11
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
2Ὁ δὲ Ἰωάννης ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ χριστοῦ, πέμψας ⸂δύο⸃ τῶν μαθητῶν αὐτοῦ, 3εἶπεν αὐτῷ, Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν; 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5τυφλοὶ ἀναβλέπουσιν, καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται, καὶ κωφοὶ ἀκούουσιν, ⸆ νεκροὶ ἐγείρονται, καὶ πτωχοὶ εὐαγγελίζονται· 6καὶ μακάριός ἐστιν, ὃς ⸂ἐὰν⸃ μὴ σκανδαλισθῇ ἐν ἐμοί. 7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου, Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι; Κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν; Ἄνθρωπον ἐν μαλακοῖς ⸋ἱματίοις⸌ ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων ⸋2εἰσίν.⸌ 9Ἀλλὰ ⸉τί ἐξήλθετε ἰδεῖν; Προφήτην;⸊ Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου· 10οὗτος ⸋γάρ⸌ ἐστιν περὶ οὗ γέγραπται, Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου. 11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ βαπτιστοῦ. Ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν· 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15Ὁ ἔχων ὦτα ⸋ἀκούειν⸌ ἀκουέτω. 16Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν ⸂παιδίοις⸃ ⸂2ἐν ἀγοραῖς καθημένοις,⸃ ⸂3καὶ προσφωνοῦσιν τοῖς ⸂4ἑταίροις αὐτῶν,⸃ 17καὶ λέγουσιν,⸃ Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ⸋ὑμῖν,⸌ καὶ οὐκ ἐκόψασθε. 18Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, Δαιμόνιον ἔχει. 19Ἦλθεν ὁ υἱὸς τοῦ ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν. Καὶ ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν ⸂τέκνων⸃ αὐτῆς.
20Τότε ἤρξατο ⸆ ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21Οὐαί σοι, Χοραζίν, οὐαί σοι, Βηθσαϊδά, ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ ὑμῖν. 23Καὶ σύ, Καπερναούμ, ⸂ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα,⸃ ἕως ᾍδου ⸂2καταβιβασθήσῃ·⸃ ὅτι εἰ ἐν Σοδόμοις ⸂3ἐγένοντο⸃ αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. 24Πλὴν λέγω ὑμῖν, ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως, ἢ σοί.
25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν, Ἐξομολογοῦμαί σοι, πάτερ, κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ⸂ἀπέκρυψας⸃ ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν, καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26Ναί, ὁ πατήρ, ὅτι οὕτως ⸉ἐγένετο εὐδοκία⸊ ἔμπροσθέν σου. 27Πάντα μοι παρεδόθη ὑπὸ τοῦ πατρός μου· καὶ οὐδεὶς ἐπιγινώσκει τὸν υἱόν, εἰ μὴ ὁ πατήρ· οὐδὲ τὸν πατέρα τις ἐπιγινώσκει, εἰ μὴ ὁ υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ υἱὸς ἀποκαλύψαι. 28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29Ἄρατε τὸν ζυγόν μου ἐφ᾽ ὑμᾶς καὶ μάθετε ἀπ᾽ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ· καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν. 30Ὁ γὰρ ζυγός μου χρηστός, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.
Notes
*11:2
⸂ δύο RP f 35 TR ¦ διὰ TNT2 WH NA NIV SBL
*11:5
⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
*11:6
⸂ ἐὰν RP f 35 TR NA NIV SBL ¦ ἂν TNT2 WH
*11:8
⸋ ἱματίοις RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:8
⸋2 εἰσίν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*11:9
⸉ τί ἐξήλθετε ἰδεῖν; Προφήτην; RP f 35 TR ¦ τί ἐξήλθατε ἰδεῖν; Προφήτην; TNT2 NA27+28 NIV ¦ τί ἐξήλθατε; Προφήτην ἰδεῖν; WH NA25 SBL
*11:10
⸋ γάρ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*11:15
⸋ ἀκούειν RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*11:16
⸂ παιδίοις RP f 35 TNT2 WH NA NIV SBL ¦ παιδαρίοις TR
*11:16
⸂2 ἐν ἀγοραῖς καθημένοις RP TR ¦ ἐν ἀγορᾷ καθημένοις f 35 ¦ καθημένοις ἐν ταῖς ἀγοραῖς TNT2 WH NA NIV SBL
*11:16
⸂3 καὶ προσφωνοῦσιν … καὶ λέγουσιν RP f 35 ¦ καὶ προσφωνοῦσι … καὶ λέγουσιν TR ¦ ἃ προσφωνοῦντα … λέγουσιν TNT2 WH NA NIV SBL
*11:16
⸂4 ἑταίροις αὐτῶν RP f 35 TR ¦ ἑτέροις TNT2 WH NA NIV SBL
*11:17
⸋ ὑμῖν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*11:19
⸂ τέκνων RP f 35 TR ¦ ἔργων TNT2 WH NA NIV SBL
*11:20
⸆ – RP TR TNT2 WH NA NIV11 SBL ¦ ὁ Ἰησοῦς f 35 NIV73
*11:23
⸂ ἡ ἕως τοῦ οὐρανοῦ ὑψωθεῖσα RP TR ¦ ἡ ἕως τοῦ οὐρανοῦ ὑψώθης f 35 ¦ μὴ ἕως οὐρανοῦ ὑψωθήσῃ TNT2 WH NA NIV SBL
*11:23
⸂2 καταβιβασθήσῃ RP f 35 TR ¦ καταβήσῃ TNT2 WH NA NIV SBL
*11:23
⸂3 ἐγένοντο RP f 35 TR ¦ ἐγενήθησαν TNT2 WH NA NIV SBL
*11:25
⸂ ἀπέκρυψας RP f 35 TR ¦ ἔκρυψας TNT2 WH NA NIV SBL
*11:26
⸉ ἐγένετο εὐδοκία RP f 35 TR TNT2 ¦ εὐδοκία ἐγένετο WH NA NIV SBL