦντας RP f 35 TNT2 WH NA NIV SBL ¦ ὡς δένδρα περιπατοῦντας TR
*8:25
⸂ ἐπέθηκεν RP f 35 NA NIV SBL ¦ ἐπέθηκε TR ¦ ἔθηκεν TNT2 WH
*8:25
⸂2 ἐποίησεν αὐτὸν ἀναβλέψαι RP f 35 TR ¦ διέβλεψεν TNT2 WH NA NIV SBL
*8:25
⸂3 Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψεν RP f 35 ¦ Καὶ ἀποκατεστάθη, καὶ ἐνέβλεψε TR ¦ Καὶ ἀπεκατέστη, καὶ ἐνέβλεπεν TNT2 WH NA NIV SBL
*8:25
⸂4 ἅπαντας RP f 35 TR ¦ ἅπαντα TNT2 WH NA NIV SBL
*8:26
⸋ τὸν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:26
⸋2 μηδὲ εἴπῃς τινὶ ἐν τῇ κώμῃ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*8:28
⸂ Οἱ δὲ … καὶ ἄλλοι … ἄλλοι δὲ RP f 35 TR ¦ Οἱ δὲ … καὶ ἄλλοι … ἄλλοι δὲ ὅτι TNT2 ¦ Οἱ δὲ … ὅτι … καὶ ἄλλοι … ἄλλοι δὲ ὅτι WH NA NIV SBL
*8:28
⸂2 ἀπεκρίθησαν RP f 35 TR ¦ ἀπεκρίθησαν αὐτῷ λέγοντες TNT2 ¦ εἶπαν αὐτῷ λέγοντες WH NA NIV SBL
*8:28
⸂3 ἕνα RP f 35 TR ¦ εἷς TNT2 WH NA NIV SBL
*8:29
⸂ λέγει αὐτοῖς RP f 35 TR ¦ ἐπηρώτα αὐτούς TNT2 WH NA NIV SBL
*8:29
⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:31
⸂ ἀπὸ RP f 35 TR ¦ ὑπὸ TNT2 WH NA NIV SBL
*8:31
⸂2 τῶν πρεσβυτέρων καὶ τῶν ἀρχιερέων καὶ τῶν γραμματέων RP f 35 TNT2 WH NA NIV SBL ¦ τῶν πρεσβυτέρων καὶ ἀρχιερέων καὶ γραμματέων TR
*8:32
⸉ αὐτὸν ὁ Πέτρος RP f 35 TR ¦ ὁ Πέτρος αὐτὸν TNT2 WH NA NIV SBL
*8:33
⸋ τῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:33
⸂ λέγων RP f 35 TR ¦ καὶ λέγει TNT2 WH NA NIV SBL
*8:34
⸂ Ὅστις RP f 35 TR ¦ Εἴ τις TNT2 WH NA NIV SBL
*8:34
⸂2 ἀκολουθεῖν RP f 35 TNT2 NA27+28 NIV ¦ ἐλθεῖν TR WH NA25 SBL
*8:35
⸂ ἂν RP f 35 TR ¦ ἐὰν TNT2 WH NA NIV SBL
*8:35
⸂2 ψυχὴν αὐτοῦ … ἑαυτοῦ ψυχὴν RP TNT2 ¦ ψυχὴν αὐτοῦ … ψυχὴν αὐτοῦ f 35 TR NA NIV SBL ¦ ἑαυτοῦ ψυχὴν … ψυχὴν αὐτοῦ WH
*8:35
⸂3 ἀπολέσῃ RP f 35 TR ¦ ἀπολέσει TNT2 WH NA NIV SBL
*8:35
⸋ οὗτος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*8:36
⸂ ὠφελήσει RP f 35 TR TNT2 ¦ ὠφελεῖ WH NA NIV SBL
*8:36
⸆ – RP f 35 TR WH NA NIV SBL ¦ τὸν TNT2
*8:36
⸂2 ἐὰν κερδήσῃ RP f 35 TR TNT2 ¦ κερδῆσαι WH NA NIV SBL
*8:36
⸂3 ζημιωθῇ RP f 35 TR TNT2 ¦ ζημιωθῆναι WH NA NIV SBL
*8:37
⸂ Ἢ τί RP f 35 TR ¦ Τί γὰρ TNT2 WH NA NIV SBL
*8:37
⸂2 δώσει RP f 35 TR ¦ δοῖ TNT2 WH NA NIV SBL
*8:38
⸂ ἐὰν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἂν TR