26
1Ἀγρίππας δὲ πρὸς τὸν Παῦλον ἔφη, Ἐπιτρέπεταί σοι ⸂ὑπὲρ⸃ σεαυτοῦ λέγειν. Τότε ὁ Παῦλος ⸉ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα,⸊
2Περὶ πάντων ὧν ἐγκαλοῦμαι ὑπὸ Ἰουδαίων, βασιλεῦ Ἀγρίππα, ἥγημαι ἐμαυτὸν μακάριον ⸉ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον·⸊ 3μάλιστα γνώστην ὄντα σὲ πάντων τῶν κατὰ Ἰουδαίους ἠθῶν τε καὶ ζητημάτων· διὸ δέομαί ⸋σου,⸌ μακροθύμως ἀκοῦσαί μου. 4Τὴν μὲν οὖν βίωσίν μου ⸋τὴν⸌ ἐκ νεότητος, τὴν ἀπ᾽ ἀρχῆς γενομένην ἐν τῷ ἔθνει μου ἐν ⸆ Ἱεροσολύμοις, ἴσασιν πάντες ⸋2οἱ⸌ Ἰουδαῖοι, 5προγινώσκοντές με ἄνωθεν, ἐὰν θέλωσιν μαρτυρεῖν, ὅτι κατὰ τὴν ἀκριβεστάτην αἵρεσιν τῆς ἡμετέρας θρησκείας ἔζησα Φαρισαῖος. 6Καὶ νῦν ἐπ᾽ ἐλπίδι τῆς ⸂πρὸς⸃ τοὺς πατέρας ⸆ ἐπαγγελίας γενομένης ὑπὸ τοῦ θεοῦ ἕστηκα κρινόμενος, 7εἰς ἣν τὸ δωδεκάφυλον ἡμῶν ἐν ἐκτενείᾳ νύκτα καὶ ἡμέραν λατρεῦον ἐλπίζει καταντῆσαι· περὶ ἧς ἐλπίδος ἐγκαλοῦμαι, ⸂βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων.⸃ 8Τί ἄπιστον κρίνεται παρ᾽ ὑμῖν, εἰ ὁ θεὸς νεκροὺς ἐγείρει; 9Ἐγὼ μὲν οὖν ἔδοξα ἐμαυτῷ πρὸς τὸ ὄνομα Ἰησοῦ τοῦ Ναζωραίου δεῖν πολλὰ ἐναντία πρᾶξαι· 10ὃ καὶ ἐποίησα ἐν Ἱεροσολύμοις, καὶ πολλοὺς ⸆ τῶν ἁγίων ἐγὼ ⸆2 φυλακαῖς κατέκλεισα, τὴν παρὰ τῶν ἀρχιερέων ἐξουσίαν λαβών, ἀναιρουμένων τε αὐτῶν κατήνεγκα ψῆφον. 11Καὶ κατὰ πάσας τὰς συναγωγὰς πολλάκις τιμωρῶν αὐτούς, ἠνάγκαζον βλασφημεῖν· περισσῶς τε ἐμμαινόμενος αὐτοῖς, ἐδίωκον ἕως καὶ εἰς τὰς ἔξω πόλεις. 12Ἐν οἷς ⸋καὶ⸌ πορευόμενος εἰς ⸋2τὴν⸌ Δαμασκὸν μετ᾽ ἐξουσίας καὶ ἐπιτροπῆς τῆς ⸋3παρὰ⸌ τῶν ἀρχιερέων, 13ἡμέρας μέσης, κατὰ τὴν ὁδὸν εἶδον, βασιλεῦ, οὐρανόθεν ὑπὲρ τὴν λαμπρότητα τοῦ ἡλίου, περιλάμψαν με φῶς καὶ τοὺς σὺν ἐμοὶ πορευομένους. 14Πάντων ⸂δὲ⸃ καταπεσόντων ἡμῶν εἰς τὴν γῆν, ἤκουσα φωνὴν ⸂2λαλοῦσαν πρός με καὶ λέγουσαν⸃ τῇ Ἑβραΐδι διαλέκτῳ, Σαούλ, Σαούλ, τί με διώκεις; Σκληρόν σοι πρὸς κέντρα λακτίζειν. 15Ἐγὼ δὲ εἶπον, Τίς εἶ, κύριε; ⸂Ὁ δὲ⸃ εἶπεν, Ἐγώ εἰμι Ἰησοῦς ὃν σὺ διώκεις. 16Ἀλλὰ ἀνάστηθι, καὶ στῆθι ἐπὶ τοὺς πόδας σου· εἰς τοῦτο γὰρ ὤφθην σοι, προχειρίσασθαί σε ὑπηρέτην καὶ μάρτυρα ὧν τε εἶδες ⸆ ὧν τε ὀφθήσομαί σοι, 17ἐξαιρούμενός σε ⸂ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν,⸃ εἰς οὓς ⸂2ἐγώ⸃ ⸉σε ἀποστέλλω,⸊ 18ἀνοῖξαι ὀφθαλμοὺς αὐτῶν, τοῦ ⸂ὑποστρέψαι⸃ ἀπὸ σκότους εἰς φῶς καὶ τῆς ἐξουσίας τοῦ Σατανᾶ ἐπὶ τὸν θεόν, τοῦ λαβεῖν αὐτοὺς ἄφεσιν ἁμαρτιῶν, καὶ κλῆρον ἐν τοῖς ἡγιασμένοις πίστει τῇ εἰς ἐμέ. 19Ὅθεν, βασιλεῦ Ἀγρίππα, οὐκ ἐγενόμην ἀπειθὴς τῇ οὐρανίῳ ὀπτασίᾳ, 20ἀλλὰ τοῖς ἐν Δαμασκῷ πρῶτον ⸆ καὶ Ἱεροσολύμοις, ⸋εἰς⸌ πᾶσάν τε τὴν χώραν τῆς Ἰουδαίας, καὶ τοῖς ἔθνεσιν, ⸂ἀπαγγέλλων⸃ μετανοεῖν, καὶ ἐπιστρέφειν ἐπὶ τὸν θεόν, ἄξια τῆς μετανοίας ἔργα πράσσοντας. 21Ἕνεκα τούτων ⸂οἱ Ἰουδαῖοί με⸃ συλλαβόμενοι ⸆ ἐν τῷ ἱερῷ ἐπειρῶντο διαχειρίσασθαι. 22Ἐπικουρίας οὖν τυχὼν τῆς ⸂παρὰ⸃ τοῦ θεοῦ, ἄχρι τῆς ἡμέρας ταύτης ἕστηκα ⸂2μαρτυρόμενος⸃ μικρῷ τε καὶ μεγάλῳ, οὐδὲν ἐκτὸς λέγων ὧν τε οἱ προφῆται ἐλάλησαν μελλόντων γίνεσθαι καὶ Μωϋσῆς, 23εἰ παθητὸς ὁ χριστός, εἰ πρῶτος ἐξ ἀναστάσεως νεκρῶν φῶς μέλλει καταγγέλλειν τῷ ⸆ λαῷ καὶ τοῖς ἔθνεσιν.
24Ταῦτα δὲ αὐτοῦ ἀπολογουμένου, ὁ Φῆστος μεγάλῃ τῇ φωνῇ ⸂ἔφη,⸃ Μαίνῃ, Παῦλε· τὰ πολλά σε γράμματα εἰς μανίαν περιτρέπει. 25 ⸂Ὁ δέ,⸃ Οὐ μαίνομαι, φησίν, κράτιστε Φῆστε, ἀλλὰ ἀληθείας καὶ σωφροσύνης ῥήματα ἀποφθέγγομαι. 26Ἐπίσταται γὰρ περὶ τούτων ὁ βασιλεύς, πρὸς ὃν ⸋καὶ⸌ παρρησιαζόμενος λαλῶ· λανθάνειν γὰρ αὐτόν ⸋2τι⸌ τούτων οὐ πείθομαι οὐδέν· οὐ γὰρ ⸆ ἐν γωνίᾳ πεπραγμένον τοῦτο. 27Πιστεύεις, βασιλεῦ Ἀγρίππα, τοῖς προφήταις; Οἶδα ὅτι πιστεύεις. 28Ὁ δὲ Ἀγρίππας πρὸς τὸν Παῦλον ⸋ἔφη,⸌ Ἐν ὀλίγῳ με πείθεις Χριστιανὸν ⸂γενέσθαι.⸃ 29Ὁ δὲ Παῦλος ⸋εἶπεν,⸌ Εὐξαίμην ἂν τῷ θεῷ, καὶ ἐν ὀλίγῳ καὶ ἐν ⸂πολλῷ⸃ οὐ μόνον σε, ἀλλὰ καὶ πάντας τοὺς ἀκούοντάς μου σήμερον, γενέσθαι τοιούτους ὁποῖος κἀγώ εἰμι, παρεκτὸς τῶν δεσμῶν τούτων.
30 ⸂Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη⸃ ὁ βασιλεὺς καὶ ὁ ἡγεμών, ἥ τε Βερνίκη, καὶ οἱ συγκαθήμενοι αὐτοῖς· 31καὶ ἀναχωρήσαντες ἐλάλουν πρὸς ἀλλήλους, λέγοντες ὅτι ⸂Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν⸃ πράσσει ὁ ἄνθρωπος οὗτος. 32Ἀγρίππας δὲ τῷ Φήστῳ ἔφη, Ἀπολελύσθαι ἐδύνατο ὁ ἄνθρωπος οὗτος, εἰ μὴ ἐπεκέκλητο Καίσαρα.
Notes
*26:1
⸂ ὑπὲρ RP f 35 TR WH NA25 SBL ¦ περὶ TNT2 NA27+28 NIV
*26:1
⸉ ἀπελογεῖτο, ἐκτείνας τὴν χεῖρα RP f 35 TR ¦ ἐκτείνας τὴν χεῖρα ἀπελογεῖτο TNT2 WH NA NIV SBL
*26:2
⸉ ἐπὶ σοῦ μέλλων ἀπολογεῖσθαι σήμερον RP f 35 ¦ μέλλων ἀπολογεῖσθαι ἐπὶ σοῦ σήμερον TR ¦ ἐπὶ σοῦ μέλλων σήμερον ἀπολογεῖσθαι TNT2 WH NA NIV SBL
*26:3
⸋ σου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*26:4
⸋ τὴν RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11
*26:4
⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
*26:4
⸋2 οἱ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL
*26:6
⸂ πρὸς RP f 35 TR ¦ εἰς TNT2 WH NA NIV SBL
*26:6
⸆ – RP f 35 TR ¦ ἡμῶν TNT2 WH NA NIV SBL
*26:7
⸂ βασιλεῦ Ἀγρίππα, ὑπὸ Ἰουδαίων RP f 35 ¦ βασιλεῦ Ἀγρίππα, ὑπὸ τῶν Ἰουδαίων TR ¦ ὑπὸ Ἰουδαίων, βασιλεῦ TNT2 WH NA NIV SBL
*26:10
⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
*26:10
⸆2 – RP f 35 TR ¦ ἐν TNT2 WH NA NIV SBL
*26:12
⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*26:12
⸋2 τὴν RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*26:12
⸋3 παρὰ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*26:14
⸂ δὲ RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
*26:14
⸂2 λαλοῦσαν πρός με καὶ λέγουσαν RP f 35 TR ¦ λέγουσαν πρός με TNT2 WH NA NIV SBL
*26:15
⸂ Ὁ δὲ RP f 35 TR ¦ Ὁ δὲ κύριος TNT2 WH NA NIV SBL
*26:16
⸆ – RP f 35 TR TNT2 ¦ με WH NA NIV SBL
*26:17
⸂ ἐκ τοῦ λαοῦ καὶ τῶν ἐθνῶν RP f 35 TR ¦ ἐκ τοῦ λαοῦ καὶ ἐκ τῶν ἐθνῶν TNT2 WH NA NIV SBL
*26:17
⸂2 ἐγώ RP f 35 TNT2 WH NA NIV SBL ¦ νῦν TR
*26:17
⸉ σε ἀποστέλλω RP f 35 TR ¦ ἀποστέλλω σε TNT2 WH NA NIV SBL
*26:18
⸂ ὑποστρέψαι RP ¦ ἐπιστρέψαι f 35 TR TNT2 WH NA NIV SBL
*26:20
⸆ – RP f 35 TR ¦ τε TNT2 WH NA NIV SBL
*26:20
⸋ εἰς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*26:20
⸂ ἀπαγγέλλων RP TR ¦ ἀπαγγέλλω f 35 ¦ ἀπήγγελλον TNT2 WH NA NIV SBL
*26:21
⸂ οἱ Ἰουδαῖοί με RP ¦ με οἱ Ἰουδαῖοί f 35 TR ¦ με Ἰουδαῖοί TNT2 WH NA NIV SBL
*26:21
⸆ – RP f 35 TR TNT2 WH NA25 NIV11 SBL ¦ ὄντα NA27+28 NIV73
*26:22
⸂ παρὰ RP f 35 TR ¦ ἀπὸ TNT2 WH NA NIV SBL
*26:22
⸂2 μαρτυρόμενος RP f 35 TNT2 WH NA NIV SBL ¦ μαρτυρούμενος TR
*26:23
⸆ – RP TR ¦ τε f 35 TNT2 WH NA NIV SBL
*26:24
⸂ ἔφη RP f 35 TR ¦ φησιν TNT2 WH NA NIV SBL
*26:25
⸂ Ὁ δέ RP f 35 TR ¦ Ὁ δέ Παῦλος TNT2 WH NA NIV SBL
*26:26
⸋ καὶ RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*26:26
⸋2 τι RP f 35 TR TNT2 NA27+28 NIV73 ¦ – WH NA25 NIV11 SBL
*26:26
⸆ – RP f 35 ¦ ἐστιν TR TNT2 WH NA NIV SBL
*26:28
⸋ ἔφη RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*26:28
⸂ γενέσθαι RP f 35 TR ¦ ποιῆσαι TNT2 WH NA NIV SBL
*26:29
⸋ εἶπεν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*26:29
⸂ πολλῷ RP f 35 TR ¦ μεγάλῳ TNT2 WH NA NIV SBL
*26:30
⸂ Καὶ ταῦτα εἰπόντος αὐτοῦ, ἀνέστη RP f 35 TR ¦ Ἀνέστη τε TNT2 WH NA NIV SBL
*26:31
⸂ Οὐδὲν θανάτου ἄξιον ἢ δεσμῶν RP f 35 TR ¦ Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον TNT2 WH NA25 ¦ Οὐδὲν θανάτου ἢ δεσμῶν ἄξιον τι NA27+28 NIV SBL