1Εἶπεν δὲ ὁ ἀρχιερεύς, Εἰ ⸋ἄρα⸌ ταῦτα οὕτως ἔχει; 2Ὁ δὲ ἔφη, Ἄνδρες ἀδελφοὶ καὶ πατέρες, ἀκούσατε. Ὁ θεὸς τῆς δόξης ὤφθη τῷ πατρὶ ἡμῶν Ἀβραὰμ ὄντι ἐν τῇ Μεσοποταμίᾳ, πρὶν ἢ κατοικῆσαι αὐτὸν ἐν Χαρράν, 3καὶ εἶπεν πρὸς αὐτόν, Ἔξελθε ⸂ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ δεῦρο εἰς γῆν⸃ ἣν ἄν σοι δείξω. 4Τότε ἐξελθὼν ἐκ γῆς Χαλδαίων κατῴκησεν ἐν Χαρράν· κἀκεῖθεν, μετὰ τὸ ἀποθανεῖν τὸν πατέρα αὐτοῦ, μετῴκισεν αὐτὸν εἰς τὴν γῆν ταύτην εἰς ἣν ὑμεῖς νῦν κατοικεῖτε· 5καὶ οὐκ ἔδωκεν αὐτῷ κληρονομίαν ἐν αὐτῇ, οὐδὲ βῆμα ποδός· καὶ ἐπηγγείλατο ⸉δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν,⸊ καὶ τῷ σπέρματι αὐτοῦ μετ᾽ αὐτόν, οὐκ ὄντος αὐτῷ τέκνου. 6Ἐλάλησεν δὲ ⸆ οὕτως ὁ θεός, ὅτι ἔσται τὸ σπέρμα αὐτοῦ πάροικον ἐν γῇ ἀλλοτρίᾳ, καὶ δουλώσουσιν αὐτὸ καὶ κακώσουσιν, ἔτη τετρακόσια. 7Καὶ τὸ ἔθνος, ᾧ ⸂ἐὰν⸃ ⸂2δουλεύσωσιν,⸃ κρινῶ ἐγώ, ⸉εἶπεν ὁ θεός·⸊ καὶ μετὰ ταῦτα ἐξελεύσονται, καὶ λατρεύσουσίν μοι ἐν τῷ τόπῳ τούτῳ. 8Καὶ ἔδωκεν αὐτῷ διαθήκην περιτομῆς· καὶ οὕτως ἐγέννησεν τὸν Ἰσαάκ, καὶ περιέτεμεν αὐτὸν τῇ ἡμέρᾳ τῇ ὀγδόῃ· καὶ ⸂ὁ Ἰσαὰκ τὸν Ἰακώβ, καὶ ὁ Ἰακὼβ⸃ τοὺς δώδεκα πατριάρχας. 9Καὶ οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ ἀπέδοντο εἰς Αἴγυπτον· καὶ ἦν ὁ θεὸς μετ᾽ αὐτοῦ, 10καὶ ἐξείλετο αὐτὸν ἐκ πασῶν τῶν θλίψεων αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ βασιλέως Αἰγύπτου, καὶ κατέστησεν αὐτὸν ἡγούμενον ⸂ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ.⸃ 11Ἦλθεν δὲ λιμὸς ἐφ᾽ ὅλην τὴν ⸂γῆν Αἰγύπτου⸃ καὶ Χαναάν, καὶ θλίψις μεγάλη· καὶ οὐχ εὕρισκον χορτάσματα οἱ πατέρες ἡμῶν. 12Ἀκούσας δὲ Ἰακὼβ ὄντα σῖτα ⸂ἐν Αἰγύπτῳ,⸃ ἐξαπέστειλεν τοὺς πατέρας ἡμῶν πρῶτον. 13Καὶ ἐν τῷ δευτέρῳ ⸂ἀνεγνωρίσθη⸃ Ἰωσὴφ τοῖς ἀδελφοῖς αὐτοῦ, καὶ φανερὸν ἐγένετο τῷ Φαραὼ τὸ γένος ⸋τοῦ⸌ Ἰωσήφ. 14Ἀποστείλας δὲ Ἰωσὴφ μετεκαλέσατο ⸉τὸν πατέρα αὐτοῦ Ἰακώβ,⸊ καὶ πᾶσαν τὴν συγγένειαν, ⸆ ἐν ⸉2ψυχαῖς ἑβδομήκοντα πέντε.⸊ 15 ⸂Κατέβη δὲ⸃ Ἰακὼβ εἰς Αἴγυπτον, καὶ ἐτελεύτησεν αὐτὸς καὶ οἱ πατέρες ἡμῶν· 16καὶ μετετέθησαν εἰς Συχέμ, καὶ ἐτέθησαν ἐν τῷ μνήματι ⸂ὃ⸃ ὠνήσατο Ἀβραὰμ τιμῆς ἀργυρίου παρὰ τῶν υἱῶν Ἐμμὸρ ⸂2τοῦ Συχέμ.⸃ 17Καθὼς δὲ ἤγγιζεν ὁ χρόνος τῆς ἐπαγγελίας ἧς ⸂ὤμοσεν⸃ ὁ θεὸς τῷ Ἀβραάμ, ηὔξησεν ὁ λαὸς καὶ ἐπληθύνθη ἐν Αἰγύπτῳ, 18ἄχρι οὗ ἀνέστη βασιλεὺς ἕτερος, ⸆ ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. 19Οὗτος κατασοφισάμενος τὸ γένος ἡμῶν, ἐκάκωσεν τοὺς πατέρας ⸋ἡμῶν,⸌ τοῦ ποιεῖν ⸉ἔκθετα τὰ βρέφη⸊ αὐτῶν, εἰς τὸ μὴ ζῳογονεῖσθαι. 20Ἐν ᾧ καιρῷ ἐγεννήθη Μωσῆς, καὶ ἦν ἀστεῖος τῷ θεῷ· ὃς ἀνετράφη μῆνας τρεῖς ἐν τῷ οἴκῳ τοῦ πατρός. 21 ⸂Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο⸃ ἡ θυγάτηρ Φαραώ, καὶ ἀνεθρέψατο αὐτὸν ἑαυτῇ εἰς υἱόν. 22Καὶ ἐπαιδεύθη Μωσῆς ⸆ πάσῃ σοφίᾳ Αἰγυπτίων· ἦν δὲ δυνατὸς ⸂ἐν λόγοις καὶ ἔργοις.⸃ ⸆2 23Ὡς δὲ ἐπληροῦτο αὐτῷ τεσσαρακονταετὴς χρόνος, ἀνέβη ἐπὶ τὴν καρδίαν αὐτοῦ ἐπισκέψασθαι τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ. 24Καὶ ἰδών τινα ἀδικούμενον, ἠμύνατο καὶ ἐποίησεν ἐκδίκησιν τῷ καταπονουμένῳ, πατάξας τὸν Αἰγύπτιον· 25ἐνόμιζεν δὲ συνιέναι τοὺς ἀδελφοὺς ⸋αὐτοῦ⸌ ὅτι ὁ θεὸς διὰ χειρὸς αὐτοῦ δίδωσιν ⸉αὐτοῖς σωτηρίαν·⸊ οἱ δὲ οὐ συνῆκαν. 26Τῇ τε ἐπιούσῃ ἡμέρᾳ ὤφθη αὐτοῖς μαχομένοις, καὶ ⸂συνήλασεν⸃ αὐτοὺς εἰς εἰρήνην, εἰπών, Ἄνδρες, ἀδελφοί ἐστε ⸋ὑμεῖς·⸌ ἵνα τί ἀδικεῖτε ἀλλήλους; 27Ὁ δὲ ἀδικῶν τὸν πλησίον ἀπώσατο ⸂αὐτόν,⸃ εἰπών, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ᾽ ⸂2ἡμᾶς;⸃ 28Μὴ ἀνελεῖν με σὺ θέλεις, ὃν τρόπον ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; 29Ἔφυγεν δὲ Μωσῆς ἐν τῷ λόγῳ τούτῳ, καὶ ἐγένετο πάροικος ἐν γῇ Μαδιάμ, οὗ ἐγέννησεν υἱοὺς δύο. 30Καὶ πληρωθέντων ἐτῶν τεσσαράκοντα, ὤφθη αὐτῷ ἐν τῇ ἐρήμῳ τοῦ ὄρους Σινᾶ ἄγγελος ⸋κυρίου⸌ ἐν φλογὶ πυρὸς βάτου. 31Ὁ δὲ Μωσῆς ἰδὼν ⸂ἐθαύμαζεν⸃ τὸ ὅραμα· προσερχομένου δὲ αὐτοῦ κατανοῆσαι, ἐγένετο φωνὴ κυρίου ⸋πρὸς αὐτόν,⸌ 32Ἐγὼ ὁ θεὸς τῶν πατέρων σου, ⸂ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ.⸃ Ἔντρομος δὲ γενόμενος Μωσῆς οὐκ ἐτόλμα κατανοῆσαι. 33Εἶπεν δὲ αὐτῷ ὁ κύριος, Λῦσον τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ⸂ἐν⸃ ᾧ ἕστηκας γῆ ἁγία ἐστίν. 34Ἰδὼν εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τοῦ στεναγμοῦ ⸂αὐτῶν⸃ ἤκουσα· καὶ κατέβην ἐξελέσθαι αὐτούς· καὶ νῦν δεῦρο, ⸂2ἀποστελῶ⸃ σε εἰς Αἴγυπτον. 35Τοῦτον τὸν Μωσῆν ὃν ἠρνήσαντο εἰπόντες, Τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστήν; τοῦτον ὁ θεὸς ⸂ἄρχοντα⸃ καὶ λυτρωτὴν ⸂2ἀπέστειλεν⸃ ⸂3ἐν⸃ χειρὶ ἀγγέλου τοῦ ὀφθέντος αὐτῷ ἐν τῇ βάτῳ. 36Οὗτος ἐξήγαγεν αὐτούς, ποιήσας τέρατα καὶ σημεῖα ἐν ⸂γῇ Αἰγύπτῳ⸃ καὶ ἐν Ἐρυθρᾷ θαλάσσῃ, καὶ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα. 37Οὗτός ἐστιν ⸋ὁ⸌ Μωσῆς ὁ εἰπὼν τοῖς υἱοῖς Ἰσραήλ, Προφήτην ὑμῖν ἀναστήσει ⸂κύριος ὁ θεὸς ἡμῶν⸃ ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ. 38Οὗτός ἐστιν ὁ γενόμενος ἐν τῇ ἐκκλησίᾳ ἐν τῇ ἐρήμῳ μετὰ τοῦ ἀγγέλου τοῦ λαλοῦντος αὐτῷ ἐν τῷ ὄρει Σινᾶ καὶ τῶν πατέρων ἡμῶν· ὃς ἐδέξατο ⸂λόγον⸃ ζῶντα δοῦναι ⸂2ἡμῖν·⸃ 39ᾧ οὐκ ἠθέλησαν ὑπήκοοι γενέσθαι οἱ πατέρες ἡμῶν, ἀλλ᾽ ἀπώσαντο, καὶ ἐστράφησαν ⸂τῇ καρδίᾳ⸃ αὐτῶν εἰς Αἴγυπτον, 40εἰπόντες τῷ Ἀαρών, Ποίησον ἡμῖν θεοὺς οἳ προπορεύσονται ἡμῶν· ὁ γὰρ Μωσῆς οὗτος, ὃς ἐξήγαγεν ἡμᾶς ἐκ γῆς Αἰγύπτου, οὐκ οἴδαμεν τί ⸂γέγονεν⸃ αὐτῷ. 41Καὶ ἐμοσχοποίησαν ἐν ταῖς ἡμέραις ἐκείναις, καὶ ἀνήγαγον θυσίαν τῷ εἰδώλῳ, καὶ εὐφραίνοντο ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτῶν. 42Ἔστρεψεν δὲ ὁ θεός, καὶ παρέδωκεν αὐτοὺς λατρεύειν τῇ στρατιᾷ τοῦ οὐρανοῦ· καθὼς γέγραπται ἐν βίβλῳ τῶν προφητῶν, Μὴ σφάγια καὶ θυσίας προσηνέγκατέ μοι ⸉ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ,⸊ οἶκος Ἰσραήλ; 43Καὶ ἀνελάβετε τὴν σκηνὴν τοῦ Μολόχ, καὶ τὸ ἄστρον τοῦ θεοῦ ⸋ὑμῶν⸌ Ῥεμφάν, τοὺς τύπους οὓς ἐποιήσατε προσκυνεῖν αὐτοῖς· καὶ μετοικιῶ ὑμᾶς ἐπέκεινα Βαβυλῶνος. 44Ἡ σκηνὴ τοῦ μαρτυρίου ἦν ⸆ τοῖς πατράσιν ἡμῶν ἐν τῇ ἐρήμῳ, καθὼς διετάξατο ὁ λαλῶν τῷ Μωσῇ, ποιῆσαι αὐτὴν κατὰ τὸν τύπον ὃν ἑωράκει. 45Ἣν καὶ εἰσήγαγον διαδεξάμενοι οἱ πατέρες ἡμῶν μετὰ Ἰησοῦ ἐν τῇ κατασχέσει τῶν ἐθνῶν, ὧν ἐξῶσεν ὁ θεὸς ἀπὸ προσώπου τῶν πατέρων ἡμῶν, ἕως τῶν ἡμερῶν Δαυίδ· 46ὃς εὗρεν χάριν ἐνώπιον τοῦ θεοῦ, καὶ ᾐτήσατο εὑρεῖν σκήνωμα τῷ ⸂θεῷ⸃ Ἰακώβ. 47Σολομῶν δὲ ᾠκοδόμησεν αὐτῷ οἶκον. 48Ἀλλ᾽ οὐχ ὁ ὕψιστος ἐν χειροποιήτοις ⸋ναοῖς⸌ κατοικεῖ, καθὼς ὁ προφήτης λέγει, 49Ὁ οὐρανός μοι θρόνος, ⸂ἡ δὲ⸃ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; λέγει κύριος· ἢ τίς τόπος τῆς καταπαύσεώς μου; 50Οὐχὶ ἡ χείρ μου ἐποίησεν ταῦτα πάντα;
51Σκληροτράχηλοι καὶ ἀπερίτμητοι ⸂τῇ καρδίᾳ⸃ καὶ τοῖς ὠσίν, ὑμεῖς ἀεὶ τῷ πνεύματι τῷ ἁγίῳ ἀντιπίπτετε· ὡς οἱ πατέρες ὑμῶν, καὶ ὑμεῖς. 52Τίνα τῶν προφητῶν οὐκ ἐδίωξαν οἱ πατέρες ὑμῶν; Καὶ ἀπέκτειναν τοὺς προκαταγγείλαντας περὶ τῆς ἐλεύσεως τοῦ δικαίου, οὗ νῦν ὑμεῖς προδόται καὶ φονεῖς ⸂γεγένησθε·⸃ 53οἵτινες ἐλάβετε τὸν νόμον εἰς διαταγὰς ἀγγέλων, καὶ οὐκ ἐφυλάξατε.
54Ἀκούοντες δὲ ταῦτα, διεπρίοντο ταῖς καρδίαις αὐτῶν, καὶ ἔβρυχον τοὺς ὀδόντας ἐπ᾽ αὐτόν. 55Ὑπάρχων δὲ πλήρης πνεύματος ἁγίου, ἀτενίσας εἰς τὸν οὐρανόν, εἶδεν δόξαν θεοῦ, καὶ Ἰησοῦν ἑστῶτα ἐκ δεξιῶν τοῦ θεοῦ, 56καὶ εἶπεν, Ἰδού, θεωρῶ τοὺς οὐρανοὺς ⸂ἀνεῳγμένους,⸃ καὶ τὸν υἱὸν τοῦ ἀνθρώπου ἐκ δεξιῶν ἑστῶτα τοῦ θεοῦ. 57Κράξαντες δὲ φωνῇ μεγάλῃ, συνέσχον τὰ ὦτα αὐτῶν, καὶ ὥρμησαν ὁμοθυμαδὸν ἐπ᾽ αὐτόν· 58καὶ ἐκβαλόντες ἔξω τῆς πόλεως, ἐλιθοβόλουν· καὶ οἱ μάρτυρες ἀπέθεντο τὰ ἱμάτια ⸆ παρὰ τοὺς πόδας νεανίου καλουμένου Σαύλου. 59Καὶ ἐλιθοβόλουν τὸν Στέφανον, ἐπικαλούμενον καὶ λέγοντα, Κύριε Ἰησοῦ, δέξαι τὸ πνεῦμά μου. 60Θεὶς δὲ τὰ γόνατα, ἔκραξεν φωνῇ μεγάλῃ, Κύριε, μὴ στήσῃς αὐτοῖς ⸉τὴν ἁμαρτίαν ταύτην.⸊ Καὶ τοῦτο εἰπὼν ἐκοιμήθη.

Notes


*7:1 ⸋ ἄρα RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:3 ⸂ ἐκ τῆς γῆς … ἐκ τῆς συγγενείας … εἰς γῆν RP f 35 TR ¦ ἐκ τῆς γῆς … τῆς συγγενείας … εἰς τὴν γῆν TNT2 WH NA25 NIV11 ¦ ἐκ τῆς γῆς … ἐκ τῆς συγγενείας … εἰς τὴν γῆν NA27+28 NIV73 SBL

*7:5 ⸉ δοῦναι αὐτῷ εἰς κατάσχεσιν αὐτήν RP TNT2 WH NA NIV SBL ¦ δοῦναι αὐτὴν εἰς κατάσχεσιν αὐτῷ f 35 ¦ αὐτῷ δοῦναι εἰς κατάσχεσιν αὐτήν TR

*7:6 ⸆ – RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ αὐτῷ NIV73

*7:7 ⸂ ἐὰν RP f 35 TR NA NIV SBL ¦ ἂν TNT2 WH

*7:7 ⸂2 δουλεύσωσιν RP f 35 ¦ δουλεύσωσι TR ¦ δουλεύσουσιν TNT2 WH NA NIV SBL

*7:7 ⸉ εἶπεν ὁ θεός RP f 35 TR ¦ ὁ θεός εἶπεν TNT2 WH NA NIV SBL

*7:8 ⸂ ὁ Ἰσαὰκ … ὁ Ἰακὼβ RP f 35 TR ¦ Ἰσαὰκ … Ἰακὼβ TNT2 WH NA NIV SBL

*7:10 ⸂ ἐπ᾽ Αἴγυπτον καὶ ὅλον τὸν οἶκον αὐτοῦ RP f 35 TR TNT2 WH NA25 NIV SBL ¦ ἐπ᾽ Αἴγυπτον καὶ ἐφ᾽ ὅλον τὸν οἶκον αὐτοῦ NA27+28

*7:11 ⸂ γῆν Αἰγύπτου RP f 35 TR ¦ Αἴγυπτον TNT2 WH NA NIV SBL

*7:12 ⸂ ἐν Αἰγύπτῳ RP f 35 TR ¦ εἰς Αἴγυπτον TNT2 WH NA NIV SBL

*7:13 ⸂ ἀνεγνωρίσθη RP f 35 TR NA27+28 NIV SBL ¦ ἐγνωρίσθη TNT2 WH NA25

*7:13 ⸋ τοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*7:14 ⸉ τὸν πατέρα αὐτοῦ Ἰακώβ RP TR ¦ Ἰακώβ τὸν πατέρα αὐτοῦ f 35 TNT2 WH NA NIV SBL

*7:14 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f 35 TR

*7:14 ⸉2 ψυχαῖς ἑβδομήκοντα πέντε RP TR TNT2 WH NA NIV SBL ¦ ἑβδομήκοντα πέντε ψυχαῖς f 35

*7:15 ⸂ Κατέβη δὲ RP f 35 TR WH ¦ Καὶ κατέβη TNT2 NA NIV SBL

*7:16 ⸂ ὃ RP f 35 TR ¦ ᾧ TNT2 WH NA NIV SBL

*7:16 ⸂2 τοῦ Συχέμ RP f 35 TR ¦ ἐν Συχέμ TNT2 WH NA NIV SBL

*7:17 ⸂ ὤμοσεν RP f 35 TR ¦ ὡμολόγησεν TNT2 WH NA NIV SBL

*7:18 ⸆ – RP f 35 TR ¦ ἐπ᾽ Αἴγυπτον TNT2 WH NA NIV SBL

*7:19 ⸋ ἡμῶν RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*7:19 ⸉ ἔκθετα τὰ βρέφη RP f 35 TR ¦ τὰ βρέφη ἔκθετα TNT2 WH NA NIV SBL

*7:20 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ TR

*7:21 ⸂ Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο RP f 35 ¦ Ἐκτεθέντα δὲ αὐτόν, ἀνείλετο αὐτόν TR ¦ Ἐκτεθέντος δὲ αὐτοῦ, ἀνείλατο αὐτὸν TNT2 WH NA NIV SBL

*7:22 ⸆ – RP f 35 TR WH NA25 NIV11 SBL ¦ ἐν TNT2 NA27+28 NIV73

*7:22 ⸂ ἐν λόγοις καὶ ἔργοις RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν λόγοις καὶ ἐν ἔργοις TR

*7:22 ⸆2 – RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*7:25 ⸋ αὐτοῦ RP f 35 TR NA27+28 NIV73 ¦ – TNT2 WH NA25 NIV11 SBL

*7:25 ⸉ αὐτοῖς σωτηρίαν RP f 35 TR ¦ σωτηρίαν αὐτοῖς TNT2 WH NA NIV SBL

*7:26 ⸂ συνήλασεν RP f 35 TR ¦ συνήλλασσεν TNT2 WH NA NIV SBL

*7:26 ⸋ ὑμεῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:27 ⸂ αὐτόν RP TR TNT2 WH NA NIV SBL ¦ τοῦτον f 35

*7:27 ⸂2 ἡμᾶς RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL

*7:30 ⸋ κυρίου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:31 ⸂ ἐθαύμαζεν RP NA NIV ¦ ἐθαύμασεν f 35 TNT2 WH SBL ¦ ἐθαύμασε TR

*7:31 ⸋ πρὸς αὐτόν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:32 ⸂ ὁ θεὸς Ἀβραὰμ καὶ ὁ θεὸς Ἰσαὰκ καὶ ὁ θεὸς Ἰακώβ RP f 35 TR ¦ ὁ θεὸς Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ TNT2 WH NA NIV SBL

*7:33 ⸂ ἐν RP f 35 TR ¦ ἐφ᾽ TNT2 WH NA NIV SBL

*7:34 ⸂ αὐτῶν RP f 35 TR NA27+28 NIV ¦ αὐτοῦ TNT2 WH NA25 SBL

*7:34 ⸂2 ἀποστελῶ RP f 35 TR ¦ ἀποστείλω TNT2 WH NA NIV SBL

*7:35 ⸆ – RP f 35 TR NIV73 ¦ καὶ TNT2 WH NA NIV11 SBL

*7:35 ⸂ ἄρχοντα RP TR TNT2 WH NA NIV SBL ¦ ἄρχηγὸν f 35

*7:35 ⸂2 ἀπέστειλεν RP f 35 TR ¦ ἀπέσταλκεν TNT2 WH NA NIV SBL

*7:35 ⸂3 ἐν RP f 35 TR ¦ σὺν TNT2 WH NA NIV SBL

*7:36 ⸆ – RP f 35 TR NA NIV SBL ¦ τῇ TNT2 WH

*7:36 ⸂ γῇ Αἰγύπτῳ RP f 35 NA NIV SBL ¦ γῇ Αἰγύπτοῦ TR ¦ Αἰγύπτῳ TNT2 WH

*7:37 ⸋ ὁ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35

*7:37 ⸂ κύριος ὁ θεὸς ἡμῶν RP f 35 ¦ κύριος ὁ θεὸς ὑμῶν TR ¦ ὁ θεὸς TNT2 WH NA NIV SBL

*7:37 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτοῦ ἀκούσεσθε. TR

*7:38 ⸂ λόγον RP ¦ λόγια f 35 TR TNT2 WH NA NIV SBL

*7:38 ⸂2 ἡμῖν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ὑμῖν WH NA25

*7:39 ⸆ – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL

*7:39 ⸂ τῇ καρδίᾳ RP f 35 ¦ ταῖς καρδίαις TR TNT2 WH NA NIV SBL

*7:40 ⸂ γέγονεν RP f 35 TR ¦ ἐγένετο TNT2 WH NA NIV SBL

*7:42 ⸉ ἔτη τεσσαράκοντα ἐν τῇ ἐρήμῳ RP TR ¦ ἐν τῇ ἐρήμῳ ἔτη τεσσαράκοντα f 35 ¦ ἔτη τεσσεράκοντα ἐν τῇ ἐρήμῳ TNT2 WH NA NIV SBL

*7:43 ⸋ ὑμῶν RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL

*7:44 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν TR

*7:46 ⸂ θεῷ RP f 35 TR TNT2 WH NIV SBL ¦ οἴκῳ NA

*7:48 ⸋ ναοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*7:49 ⸂ ἡ δὲ RP f 35 TR TNT2 NA NIV SBL ¦ καὶ ἡ WH

*7:51 ⸂ τῇ καρδίᾳ RP f 35 TR ¦ καρδίαις TNT2 WH NA NIV SBL

*7:52 ⸂ γεγένησθε RP f 35 TR ¦ ἐγένεσθε TNT2 WH NA NIV SBL

*7:56 ⸂ ἀνεῳγμένους RP f 35 TR ¦ διηνοιγμένους TNT2 WH NA NIV SBL

*7:58 ⸆ – RP f 35 ¦ αὐτῶν TR TNT2 WH NA NIV SBL

*7:60 ⸉ τὴν ἁμαρτίαν ταύτην RP f 35 TR ¦ ταύτην τὴν ἁμαρτίαν TNT2 WH NA NIV SBL