1Μετὰ ⸋δὲ⸌ ταῦτα χωρισθεὶς ⸋2ὁ Παῦλος⸌ ἐκ τῶν Ἀθηνῶν ἦλθεν εἰς Κόρινθον. 2Καὶ εὑρών τινα Ἰουδαῖον ὀνόματι Ἀκύλαν, Ποντικὸν τῷ γένει, προσφάτως ἐληλυθότα ἀπὸ τῆς Ἰταλίας, καὶ Πρίσκιλλαν γυναῖκα αὐτοῦ, ⸂διὰ τὸ τεταχέναι⸃ Κλαύδιον χωρίζεσθαι πάντας τοὺς Ἰουδαίους ⸂2ἐκ⸃ τῆς Ῥώμης, προσῆλθεν αὐτοῖς· 3καὶ διὰ τὸ ὁμότεχνον εἶναι, ἔμενεν παρ᾽ αὐτοῖς καὶ εἰργάζετο· ἦσαν γὰρ σκηνοποιοὶ ⸂τὴν τέχνην.⸃ 4Διελέγετο δὲ ἐν τῇ συναγωγῇ κατὰ πᾶν σάββατον, ἔπειθέν τε Ἰουδαίους καὶ Ἕλληνας.
5Ὡς δὲ κατῆλθον ἀπὸ τῆς Μακεδονίας ὅ τε Σίλας καὶ ὁ Τιμόθεος, συνείχετο τῷ ⸂πνεύματι⸃ ὁ Παῦλος, διαμαρτυρόμενος τοῖς Ἰουδαίοις ⸆ τὸν χριστὸν Ἰησοῦν. 6Ἀντιτασσομένων δὲ αὐτῶν καὶ βλασφημούντων, ἐκτιναξάμενος τὰ ἱμάτια, εἶπεν πρὸς αὐτούς, Τὸ αἷμα ὑμῶν ἐπὶ ⸂τὴν κεφαλὴν⸃ ὑμῶν· καθαρὸς ἐγώ· ἀπὸ τοῦ νῦν εἰς τὰ ἔθνη πορεύσομαι. 7Καὶ μεταβὰς ἐκεῖθεν ⸂ἦλθεν εἰς⸃ οἰκίαν τινὸς ὀνόματι ⸆ Ἰούστου, σεβομένου τὸν θεόν, οὗ ἡ οἰκία ἦν συνομοροῦσα τῇ συναγωγῇ. 8Κρίσπος δὲ ὁ ἀρχισυνάγωγος ἐπίστευσεν τῷ κυρίῳ σὺν ὅλῳ τῷ οἴκῳ αὐτοῦ· καὶ πολλοὶ τῶν Κορινθίων ἀκούοντες ἐπίστευον καὶ ἐβαπτίζοντο. 9Εἶπεν δὲ ὁ κύριος ⸉δι᾽ ὁράματος ἐν νυκτὶ⸊ τῷ Παύλῳ, Μὴ φοβοῦ, ἀλλὰ λάλει καὶ μὴ σιωπήσῃς· 10διότι ἐγώ εἰμι μετὰ σοῦ, καὶ οὐδεὶς ἐπιθήσεταί σοι τοῦ κακῶσαί σε· διότι λαός ἐστίν μοι πολὺς ἐν τῇ πόλει ταύτῃ. 11Ἐκάθισέν ⸂τε⸃ ἐνιαυτὸν καὶ μῆνας ἕξ, διδάσκων ἐν αὐτοῖς τὸν λόγον τοῦ θεοῦ.
12Γαλλίωνος δὲ ⸂ἀνθυπατεύοντος⸃ τῆς Ἀχαΐας, κατεπέστησαν ⸉ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι⸊ τῷ Παύλῳ, καὶ ἤγαγον αὐτὸν ἐπὶ τὸ βῆμα, 13λέγοντες ὅτι Παρὰ τὸν νόμον ⸉οὗτος ἀναπείθει⸊ τοὺς ἀνθρώπους σέβεσθαι τὸν θεόν. 14Μέλλοντος δὲ τοῦ Παύλου ἀνοίγειν τὸ στόμα, εἶπεν ὁ Γαλλίων πρὸς τοὺς Ἰουδαίους, Εἰ μὲν ⸋οὖν⸌ ἦν ἀδίκημά τι ἢ ῥᾳδιούργημα πονηρόν, ὦ Ἰουδαῖοι, κατὰ λόγον ἂν ἠνεσχόμην ὑμῶν· 15εἰ δὲ ⸂ζήτημά⸃ ἐστιν περὶ λόγου καὶ ὀνομάτων καὶ νόμου τοῦ καθ᾽ ὑμᾶς, ὄψεσθε αὐτοί· κριτὴς ⸋γὰρ⸌ ἐγὼ τούτων οὐ βούλομαι εἶναι. 16Καὶ ἀπήλασεν αὐτοὺς ἀπὸ τοῦ βήματος. 17Ἐπιλαβόμενοι δὲ πάντες ⸋οἱ Ἕλληνες⸌ Σωσθένην τὸν ἀρχισυνάγωγον ἔτυπτον ἔμπροσθεν τοῦ βήματος. Καὶ οὐδὲν τούτων τῷ Γαλλίωνι ⸂ἔμελλεν.⸃
18Ὁ δὲ Παῦλος ἔτι προσμείνας ἡμέρας ἱκανάς, τοῖς ἀδελφοῖς ἀποταξάμενος, ἐξέπλει εἰς τὴν Συρίαν, καὶ σὺν αὐτῷ Πρίσκιλλα καὶ Ἀκύλας, κειράμενος ⸉τὴν κεφαλὴν ἐν Κεγχρεαῖς·⸊ εἶχεν γὰρ εὐχήν. 19 ⸂Κατήντησεν⸃ δὲ εἰς Ἔφεσον, καὶ ἐκείνους κατέλιπεν αὐτοῦ· αὐτὸς δὲ εἰσελθὼν εἰς τὴν συναγωγὴν ⸂2διελέχθη⸃ τοῖς Ἰουδαίοις. 20Ἐρωτώντων δὲ αὐτῶν ἐπὶ πλείονα χρόνον μεῖναι ⸋παρ᾽ αὐτοῖς,⸌ οὐκ ἐπένευσεν· 21ἀλλ᾽ ⸂ἀπετάξατο αὐτοῖς⸃ εἰπών, ⸂2Δεῖ με πάντως τὴν ἑορτὴν τὴν ἐρχομένην ποιῆσαι εἰς Ἱεροσόλυμα· πάλιν δὲ ἀνακάμψω⸃ πρὸς ὑμᾶς, τοῦ θεοῦ θέλοντος. ⸆ Ἀνήχθη ἀπὸ τῆς Ἐφέσου, 22καὶ κατελθὼν εἰς Καισάρειαν, ἀναβὰς καὶ ἀσπασάμενος τὴν ἐκκλησίαν, κατέβη εἰς Ἀντιόχειαν. 23Καὶ ποιήσας χρόνον τινὰ ἐξῆλθεν, διερχόμενος καθεξῆς τὴν Γαλατικὴν χώραν καὶ Φρυγίαν, ⸂ἐπιστηρίζων⸃ πάντας τοὺς μαθητάς.
24Ἰουδαῖος δέ τις Ἀπολλὼς ὀνόματι, Ἀλεξανδρεὺς τῷ γένει, ἀνὴρ λόγιος, κατήντησεν εἰς Ἔφεσον, δυνατὸς ὢν ἐν ταῖς γραφαῖς. 25Οὗτος ἦν κατηχημένος τὴν ὁδὸν τοῦ κυρίου, καὶ ζέων τῷ πνεύματι ἐλάλει καὶ ἐδίδασκεν ἀκριβῶς τὰ περὶ ⸂τοῦ κυρίου,⸃ ἐπιστάμενος μόνον τὸ βάπτισμα Ἰωάννου· 26οὗτός τε ἤρξατο παρρησιάζεσθαι ἐν τῇ συναγωγῇ. Ἀκούσαντες δὲ αὐτοῦ ⸉Ἀκύλας καὶ Πρίσκιλλα,⸊ προσελάβοντο αὐτόν, καὶ ἀκριβέστερον αὐτῷ ἐξέθεντο τὴν ⸉2τοῦ θεοῦ ὁδόν.⸊ 27Βουλομένου δὲ αὐτοῦ διελθεῖν εἰς τὴν Ἀχαΐαν, προτρεψάμενοι οἱ ἀδελφοὶ ἔγραψαν τοῖς μαθηταῖς ἀποδέξασθαι αὐτόν· ὃς παραγενόμενος συνεβάλετο πολὺ τοῖς πεπιστευκόσιν διὰ τῆς χάριτος· 28εὐτόνως γὰρ τοῖς Ἰουδαίοις διακατηλέγχετο δημοσίᾳ, ἐπιδεικνὺς διὰ τῶν γραφῶν εἶναι τὸν χριστὸν Ἰησοῦν.

Notes


*18:1 ⸋ δὲ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*18:1 ⸋2 ὁ Παῦλος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*18:2 ⸂ διὰ τὸ τεταχέναι RP ¦ διὰ τὸ διατεταχέναι f 35 TR TNT2 WH NA NIV SBL

*18:2 ⸂2 ἐκ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL

*18:3 ⸂ τὴν τέχνην RP f 35 TR ¦ τῇ τέχνῃ TNT2 WH NA NIV SBL

*18:5 ⸂ πνεύματι RP f 35 TR ¦ λόγῳ TNT2 WH NA NIV SBL

*18:5 ⸆ – RP f 35 TR ¦ εἶναι TNT2 WH NA NIV SBL

*18:6 ⸂ τὴν κεφαλὴν RP TR TNT2 WH NA NIV SBL ¦ τὰς κεφαλὰς f 35

*18:7 ⸂ ἦλθεν εἰς RP f 35 TR TNT2 WH NA25 ¦ εἰσῆλθεν εἰς NA27+28 NIV SBL

*18:7 ⸆ – RP f 35 TR ¦ Τιτίου TNT2 WH NA NIV SBL

*18:9 ⸉ δι᾽ ὁράματος ἐν νυκτὶ RP f 35 TR ¦ ἐν νυκτὶ δι᾽ ὁράματος TNT2 WH NA NIV SBL

*18:11 ⸂ τε RP f 35 TR ¦ δὲ TNT2 WH NA NIV SBL

*18:12 ⸂ ἀνθυπατεύοντος RP f 35 TR ¦ ἀνθυπάτου ὄντος TNT2 WH NA NIV SBL

*18:12 ⸉ ὁμοθυμαδὸν οἱ Ἰουδαῖοι RP f 35 TR TNT2 NA NIV SBL ¦ οἱ Ἰουδαῖοι ὁμοθυμαδὸν WH

*18:13 ⸉ οὗτος ἀναπείθει RP TR ¦ ἀναπείθει οὗτος f 35 TNT2 WH NA NIV SBL

*18:14 ⸋ οὖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*18:15 ⸂ ζήτημά RP f 35 TR ¦ ζητήματά TNT2 WH NA NIV SBL

*18:15 ⸋ γὰρ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*18:17 ⸋ οἱ Ἕλληνες RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*18:17 ⸂ ἔμελλεν RP f 35 ¦ ἔμελεν TR TNT2 WH NA NIV SBL

*18:18 ⸉ τὴν κεφαλὴν ἐν Κεγχρεαῖς RP f 35 TR ¦ ἐν Κεγχρεαῖς τὴν κεφαλὴν TNT2 NA NIV SBL ¦ ἐν Κενχρεαῖς τὴν κεφαλὴν WH

*18:19 ⸂ Κατήντησεν RP f 35 ¦ Κατήντησε TR ¦ Κατήντησαν TNT2 WH NA NIV SBL

*18:19 ⸂2 διελέχθη RP f 35 TR ¦ διελέξατο TNT2 WH NA NIV SBL

*18:20 ⸋ παρ᾽ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*18:21 ⸂ ἀπετάξατο αὐτοῖς RP f 35 TR ¦ ἀποταξάμενος καὶ TNT2 WH NA NIV SBL

*18:21 ⸂2 Δεῖ με … πάλιν δὲ ἀνακάμψω RP f 35 TR ¦ Πάλιν ἀνακάμψω TNT2 WH NA NIV SBL

*18:21 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ Καὶ f 35 TR

*18:23 ⸂ ἐπιστηρίζων RP f 35 TR NA27+28 NIV ¦ στηρίζων TNT2 WH NA25 SBL

*18:25 ⸂ τοῦ κυρίου RP TR ¦ τοῦ Ἰησοῦ f 35 TNT2 WH NA NIV SBL

*18:26 ⸉ Ἀκύλας καὶ Πρίσκιλλα RP f 35 TR ¦ Πρίσκιλλα καὶ Ἀκύλας TNT2 WH NA NIV SBL

*18:26 ⸉2 τοῦ θεοῦ ὁδόν RP f 35 TR ¦ ὁδόν τοῦ θεοῦ TNT2 WH NA NIV SBL