4
1Λαλούντων δὲ αὐτῶν πρὸς τὸν λαόν, ἐπέστησαν αὐτοῖς οἱ ⸂ἱερεῖς⸃ καὶ ὁ στρατηγὸς τοῦ ἱεροῦ καὶ οἱ Σαδδουκαῖοι, 2διαπονούμενοι διὰ τὸ διδάσκειν αὐτοὺς τὸν λαόν, καὶ καταγγέλλειν ἐν τῷ Ἰησοῦ ⸂τὴν ἀνάστασιν τῶν νεκρῶν.⸃ 3Καὶ ἐπέβαλον αὐτοῖς τὰς χεῖρας, καὶ ἔθεντο εἰς τήρησιν εἰς τὴν αὔριον· ἦν γὰρ ἑσπέρα ἤδη. 4Πολλοὶ δὲ τῶν ἀκουσάντων τὸν λόγον ἐπίστευσαν· καὶ ἐγενήθη ⸋ὁ⸌ ἀριθμὸς τῶν ἀνδρῶν ⸂ὡσεὶ⸃ χιλιάδες πέντε.
5Ἐγένετο δὲ ἐπὶ τὴν αὔριον συναχθῆναι αὐτῶν ⸂τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς⸃ ⸂2εἰς⸃ Ἱερουσαλήμ, 6καὶ ⸂Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον,⸃ καὶ ὅσοι ἦσαν ἐκ γένους ἀρχιερατικοῦ. 7Καὶ στήσαντες αὐτοὺς ἐν ⸆ μέσῳ ἐπυνθάνοντο, Ἐν ποίᾳ δυνάμει ἢ ἐν ποίῳ ὀνόματι ἐποιήσατε τοῦτο ὑμεῖς; 8Τότε Πέτρος πλησθεὶς πνεύματος ἁγίου εἶπεν πρὸς αὐτούς, Ἄρχοντες τοῦ λαοῦ καὶ πρεσβύτεροι ⸋τοῦ Ἰσραήλ,⸌ 9εἰ ἡμεῖς σήμερον ἀνακρινόμεθα ἐπὶ εὐεργεσίᾳ ἀνθρώπου ἀσθενοῦς, ἐν τίνι οὗτος σέσωσται· 10γνωστὸν ἔστω πᾶσιν ὑμῖν καὶ παντὶ τῷ λαῷ Ἰσραήλ, ὅτι ἐν τῷ ὀνόματι Ἰησοῦ χριστοῦ τοῦ Ναζωραίου, ὃν ὑμεῖς ἐσταυρώσατε, ὃν ὁ θεὸς ἤγειρεν ἐκ νεκρῶν, ἐν τούτῳ οὗτος παρέστηκεν ἐνώπιον ὑμῶν ὑγιής. 11Οὗτός ἐστιν ὁ λίθος ὁ ἐξουθενηθεὶς ὑφ᾽ ὑμῶν τῶν ⸂οἰκοδομούντων,⸃ ὁ γενόμενος εἰς κεφαλὴν γωνίας. 12Καὶ οὐκ ἔστιν ἐν ἄλλῳ οὐδενὶ ἡ σωτηρία· ⸂οὔτε⸃ γὰρ ὄνομά ⸉ἐστιν ἕτερον⸊ ⸆ τὸ δεδομένον ἐν ἀνθρώποις, ἐν ᾧ δεῖ σωθῆναι ἡμᾶς.
13Θεωροῦντες δὲ τὴν τοῦ Πέτρου παρρησίαν καὶ Ἰωάννου, καὶ καταλαβόμενοι ὅτι ἄνθρωποι ἀγράμματοί εἰσιν καὶ ἰδιῶται, ἐθαύμαζον, ἐπεγίνωσκόν τε αὐτοὺς ὅτι σὺν τῷ Ἰησοῦ ἦσαν. 14Τὸν ⸂δὲ⸃ ἄνθρωπον βλέποντες σὺν αὐτοῖς ἑστῶτα ⸋τὸν⸌ τεθεραπευμένον, οὐδὲν εἶχον ἀντειπεῖν. 15Κελεύσαντες δὲ αὐτοὺς ἔξω τοῦ συνεδρίου ἀπελθεῖν, ⸂συνέβαλλον⸃ πρὸς ἀλλήλους, 16λέγοντες, Τί ⸂ποιήσομεν⸃ τοῖς ἀνθρώποις τούτοις; Ὅτι μὲν γὰρ γνωστὸν σημεῖον γέγονεν δι᾽ αὐτῶν, πᾶσιν τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ φανερόν, καὶ οὐ δυνάμεθα ⸂2ἀρνήσασθαι.⸃ 17Ἀλλ᾽ ἵνα μὴ ἐπὶ πλεῖον διανεμηθῇ εἰς τὸν λαόν, ⸋ἀπειλῇ⸌ ⸂ἀπειλησώμεθα⸃ αὐτοῖς μηκέτι λαλεῖν ἐπὶ τῷ ὀνόματι τούτῳ μηδενὶ ⸂2ἀνθρώπων.⸃ 18Καὶ καλέσαντες αὐτούς, παρήγγειλαν ⸋αὐτοῖς⸌ ⸋2τὸ⸌ καθόλου μὴ φθέγγεσθαι μηδὲ διδάσκειν ἐπὶ τῷ ὀνόματι τοῦ Ἰησοῦ. 19Ὁ δὲ Πέτρος καὶ Ἰωάννης ἀποκριθέντες ⸉πρὸς αὐτοὺς εἶπον,⸊ Εἰ δίκαιόν ἐστιν ἐνώπιον τοῦ θεοῦ ὑμῶν ἀκούειν μᾶλλον ἢ τοῦ θεοῦ, κρίνατε. 20Οὐ δυνάμεθα γὰρ ἡμεῖς, ⸂ἃ εἴδομεν καὶ ἠκούσαμεν,⸃ μὴ λαλεῖν. 21Οἱ δὲ προσαπειλησάμενοι ἀπέλυσαν αὐτούς, μηδὲν εὑρίσκοντες τὸ πῶς ⸂κολάσονται⸃ αὐτούς, διὰ τὸν λαόν, ὅτι πάντες ἐδόξαζον τὸν θεὸν ἐπὶ τῷ γεγονότι. 22Ἐτῶν γὰρ ἦν πλειόνων τεσσαράκοντα ὁ ἄνθρωπος ἐφ᾽ ὃν ἐγεγόνει τὸ σημεῖον τοῦτο τῆς ἰάσεως.
23Ἀπολυθέντες δὲ ἦλθον πρὸς τοὺς ἰδίους, καὶ ⸂ἀπήγγειλαν⸃ ὅσα πρὸς αὐτοὺς οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι εἶπον. 24Οἱ δὲ ἀκούσαντες ὁμοθυμαδὸν ἦραν φωνὴν πρὸς τὸν θεόν, καὶ εἶπον, Δέσποτα, σὺ ⸋ὁ θεὸς⸌ ὁ ποιήσας τὸν οὐρανὸν καὶ τὴν γῆν καὶ τὴν θάλασσαν καὶ πάντα τὰ ἐν αὐτοῖς· 25ὁ ⸆ ⸂διὰ στόματος⸃ Δαυὶδ ⸆2 παιδός σου εἰπών, Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; 26Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ κυρίου, καὶ κατὰ τοῦ χριστοῦ αὐτοῦ· 27συνήχθησαν γὰρ ἐπ᾽ ἀληθείας ⸆ ἐπὶ τὸν ἅγιον παῖδά σου Ἰησοῦν, ὃν ἔχρισας, Ἡρῴδης τε καὶ Πόντιος Πιλάτος, σὺν ἔθνεσιν καὶ λαοῖς Ἰσραήλ, 28ποιῆσαι ὅσα ἡ χείρ σου καὶ ἡ βουλή ⸋σου⸌ προώρισεν γενέσθαι. 29Καὶ τὰ νῦν, κύριε, ἔπιδε ἐπὶ τὰς ἀπειλὰς αὐτῶν, καὶ δὸς τοῖς δούλοις σου μετὰ παρρησίας πάσης λαλεῖν τὸν λόγον σου, 30ἐν τῷ τὴν χεῖρά ⸋σου⸌ ἐκτείνειν σε εἰς ἴασιν, καὶ σημεῖα καὶ τέρατα γίνεσθαι διὰ τοῦ ὀνόματος τοῦ ἁγίου παιδός σου Ἰησοῦ. 31Καὶ δεηθέντων αὐτῶν ἐσαλεύθη ὁ τόπος ἐν ᾧ ἦσαν συνηγμένοι, καὶ ἐπλήσθησαν ἅπαντες ⸆ ⸉πνεύματος ἁγίου,⸊ καὶ ἐλάλουν τὸν λόγον τοῦ θεοῦ μετὰ παρρησίας.
32Τοῦ δὲ πλήθους τῶν πιστευσάντων ἦν ⸂ἡ καρδία καὶ ἡ ψυχὴ μία·⸃ καὶ οὐδὲ εἷς τι τῶν ὑπαρχόντων ⸂2αὐτῶν⸃ ἔλεγεν ἴδιον εἶναι, ἀλλ᾽ ἦν αὐτοῖς ⸂3ἅπαντα⸃ κοινά. 33Καὶ ⸉μεγάλῃ δυνάμει⸊ ἀπεδίδουν ⸉2τὸ μαρτύριον οἱ ἀπόστολοι⸊ ⸉3τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ,⸊ χάρις τε μεγάλη ἦν ἐπὶ πάντας αὐτούς. 34Οὐδὲ γὰρ ἐνδεής τις ⸂ὑπῆρχεν ἐν αὐτοῖς· ὅσοι γὰρ κτήτορες χωρίων ἢ οἰκιῶν ὑπῆρχον,⸃ πωλοῦντες ἔφερον τὰς τιμὰς τῶν πιπρασκομένων, 35καὶ ἐτίθουν παρὰ τοὺς πόδας τῶν ἀποστόλων· διεδίδοτο δὲ ἑκάστῳ καθότι ἄν τις χρείαν εἶχεν.
36Ἰωσῆς δέ, ὁ ἐπικληθεὶς Βαρνάβας ⸂ἀπὸ⸃ τῶν ἀποστόλων—ὅ ἐστιν, μεθερμηνευόμενον, υἱὸς παρακλήσεως—Λευΐτης, Κύπριος τῷ γένει, 37ὑπάρχοντος αὐτῷ ἀγροῦ, πωλήσας ἤνεγκεν τὸ χρῆμα, καὶ ἔθηκεν ⸂παρὰ⸃ τοὺς πόδας τῶν ἀποστόλων.
Notes
*4:1
⸂ ἱερεῖς RP f 35 TR TNT2 NA NIV SBL ¦ ἀρχιερεῖς WH
*4:2
⸂ τὴν ἀνάστασιν τῶν νεκρῶν RP f 35 ¦ τὴν ἀνάστασιν τὴν ἐκ νεκρῶν TR TNT2 WH NA NIV SBL
*4:4
⸋ ὁ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
*4:4
⸂ ὡσεὶ RP f 35 TR ¦ ὡς TNT2 WH NA NIV SBL
*4:5
⸂ τοὺς ἄρχοντας καὶ πρεσβυτέρους καὶ γραμματεῖς RP f 35 TR ¦ τοὺς ἄρχοντας καὶ τοὺς πρεσβυτέρους καὶ τοὺς γραμματεῖς TNT2 WH NA NIV SBL
*4:5
⸂2 εἰς RP TR ¦ ἐν f 35 TNT2 WH NA NIV SBL
*4:6
⸂ Ἄνναν τὸν ἀρχιερέα, καὶ Καϊάφαν, καὶ Ἰωάννην, καὶ Ἀλέξανδρον RP f 35 TR ¦ Ἅννας ὁ ἀρχιερεὺς, καὶ Καϊάφας, καὶ Ἰωάννης, καὶ Ἀλέξανδρος TNT2 WH NA NIV SBL
*4:7
⸆ – RP f 35 ¦ τῷ TR TNT2 WH NA NIV SBL
*4:8
⸋ τοῦ Ἰσραήλ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:11
⸂ οἰκοδομούντων RP f 35 TR ¦ οἰκοδόμων TNT2 WH NA NIV SBL
*4:12
⸂ οὔτε RP TR ¦ οὐδὲ f 35 TNT2 WH NA NIV SBL
*4:12
⸉ ἐστιν ἕτερον RP TR TNT2 WH NA NIV SBL ¦ ἕτερόν ἐστιν f 35
*4:12
⸆ – RP ¦ ὑπὸ τὸν οὐρανὸν f 35 TR TNT2 WH NA NIV SBL
*4:14
⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
*4:14
⸋ τὸν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*4:15
⸂ συνέβαλλον RP f 35 TNT2 WH NA NIV SBL ¦ συνέβαλον TR
*4:16
⸂ ποιήσομεν RP f 35 TR ¦ ποιήσωμεν TNT2 WH NA NIV SBL
*4:16
⸂2 ἀρνήσασθαι RP f 35 TR ¦ ἀρνεῖσθαι TNT2 WH NA NIV SBL
*4:17
⸋ ἀπειλῇ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:17
⸂ ἀπειλησόμεθα RP ¦ ἀπειλησώμεθα f 35 TR TNT2 WH NA NIV SBL
*4:17
⸂2 ἀνθρώπων RP TR TNT2 WH NA NIV SBL ¦ ἀνθρώπῳ f 35
*4:18
⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:18
⸋2 τὸ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*4:19
⸉ πρὸς αὐτοὺς εἶπον RP f 35 TR ¦ εἶπαν πρὸς αὐτοὺς TNT2 WH ¦ εἶπον πρὸς αὐτοὺς NA NIV SBL
*4:20
⸂ ἃ εἴδομεν καὶ ἠκούσαμεν RP TR ¦ ἃ εἴδομεν καὶ ἃ ἠκούσαμεν f 35 ¦ ἃ εἴδαμεν καὶ ἠκούσαμεν TNT2 WH NA NIV SBL
*4:21
⸂ κολάσονται RP f 35 ¦ κολάσωνται TR TNT2 WH NA NIV SBL
*4:23
⸂ ἀπήγγειλαν RP TR TNT2 WH NA NIV SBL ¦ ἀνήγγειλαν f 35
*4:24
⸋ ὁ θεὸς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*4:25
⸆ – RP f 35 TR ¦ τοῦ πατρὸς ἡμῶν TNT2 WH NA NIV SBL
*4:25
⸂ διὰ στόματος RP f 35 TR ¦ διὰ πνεύματος ἁγίου, στόματος TNT2 WH NA NIV SBL
*4:25
⸆2 – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
*4:27
⸆ – RP f 35 TR ¦ ἐν τῇ πόλει ταύτῃ TNT2 WH NA NIV SBL
*4:28
⸋ σου RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL
*4:30
⸋ σου RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
*4:31
⸆ – RP f 35 TR ¦ τοῦ TNT2 WH NA NIV SBL
*4:31
⸉ πνεύματος ἁγίου RP f 35 TR ¦ ἁγίου πνεύματος TNT2 WH NA NIV SBL
*4:32
⸂ ἡ καρδία καὶ ἡ ψυχὴ μία RP f 35 TR ¦ καρδία καὶ ψυχὴ μία TNT2 WH NA NIV SBL
*4:32
⸂2 αὐτῶν RP ¦ αὐτῷ f 35 TR TNT2 WH NA NIV SBL
*4:32
⸂3 ἅπαντα RP f 35 TR TNT2 NA27+28 NIV ¦ πάντα WH NA25 SBL
*4:33
⸉ μεγάλῃ δυνάμει RP TR ¦ δυνάμει μεγάλῃ f 35 TNT2 WH NA NIV SBL
*4:33
⸉2 τὸ μαρτύριον οἱ ἀπόστολοι RP TR TNT2 WH NA NIV SBL ¦ οἱ ἀπόστολοι τὸ μαρτύριον f 35
*4:33
⸉3 τῆς ἀναστάσεως τοῦ κυρίου Ἰησοῦ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τοῦ κυρίου Ἰησοῦ τῆς ἀναστάσεως WH NA25
*4:34
⸂ ὑπῆρχεν … ὑπῆρχον RP TR ¦ ἦν … ὑπῆρχον f 35 TNT2 WH NA NIV SBL
*4:36
⸂ ἀπὸ RP f 35 TNT2 WH NA NIV SBL ¦ ὑπὸ TR
*4:37
⸂ παρὰ RP f 35 TR TNT2 WH SBL ¦ πρὸς NA NIV