18
1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ, λέγοντες, Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2Καὶ προσκαλεσάμενος ⸋ὁ Ἰησοῦς⸌ παιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν, 3καὶ εἶπεν, Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4Ὅστις οὖν ⸂ταπεινώσει⸃ ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. 5Καὶ ὃς ⸂ἐὰν⸃ δέξηται ⸂2παιδίον τοιοῦτον ἓν⸃ ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται· 6ὃς δ᾽ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰς ἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸂εἰς⸃ τὸν τράχηλον αὐτοῦ, καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7Οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη γάρ ⸋ἐστιν⸌ ἐλθεῖν τὰ σκάνδαλα· πλὴν οὐαὶ τῷ ἀνθρώπῳ ⸋2ἐκείνῳ,⸌ δι᾽ οὗ τὸ σκάνδαλον ἔρχεται. 8Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸂αὐτὰ⸃ καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸉χωλὸν ἢ κυλλόν,⸊ ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9Καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοι ἐστὶν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός. 10Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖς διὰ παντὸς βλέπουσιν τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 11 ⸋Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός.⸌ 12Τί ὑμῖν δοκεῖ; Ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα, καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν· οὐχὶ ⸂ἀφεὶς⸃ τὰ ἐνενήκοντα ἐννέα, ἐπὶ τὰ ὄρη ⸆ πορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13Καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπ᾽ αὐτῷ μᾶλλον, ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14Οὕτως οὐκ ἔστιν θέλημα ⸋ἔμπροσθεν⸌ τοῦ πατρὸς ⸂ὑμῶν⸃ τοῦ ἐν οὐρανοῖς, ἵνα ἀπόληται ⸂2εἷς⸃ τῶν μικρῶν τούτων.
15Ἐὰν δὲ ἁμαρτήσῃ ⸋εἰς σὲ⸌ ὁ ἀδελφός σου, ὕπαγε ⸋2καὶ⸌ ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. Ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὲ τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18Ἀμὴν λέγω ὑμῖν, ὅσα ⸂ἐὰν⸃ δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ⸂2ἐν τῷ οὐρανῷ· καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τῷ οὐρανῷ.⸃ 19Πάλιν ⸋ἀμὴν⸌ λέγω ὑμῖν, ὅτι ἐὰν δύο ⸂ὑμῶν συμφωνήσωσιν⸃ ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20Οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμὶ ἐν μέσῳ αὐτῶν.
21Τότε προσελθὼν ⸉αὐτῷ ὁ Πέτρος εἶπεν,⸊ Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; Ἕως ἑπτάκις; 22Λέγει αὐτῷ ὁ Ἰησοῦς, Οὐ λέγω σοι ἕως ἑπτάκις, ἀλλ᾽ ἕως ἑβδομηκοντάκις ἑπτά. 23Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ. 24Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, ⸂προσηνέχθη⸃ ⸉αὐτῷ εἷς⸊ ὀφειλέτης μυρίων ταλάντων. 25Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ κύριος ⸋αὐτοῦ⸌ πραθῆναι, καὶ τὴν γυναῖκα ⸋2αὐτοῦ⸌ καὶ τὰ τέκνα, καὶ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. 26Πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ, λέγων, ⸋Κύριε,⸌ Μακροθύμησον ἐπ᾽ ⸂ἐμοί,⸃ καὶ πάντα ⸉σοι ἀποδώσω.⸊ 27Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν, λέγων, Ἀπόδος ⸋μοι⸌ ⸂εἴ τι ὀφείλεις.⸃ 29Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ ⸋εἰς τοὺς πόδας αὐτοῦ⸌ παρεκάλει αὐτόν, λέγων, Μακροθύμησον ἐπ᾽ ⸂ἐμοί,⸃ καὶ ⸆ ἀποδώσω σοι. 30Ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακήν, ἕως ⸋οὗ⸌ ἀποδῷ τὸ ὀφειλόμενον. 31Ἰδόντες ⸂δὲ⸃ οἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα· καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ⸂2ἑαυτῶν⸃ πάντα τὰ γενόμενα. 32Τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ, Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς καὶ ἐγώ σε ἠλέησα; 34Καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ πᾶν τὸ ὀφειλόμενον ⸋αὐτῷ.⸌ 35Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸂ἐπουράνιος⸃ ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν ⸋τὰ παραπτώματα αὐτῶν.⸌
Notes
*18:2
⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:4
⸂ ταπεινώσει RP f 35 TNT2 WH NA NIV SBL ¦ ταπεινώσῃ TR
*18:5
⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2
*18:5
⸂2 παιδίον τοιοῦτον ἓν RP f 35 TR ¦ ἓν παιδίον τοιοῦτον TNT2 ¦ ἓν παιδίον τοιοῦτο WH NA NIV SBL
*18:6
⸂ εἰς RP f 35 SBL ¦ ἐπὶ TR ¦ περὶ TNT2 WH NA NIV
*18:7
⸋ ἐστιν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:7
⸋2 ἐκείνῳ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:8
⸂ αὐτὰ RP f 35 TR ¦ αὐτὸν TNT2 WH NA NIV SBL
*18:8
⸉ χωλὸν ἢ κυλλόν RP f 35 TR TNT2 ¦ κυλλὸν ἢ χωλόν WH NA NIV SBL
*18:11
⸋ Ἦλθε(ν) … σῶσαι τὸ ἀπολωλός. RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:12
⸂ ἀφεὶς RP f 35 TR ¦ ἀφήσει TNT2 WH NA NIV SBL
*18:12
⸆ – RP f 35 TR ¦ καὶ TNT2 WH NA NIV SBL
*18:14
⸋ ἔμπροσθεν RP f 35 TR TNT2 WH NA NIV11 SBL ¦ – NIV73
*18:14
⸂ ὑμῶν RP f 35 TR NA NIV SBL ¦ μου TNT2 WH
*18:14
⸂2 εἷς RP f 35 TR ¦ ἓν TNT2 WH NA NIV SBL
*18:15
⸋ εἰς σὲ RP f 35 TR TNT2 NA27+28 NIV73 SBL ¦ – WH NA25 NIV11
*18:15
⸋2 καὶ RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*18:18
⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2
*18:18
⸂2 ἐν τῷ οὐρανῷ … ἐν τῷ οὐρανῷ RP f 35 TR TNT2 ¦ ἐν οὐρανῷ … ἐν οὐρανῷ WH NA NIV SBL
*18:19
⸋ ἀμὴν RP f 35 TNT2 WH NA NIV11 SBL ¦ – TR NIV73
*18:19
⸂ ὑμῶν συμφωνήσωσιν RP f 35 TR ¦ συμφωνήσωσιν ἐξ ὑμῶν TNT2 WH NA NIV SBL
*18:21
⸉ αὐτῷ ὁ Πέτρος εἶπεν RP f 35 SBL ¦ αὐτῷ ὁ Πέτρος εἶπε TR ¦ ὁ Πέτρος εἶπεν αὐτῷ TNT2 WH NA NIV
*18:24
⸂ προσηνέχθη RP f 35 TR NA27+28 NIV SBL ¦ προσήχθη TNT2 WH NA25
*18:24
⸉ αὐτῷ εἷς RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ εἷς αὐτῷ WH NA25
*18:25
⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:25
⸋2 αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*18:26
⸋ Κύριε RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:26
⸂ ἐμοί RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2
*18:26
⸉ σοι ἀποδώσω RP f 35 TR ¦ ἀποδώσω σοι TNT2 WH NA NIV SBL
*18:28
⸋ μοι RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:28
⸂ εἴ τι ὀφείλεις RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅ τι ὀφείλεις TR
*18:29
⸋ εἰς τοὺς πόδας αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*18:29
⸂ ἐμοί RP f 35 TR WH NA NIV SBL ¦ ἐμέ TNT2
*18:29
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ πάντα TR
*18:30
⸋ οὗ RP f 35 TR SBL ¦ – TNT2 WH NA NIV
*18:31
⸂ δὲ RP f 35 TR ¦ οὖν TNT2 WH NA NIV SBL
*18:31
⸂2 ἑαυτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀυτῶν TR
*18:34
⸋ αὐτῷ RP f 35 TR NA25 ¦ – TNT2 WH NA27+28 NIV SBL
*18:35
⸂ ἐπουράνιος RP f 35 TR ¦ οὐράνιος TNT2 WH NA NIV SBL
*18:35
⸋ τὰ παραπτώματα αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL