1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸋αὐτὸν⸌ καὶ ⸂ἔθετο ἐν φυλακῇ,⸃ διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4Ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης,⸃ Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν. 5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ⸂ἐφοβήθη⸃ τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6 ⸂Γενεσίων δὲ ἀγομένων⸃ τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ, καὶ ἤρεσεν τῷ Ἡρῴδῃ· 7ὅθεν μεθ᾽ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸂ἐὰν⸃ αἰτήσηται. 8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9Καὶ ⸂ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους⸃ ἐκέλευσεν δοθῆναι· 10καὶ πέμψας ἀπεκεφάλισεν ⸋τὸν⸌ Ἰωάννην ἐν τῇ φυλακῇ. 11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι, καὶ ἐδόθη τῷ κορασίῳ· καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸂σῶμα,⸃ καὶ ἔθαψαν ⸂2αὐτό·⸃ καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13 ⸂Καὶ ἀκούσας⸃ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾽ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14Καὶ ἐξελθὼν ⸋ὁ Ἰησοῦς⸌ εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾽ ⸂αὐτοῖς,⸃ καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ λέγοντες, Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον ⸆ τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17Οἱ δὲ λέγουσιν αὐτῷ, Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18Ὁ δὲ εἶπεν, Φέρετέ μοι ⸉αὐτοὺς ὧδε.⸊ 19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοὺς χόρτους,⸃ ⸆ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανόν, εὐλόγησεν, καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20Καὶ ἔφαγον πάντες, καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
22Καὶ εὐθέως ἠνάγκασεν ⸋ὁ Ἰησοῦς⸌ τοὺς μαθητὰς ⸆ ἐμβῆναι εἰς ⸋2τὸ⸌ πλοῖον, καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23Καὶ ἀπολύσας τοὺς ὄχλους, ἀνέβη εἰς τὸ ὄρος κατ᾽ ἰδίαν προσεύξασθαι· ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον ἤδη ⸂μέσον τῆς θαλάσσης ἦν,⸃ βασανιζόμενον ὑπὸ τῶν κυμάτων· ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸂ἀπῆλθεν⸃ πρὸς αὐτοὺς ⸋ὁ Ἰησοῦς,⸌ περιπατῶν ἐπὶ ⸂2τῆς θαλάσσης.⸃ 26 ⸂Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ⸃ ἐπὶ ⸂2τὴν θάλασσαν⸃ περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι Φάντασμά ἐστιν· καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27 ⸂Εὐθέως⸃ δὲ ἐλάλησεν ⸉αὐτοῖς ὁ Ἰησοῦς,⸊ λέγων, Θαρσεῖτε· ἐγώ εἰμι· μὴ φοβεῖσθε. 28Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν,⸃ Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸉πρός σε ἐλθεῖν⸊ ἐπὶ τὰ ὕδατα. 29Ὁ δὲ εἶπεν, Ἐλθέ. Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ⸋ὁ⸌ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα, ⸂ἐλθεῖν⸃ πρὸς τὸν Ἰησοῦν. 30Βλέπων δὲ τὸν ἄνεμον ⸋ἰσχυρὸν⸌ ἐφοβήθη· καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, Κύριε, σῶσόν με. 31 ⸂Εὐθέως δὲ⸃ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ, καὶ λέγει αὐτῷ, Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32Καὶ ⸂ἐμβάντων⸃ αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος· 33οἱ δὲ ἐν τῷ πλοίῳ ⸋ἐλθόντες⸌ προσεκύνησαν αὐτῷ, λέγοντες, Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34Καὶ διαπεράσαντες ἦλθον ⸂εἰς τὴν γῆν⸃ Γεννησαρέτ. 35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36καὶ παρεκάλουν αὐτόν, ἵνα ⸆ μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Notes


*14:3 ⸋ αὐτὸν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*14:3 ⸂ ἔθετο ἐν φυλακῇ RP f 35 TR ¦ ἐν τῇ φυλακῇ ἀπέθετο TNT2 ¦ ἐν φυλακῇ ἀπέθετο WH NA NIV SBL

*14:4 ⸂ αὐτῷ ὁ Ἰωάννης RP f 35 TR SBL ¦ ὁ Ἰωάννης TNT2 ¦ ὁ Ἰωάνης αὐτῷ WH ¦ ὁ Ἰωάννης αὐτῷ NA NIV

*14:5 ⸂ ἐφοβήθη RP TR TNT2 WH NA NIV SBL ¦ ἐφοβεῖτο f 35

*14:6 ⸂ Γενεσίων δὲ ἀγομένων RP f 35 TR ¦ Γενεσίοις δὲ γενομένοις TNT2 WH NA NIV SBL

*14:7 ⸂ ἐὰν RP f 35 TR WH NA NIV SBL ¦ ἂν TNT2

*14:9 ⸂ ἐλυπήθη ὁ βασιλεύς, διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους RP f 35 TR ¦ λυπηθεὶς ὁ βασιλεύς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους TNT2 WH NA NIV SBL

*14:10 ⸋ τὸν RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25

*14:12 ⸂ σῶμα RP f 35 TR ¦ πτῶμα TNT2 WH NA NIV SBL

*14:12 ⸂2 αὐτό RP f 35 TR NIV ¦ αὐτόν TNT2 WH NA SBL

*14:13 ⸂ Καὶ ἀκούσας RP f 35 TR ¦ Ἀκούσας δὲ TNT2 WH NA NIV SBL

*14:14 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:14 ⸂ αὐτοῖς RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτούς TR

*14:15 ⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:15 ⸆ – RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ οὖν NA25

*14:18 ⸉ αὐτοὺς ὧδε RP f 35 TR ¦ ὧδε αὐτούς TNT2 WH NA NIV SBL

*14:19 ⸂ τοὺς χόρτους RP f 35 TR ¦ τοῦ χόρτου TNT2 WH NA NIV SBL

*14:19 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR

*14:22 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:22 ⸆ – RP TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f 35 TR

*14:22 ⸋2 τὸ RP f 35 TR NA NIV ¦ – TNT2 WH SBL

*14:24 ⸂ μέσον τῆς θαλάσσης ἦν RP f 35 TR ¦ σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν TNT2 WH NA NIV SBL

*14:25 ⸂ ἀπῆλθεν RP f 35 NIV ¦ ἀπῆλθε TR ¦ ἦλθεν TNT2 WH NA SBL

*14:25 ⸋ ὁ Ἰησοῦς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*14:25 ⸂2 τῆς θαλάσσης RP f 35 TR ¦ τὴν θάλασσαν TNT2 WH NA NIV SBL

*14:26 ⸂ καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ RP f 35 TR TNT2 ¦ οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NA NIV SBL

*14:26 ⸂2 τὴν θάλασσαν RP f 35 TR ¦ τῆς θαλάσσης TNT2 WH NA NIV SBL

*14:27 ⸂ Εὐθέως RP f 35 TR ¦ Εὐθὺς TNT2 WH NA NIV SBL

*14:27 ⸉ αὐτοῖς ὁ Ἰησοῦς RP f 35 TR TNT2 SBL ¦ ὁ Ἰησοῦς αὐτοῖς WH NA NIV

*14:28 ⸂ αὐτῷ ὁ Πέτρος εἶπεν RP TNT2 NA NIV SBL ¦ ὁ Πέτρος εἶπεν f 35 ¦ αὐτῷ ὁ Πέτρος εἶπε TR ¦ ὁ Πέτρος εἶπεν αὐτῷ WH

*14:28 ⸉ πρός σε ἐλθεῖν RP f 35 TR ¦ ἐλθεῖν πρὸς σὲ TNT2 WH NA NIV SBL

*14:29 ⸋ ὁ RP f 35 TR NA27+28 NIV ¦ – TNT2 WH NA25 SBL

*14:29 ⸂ ἐλθεῖν RP f 35 TR TNT2 ¦ καὶ ἦλθεν WH NA NIV SBL

*14:30 ⸋ ἰσχυρὸν RP f 35 TR TNT2 NA27+28 SBL ¦ – WH NA25 NIV

*14:31 ⸂ Εὐθέως δὲ RP TR TNT2 WH NA NIV SBL ¦ Καὶ εὐθέως f 35

*14:32 ⸂ ἐμβάντων RP f 35 TR ¦ ἀναβάντων TNT2 WH NA NIV SBL

*14:33 ⸋ ἐλθόντες RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*14:34 ⸂ εἰς τὴν γῆν RP f 35 TR ¦ ἐπὶ τὴν γῆν εἰς TNT2 WH NA NIV SBL

*14:36 ⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ κἂν f 35