20
1Μετὰ δὲ τὸ παύσασθαι τὸν θόρυβον, ⸂προσκαλεσάμενος⸃ ὁ Παῦλος τοὺς μαθητάς, καὶ ⸆ ἀσπασάμενος, ἐξῆλθεν ⸂2πορευθῆναι⸃ εἰς ⸋τὴν⸌ Μακεδονίαν. 2Διελθὼν δὲ τὰ μέρη ἐκεῖνα, καὶ παρακαλέσας αὐτοὺς λόγῳ πολλῷ, ἦλθεν εἰς τὴν Ἑλλάδα. 3Ποιήσας τε μῆνας τρεῖς, γενομένης ⸉αὐτῷ ἐπιβουλῆς⸊ ὑπὸ τῶν Ἰουδαίων μέλλοντι ἀνάγεσθαι εἰς τὴν Συρίαν, ἐγένετο ⸂γνώμη⸃ τοῦ ὑποστρέφειν διὰ Μακεδονίας. 4Συνείπετο δὲ αὐτῷ ⸋ἄχρι τῆς Ἀσίας⸌ Σώπατρος ⸆ Βεροιαῖος· Θεσσαλονικέων δέ, Ἀρίσταρχος καὶ Σεκοῦνδος, καὶ Γάϊος Δερβαῖος, καὶ Τιμόθεος· Ἀσιανοὶ δέ, Τυχικὸς καὶ Τρόφιμος. 5Οὗτοι ⸆ ⸂προσελθόντες⸃ ἔμενον ἡμᾶς ἐν Τρῳάδι. 6Ἡμεῖς δὲ ἐξεπλεύσαμεν μετὰ τὰς ἡμέρας τῶν ἀζύμων ἀπὸ Φιλίππων, καὶ ἤλθομεν πρὸς αὐτοὺς εἰς τὴν Τρῳάδα ἄχρι ἡμερῶν πέντε, ⸂οὗ⸃ διετρίψαμεν ἡμέρας ἑπτά.
7Ἐν δὲ τῇ μιᾷ τῶν σαββάτων, συνηγμένων ⸂τῶν μαθητῶν⸃ ⸆ κλάσαι ἄρτον, ὁ Παῦλος διελέγετο αὐτοῖς, μέλλων ἐξιέναι τῇ ἐπαύριον, παρέτεινέν τε τὸν λόγον μέχρι μεσονυκτίου. 8Ἦσαν δὲ λαμπάδες ἱκαναὶ ἐν τῷ ὑπερῴῳ οὗ ⸂ἦμεν⸃ συνηγμένοι. 9 ⸂Καθήμενος⸃ δέ τις νεανίας ὀνόματι Εὔτυχος ἐπὶ τῆς θυρίδος, καταφερόμενος ὕπνῳ βαθεῖ, διαλεγομένου τοῦ Παύλου ἐπὶ πλεῖον, κατενεχθεὶς ἀπὸ τοῦ ὕπνου ἔπεσεν ἀπὸ τοῦ τριστέγου κάτω, καὶ ἤρθη νεκρός. 10Καταβὰς δὲ ὁ Παῦλος ἐπέπεσεν αὐτῷ, καὶ συμπεριλαβὼν εἶπεν, Μὴ θορυβεῖσθε· ἡ γὰρ ψυχὴ αὐτοῦ ἐν αὐτῷ ἐστιν. 11Ἀναβὰς δὲ καὶ κλάσας ⸆ ἄρτον καὶ γευσάμενος, ἐφ᾽ ἱκανόν τε ὁμιλήσας ἄχρι αὐγῆς, οὕτως ἐξῆλθεν. 12Ἤγαγον δὲ τὸν παῖδα ζῶντα, καὶ παρεκλήθησαν οὐ μετρίως.
13Ἡμεῖς δέ, ⸂προσελθόντες⸃ ἐπὶ τὸ πλοῖον, ἀνήχθημεν ⸂2εἰς⸃ τὴν Ἄσσον, ἐκεῖθεν μέλλοντες ἀναλαμβάνειν τὸν Παῦλον· οὕτως γὰρ ⸉ἦν διατεταγμένος,⸊ μέλλων αὐτὸς πεζεύειν. 14Ὡς δὲ ⸂συνέβαλεν⸃ ἡμῖν εἰς τὴν Ἄσσον, ἀναλαβόντες αὐτὸν ἤλθομεν εἰς Μιτυλήνην. 15Κἀκεῖθεν ἀποπλεύσαντες, τῇ ἐπιούσῃ κατηντήσαμεν ἀντικρὺ Χίου· τῇ δὲ ἑτέρᾳ παρεβάλομεν εἰς Σάμον· ⸂καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ⸃ ἤλθομεν εἰς Μίλητον. 16 ⸂Ἔκρινεν⸃ γὰρ ὁ Παῦλος παραπλεῦσαι τὴν Ἔφεσον, ὅπως μὴ γένηται αὐτῷ χρονοτριβῆσαι ἐν τῇ Ἀσίᾳ· ἔσπευδεν γάρ, εἰ δυνατὸν ⸂2ἦν⸃ αὐτῷ, τὴν ἡμέραν τῆς Πεντηκοστῆς γενέσθαι εἰς Ἱεροσόλυμα.
17Ἀπὸ δὲ τῆς Μιλήτου πέμψας εἰς Ἔφεσον μετεκαλέσατο τοὺς πρεσβυτέρους τῆς ἐκκλησίας. 18Ὡς δὲ παρεγένοντο πρὸς αὐτόν, εἶπεν αὐτοῖς,
Ὑμεῖς ἐπίστασθε, ἀπὸ πρώτης ἡμέρας ⸋ἀφ᾽⸌ ἧς ἐπέβην εἰς τὴν Ἀσίαν, πῶς μεθ᾽ ὑμῶν τὸν πάντα χρόνον ἐγενόμην, 19δουλεύων τῷ κυρίῳ μετὰ πάσης ταπεινοφροσύνης καὶ ⸋πολλῶν⸌ δακρύων καὶ πειρασμῶν τῶν συμβάντων μοι ἐν ταῖς ἐπιβουλαῖς τῶν Ἰουδαίων· 20ὡς οὐδὲν ὑπεστειλάμην τῶν συμφερόντων, τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν καὶ διδάξαι ὑμᾶς δημοσίᾳ καὶ κατ᾽ οἴκους, 21διαμαρτυρόμενος Ἰουδαίοις τε καὶ Ἕλλησιν τὴν εἰς ⸋τὸν⸌ θεὸν μετάνοιαν, καὶ πίστιν ⸋2τὴν⸌ εἰς ⸂τὸν κύριον ἡμῶν Ἰησοῦν.⸃ 22Καὶ νῦν ἰδού, ⸉ἐγὼ δεδεμένος⸊ τῷ πνεύματι πορεύομαι εἰς Ἱερουσαλήμ, τὰ ἐν αὐτῇ συναντήσοντά ⸂μοι⸃ μὴ εἰδώς, 23πλὴν ὅτι τὸ πνεῦμα τὸ ἅγιον κατὰ πόλιν διαμαρτύρεται ⸆ λέγον ὅτι δεσμά ⸉με καὶ θλίψεις⸊ μένουσιν. 24Ἀλλ᾽ οὐδενὸς ⸂λόγον⸃ ποιοῦμαι, ⸋οὐδὲ ἔχω⸌ τὴν ψυχήν ⸋2μου⸌ τιμίαν ἐμαυτῷ, ὡς τελειῶσαι τὸν δρόμον μου ⸋3μετὰ χαρᾶς,⸌ καὶ τὴν διακονίαν ἣν ἔλαβον παρὰ τοῦ κυρίου Ἰησοῦ, διαμαρτύρασθαι τὸ εὐαγγέλιον τῆς χάριτος τοῦ θεοῦ. 25Καὶ νῦν ἰδού, ἐγὼ οἶδα ὅτι οὐκέτι ὄψεσθε τὸ πρόσωπόν μου ὑμεῖς πάντες, ἐν οἷς διῆλθον κηρύσσων τὴν βασιλείαν ⸋τοῦ θεοῦ.⸌ 26 ⸂Διότι⸃ μαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρὸς ⸋ἐγὼ⸌ ⸆ ἀπὸ τοῦ αἵματος πάντων. 27Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ⸉ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ.⸊ 28Προσέχετε ⸋οὖν⸌ ἑαυτοῖς καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους, ποιμαίνειν τὴν ἐκκλησίαν ⸂τοῦ κυρίου καὶ θεοῦ,⸃ ἣν περιεποιήσατο διὰ τοῦ ⸂2ἰδίου αἵματος.⸃ 29Ἐγὼ ⸋γὰρ⸌ οἶδα ⸋2τοῦτο,⸌ ὅτι εἰσελεύσονται μετὰ τὴν ἄφιξίν μου λύκοι βαρεῖς εἰς ὑμᾶς, μὴ φειδόμενοι τοῦ ποιμνίου· 30καὶ ἐξ ὑμῶν αὐτῶν ἀναστήσονται ἄνδρες λαλοῦντες διεστραμμένα, τοῦ ἀποσπᾷν τοὺς μαθητὰς ὀπίσω ⸂αὐτῶν.⸃ 31Διὸ γρηγορεῖτε, μνημονεύοντες ὅτι τριετίαν νύκτα καὶ ἡμέραν οὐκ ἐπαυσάμην μετὰ δακρύων νουθετῶν ἕνα ἕκαστον. 32Καὶ τὰ νῦν παρατίθεμαι ὑμᾶς, ⸋ἀδελφοί,⸌ ⸂τῷ θεῷ⸃ καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ ⸂2ἐποικοδομῆσαι,⸃ καὶ δοῦναι ⸋2ὑμῖν⸌ ⸆ κληρονομίαν ἐν τοῖς ἡγιασμένοις πᾶσιν. 33Ἀργυρίου ἢ χρυσίου ἢ ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. 34Αὐτοὶ ⸆ γινώσκετε ὅτι ταῖς χρείαις μου καὶ τοῖς οὖσιν μετ᾽ ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. 35Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν τε ⸂τῶν λόγων⸃ τοῦ κυρίου Ἰησοῦ, ὅτι αὐτὸς εἶπεν, Μακάριόν ἐστιν ⸉μᾶλλον διδόναι⸊ ἢ λαμβάνειν.
36Καὶ ταῦτα εἰπών, θεὶς τὰ γόνατα αὐτοῦ, σὺν πᾶσιν αὐτοῖς προσηύξατο. 37Ἱκανὸς δὲ ⸉ἐγένετο κλαυθμὸς⸊ πάντων· καὶ ἐπιπεσόντες ἐπὶ τὸν τράχηλον τοῦ Παύλου κατεφίλουν αὐτόν, 38ὀδυνώμενοι μάλιστα ἐπὶ τῷ λόγῳ ᾧ εἰρήκει, ὅτι οὐκέτι μέλλουσιν τὸ πρόσωπον αὐτοῦ θεωρεῖν. Προέπεμπον δὲ αὐτὸν εἰς τὸ πλοῖον.
Notes
*20:1
⸂ προσκαλεσάμενος RP f 35 TR ¦ μεταπεμψάμενος TNT2 WH NA NIV SBL
*20:1
⸆ – RP f 35 TR ¦ παρακαλέσας TNT2 WH NA NIV SBL
*20:1
⸂2 πορευθῆναι RP f 35 TR ¦ πορεύεσθαι TNT2 WH NA NIV SBL
*20:1
⸋ τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:3
⸉ αὐτῷ ἐπιβουλῆς RP TR ¦ ἐπιβουλῆς αὐτῷ f 35 TNT2 WH NA NIV SBL
*20:3
⸂ γνώμη RP f 35 TR ¦ γνώμης TNT2 WH NA NIV SBL
*20:4
⸋ ἄχρι τῆς Ἀσίας RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*20:4
⸆ – RP f 35 TR ¦ Πύρρου TNT2 WH NA NIV SBL
*20:5
⸆ – RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL
*20:5
⸂ προσελθόντες RP TNT2 WH SBL ¦ προελθόντες f 35 TR NA NIV
*20:6
⸂ οὗ RP f 35 TR TNT2 WH SBL ¦ ὅπου NA NIV
*20:7
⸂ τῶν μαθητῶν RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL
*20:7
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ TR
*20:8
⸂ ἦμεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἦσαν TR
*20:9
⸂ Καθήμενος RP f 35 TR ¦ Καθεζόμενος TNT2 WH NA NIV SBL
*20:11
⸆ – RP f 35 TR ¦ τὸν TNT2 WH NA NIV SBL
*20:13
⸂ προσελθόντες RP f 35 ¦ προελθόντες TR TNT2 WH NA NIV SBL
*20:13
⸂2 εἰς RP f 35 TR ¦ ἐπὶ TNT2 WH NA NIV SBL
*20:13
⸉ ἦν διατεταγμένος RP f 35 TR ¦ διατεταγμένος ἦν TNT2 WH NA NIV SBL
*20:14
⸂ συνέβαλεν RP f 35 TR ¦ συνέβαλλεν TNT2 WH NA NIV SBL
*20:15
⸂ καὶ μείναντες ἐν Τρωγυλλίῳ, τῇ ἐχομένῃ RP TR ¦ καὶ μείναντες ἐν Τρωγυλίῳ, τῇ ἐχομένῃ f 35 ¦ τῇ δὲ ἐχομένῃ TNT2 WH NA NIV SBL
*20:16
⸂ Ἔκρινεν RP f 35 ¦ Ἔκρινε TR ¦ Κεκρίκει TNT2 WH NA NIV SBL
*20:16
⸂2 ἦν RP f 35 TR ¦ εἴη TNT2 WH NA NIV SBL
*20:18
⸋ ἀφ᾽ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*20:19
⸋ πολλῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:21
⸋ τὸν RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*20:21
⸋2 τὴν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:21
⸂ τὸν κύριον ἡμῶν Ἰησοῦν RP f 35 WH NA NIV SBL ¦ τὸν κύριον ἡμῶν Ἰησοῦν χριστόν TR TNT2
*20:22
⸉ ἐγὼ δεδεμένος RP f 35 TR ¦ δεδεμένος ἐγὼ TNT2 WH NA NIV SBL
*20:22
⸂ μοι RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐμοὶ WH NA25
*20:23
⸆ – RP f 35 TR ¦ μοι TNT2 WH NA NIV SBL
*20:23
⸉ με καὶ θλίψεις RP f 35 TR ¦ καὶ θλίψεις με TNT2 WH NA NIV SBL
*20:24
⸂ λόγον RP f 35 TR ¦ λόγου TNT2 WH NA NIV SBL
*20:24
⸋ οὐδὲ ἔχω RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:24
⸋2 μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:24
⸋3 μετὰ χαρᾶς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:25
⸋ τοῦ θεοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:26
⸂ Διότι RP WH NA NIV SBL ¦ Διὸ f 35 TR TNT2
*20:26
⸋ ἐγὼ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:26
⸆ – RP f 35 TR ¦ εἰμι TNT2 WH NA NIV SBL
*20:27
⸉ ὑμῖν πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ RP f 35 TR ¦ πᾶσαν τὴν βουλὴν τοῦ θεοῦ ὑμῖν TNT2 WH NA NIV SBL
*20:28
⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:28
⸂ τοῦ κυρίου καὶ θεοῦ RP f 35 ¦ τοῦ θεοῦ TR WH NA NIV SBL ¦ τοῦ κυρίου TNT2
*20:28
⸂2 ἰδίου αἵματος RP f 35 TR ¦ αἵματος τοῦ ἰδίου TNT2 WH NA NIV SBL
*20:29
⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:29
⸋2 τοῦτο RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:30
⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ ἑαυτῶν TNT2 WH NA25 SBL
*20:32
⸋ ἀδελφοί RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:32
⸂ τῷ θεῷ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τῷ κυρίῳ WH NA25
*20:32
⸂2 ἐποικοδομῆσαι RP f 35 TR ¦ οἰκοδομῆσαι TNT2 WH NA NIV SBL
*20:32
⸋2 ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*20:32
⸆ – RP f 35 TR ¦ τὴν TNT2 WH NA NIV SBL
*20:34
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ δὲ TR
*20:35
⸂ τῶν λόγων RP TR TNT2 WH NA NIV SBL ¦ τοῦ λόγου f 35
*20:35
⸉ μᾶλλον διδόναι RP f 35 TNT2 WH NA NIV SBL ¦ διδόναι μᾶλλον TR
*20:37
⸉ ἐγένετο κλαυθμὸς RP TR ¦ κλαυθμὸς ἐγένετο f 35 TNT2 WH NA NIV SBL