1Τότε προσέρχονται τῷ Ἰησοῦ ⸋οἱ⸌ ἀπὸ Ἱεροσολύμων ⸉γραμματεῖς καὶ Φαρισαῖοι,⸊ λέγοντες, 2Διὰ τί οἱ μαθηταί σου παραβαίνουσιν τὴν παράδοσιν τῶν πρεσβυτέρων; Οὐ γὰρ νίπτονται τὰς χεῖρας ⸋αὐτῶν,⸌ ὅταν ἄρτον ἐσθίωσιν. 3Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς, Διὰ τί καὶ ὑμεῖς παραβαίνετε τὴν ἐντολὴν τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν; 4Ὁ γὰρ θεὸς ⸂ἐνετείλατο, λέγων,⸃ Τίμα τὸν πατέρα ⸆ καὶ τὴν μητέρα· καί, Ὁ κακολογῶν πατέρα ἢ μητέρα θανάτῳ τελευτάτω· 5ὑμεῖς δὲ λέγετε, Ὃς ἂν εἴπῃ τῷ πατρὶ ἢ τῇ μητρί, Δῶρον, ὃ ἐὰν ἐξ ἐμοῦ ὠφεληθῇς, ⸋καὶ⸌ οὐ μὴ ⸂τιμήσῃ⸃ τὸν πατέρα αὐτοῦ ⸂2ἢ τὴν μητέρα αὐτοῦ·⸃ 6καὶ ἠκυρώσατε ⸂τὴν ἐντολὴν⸃ τοῦ θεοῦ διὰ τὴν παράδοσιν ὑμῶν· 7ὑποκριταί, καλῶς προεφήτευσεν περὶ ὑμῶν Ἠσαΐας, λέγων, 8 ⸂Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ⸃ τοῖς χείλεσίν με τιμᾷ· ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ᾽ ἐμοῦ. 9Μάτην δὲ σέβονταί με, διδάσκοντες διδασκαλίας ἐντάλματα ἀνθρώπων. 10Καὶ προσκαλεσάμενος τὸν ὄχλον, εἶπεν αὐτοῖς, Ἀκούετε καὶ συνίετε. 11Οὐ τὸ εἰσερχόμενον εἰς τὸ στόμα κοινοῖ τὸν ἄνθρωπον· ἀλλὰ τὸ ἐκπορευόμενον ἐκ τοῦ στόματος, τοῦτο κοινοῖ τὸν ἄνθρωπον. 12Τότε προσελθόντες οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ ⸂εἶπον⸃ αὐτῷ, Οἶδας ὅτι οἱ Φαρισαῖοι ἀκούσαντες τὸν λόγον ἐσκανδαλίσθησαν; 13Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Πᾶσα φυτεία, ἣν οὐκ ἐφύτευσεν ὁ πατήρ μου ὁ οὐράνιος, ἐκριζωθήσεται. 14Ἄφετε αὐτούς· ⸂ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν·⸃ τυφλὸς δὲ τυφλὸν ἐὰν ὁδηγῇ, ἀμφότεροι εἰς βόθυνον ⸂2πεσοῦνται.⸃ 15Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν αὐτῷ, Φράσον ἡμῖν τὴν παραβολὴν ⸋ταύτην.⸌ 16 ⸂Ὁ δὲ Ἰησοῦς⸃ εἶπεν, Ἀκμὴν καὶ ὑμεῖς ἀσύνετοί ἐστε; 17 ⸂Οὔπω⸃ νοεῖτε, ὅτι πᾶν τὸ εἰσπορευόμενον εἰς τὸ στόμα εἰς τὴν κοιλίαν χωρεῖ, καὶ εἰς ἀφεδρῶνα ἐκβάλλεται; 18Τὰ δὲ ἐκπορευόμενα ἐκ τοῦ στόματος ἐκ τῆς καρδίας ἐξέρχεται, κἀκεῖνα κοινοῖ τὸν ἄνθρωπον. 19Ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί, φόνοι, μοιχεῖαι, πορνεῖαι, κλοπαί, ψευδομαρτυρίαι, βλασφημίαι· 20ταῦτά ἐστιν τὰ κοινοῦντα τὸν ἄνθρωπον· τὸ δὲ ἀνίπτοις χερσὶν φαγεῖν οὐ κοινοῖ τὸν ἄνθρωπον.
21Καὶ ἐξελθὼν ἐκεῖθεν ὁ Ἰησοῦς ἀνεχώρησεν εἰς τὰ μέρη Τύρου καὶ Σιδῶνος. 22Καὶ ἰδού, γυνὴ Χαναναία ἀπὸ τῶν ὁρίων ἐκείνων ἐξελθοῦσα ⸂ἐκραύγασεν⸃ ⸋αὐτῷ,⸌ λέγουσα, Ἐλέησόν με, κύριε, ⸂2υἱὲ⸃ Δαυίδ· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. 23Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἠρώτων αὐτόν, λέγοντες, Ἀπόλυσον αὐτήν, ὅτι κράζει ὄπισθεν ἡμῶν. 24Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 25Ἡ δὲ ἐλθοῦσα ⸂προσεκύνησεν⸃ αὐτῷ λέγουσα, Κύριε, βοήθει μοι. 26Ὁ δὲ ἀποκριθεὶς εἶπεν, Οὐκ ἔστιν καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ βαλεῖν τοῖς κυναρίοις. 27Ἡ δὲ εἶπεν, Ναί, κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. 28Τότε ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτῇ, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς ἀπὸ τῆς ὥρας ἐκείνης.
29Καὶ μεταβὰς ἐκεῖθεν ὁ Ἰησοῦς ἦλθεν παρὰ τὴν θάλασσαν τῆς Γαλιλαίας· καὶ ἀναβὰς εἰς τὸ ὄρος ἐκάθητο ἐκεῖ. 30Καὶ προσῆλθον αὐτῷ ὄχλοι πολλοί, ἔχοντες μεθ᾽ ἑαυτῶν ⸉χωλούς, τυφλούς, κωφούς, κυλλούς,⸊ καὶ ἑτέρους πολλούς, καὶ ἔρριψαν αὐτοὺς παρὰ τοὺς πόδας ⸂τοῦ Ἰησοῦ⸃ καὶ ἐθεράπευσεν αὐτούς· 31ὥστε ⸂τοὺς ὄχλους⸃ θαυμάσαι, βλέποντας ⸂2κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας·⸃ καὶ ⸂3ἐδόξασαν⸃ τὸν θεὸν Ἰσραήλ.
32Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος τοὺς μαθητὰς αὐτοῦ εἶπεν, Σπλαγχνίζομαι ἐπὶ τὸν ὄχλον, ὅτι ἤδη ⸂ἡμέραι⸃ τρεῖς προσμένουσίν μοι, καὶ οὐκ ἔχουσιν τί φάγωσιν· καὶ ἀπολῦσαι αὐτοὺς νήστεις οὐ θέλω, μήποτε ἐκλυθῶσιν ἐν τῇ ὁδῷ. 33Καὶ λέγουσιν αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ Πόθεν ἡμῖν ἐν ἐρημίᾳ ἄρτοι τοσοῦτοι, ὥστε χορτάσαι ὄχλον τοσοῦτον; 34Καὶ λέγει αὐτοῖς ὁ Ἰησοῦς, Πόσους ἄρτους ἔχετε; Οἱ δὲ εἶπον, Ἑπτά, καὶ ὀλίγα ἰχθύδια. 35Καὶ ⸂ἐκέλευσεν⸃ ⸂2τοῖς ὄχλοις⸃ ἀναπεσεῖν ἐπὶ τὴν γῆν· 36 ⸋καὶ⸌ ⸂λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας,⸃ εὐχαριστήσας ἔκλασεν, καὶ ⸂2ἔδωκεν⸃ τοῖς μαθηταῖς ⸋2αὐτοῦ,⸌ οἱ δὲ μαθηταὶ ⸂3τῷ ὄχλῳ.⸃ 37Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ⸉ἦραν τὸ περισσεῦον τῶν κλασμάτων,⸊ ἑπτὰ σπυρίδας πλήρεις. 38Οἱ δὲ ἐσθίοντες ἦσαν τετρακισχίλιοι ἄνδρες, χωρὶς γυναικῶν καὶ παιδίων. 39Καὶ ἀπολύσας τοὺς ὄχλους ἐνέβη εἰς τὸ πλοῖον, καὶ ἦλθεν εἰς τὰ ὅρια Μαγδαλά.

Notes


*15:1 ⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:1 ⸉ γραμματεῖς καὶ Φαρισαῖοι RP f 35 TR ¦ Φαρισαῖοι καὶ γραμματεῖς TNT2 WH NA NIV SBL

*15:2 ⸋ αὐτῶν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25

*15:4 ⸂ ἐνετείλατο, λέγων RP f 35 TR ¦ εἶπεν TNT2 WH NA NIV SBL

*15:4 ⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σοῦ TR

*15:5 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:5 ⸂ τιμήσῃ RP f 35 TR ¦ τιμήσει TNT2 WH NA NIV SBL

*15:5 ⸂2 ἢ τὴν μητέρα αὐτοῦ RP TR TNT2 NA25 NIV11 ¦ ἢ τὴν μητέρα f 35 ¦ – WH NA27+28 NIV73 SBL

*15:6 ⸂ τὴν ἐντολὴν RP f 35 TR ¦ τὸν λόγον TNT2 WH NA NIV SBL

*15:8 ⸂ Ἐγγίζει μοι ὁ λαὸς οὗτος τῷ στόματι αὐτῶν, καὶ RP f 35 TR ¦ Ὁ λαὸς οὗτος TNT2 WH NA NIV SBL

*15:12 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:12 ⸂ εἶπον RP f 35 TR ¦ λέγουσιν TNT2 WH NA NIV SBL

*15:14 ⸂ ὁδηγοί εἰσιν τυφλοὶ τυφλῶν RP f 35 ¦ ὁδηγοί εἰσι τυφλοὶ τυφλῶν TR ¦ τυφλοί εἰσιν ὁδηγοί τυφλῶν TNT2 NA SBL ¦ τυφλοί εἰσιν ὁδηγοί WH NIV

*15:14 ⸂2 πεσοῦνται RP TR TNT2 WH NA NIV SBL ¦ ἐμπεσοῦνται f 35

*15:15 ⸋ ταύτην RP f 35 TR NA27+28 NIV73 SBL ¦ – TNT2 WH NA25 NIV11

*15:16 ⸂ Ὁ δὲ Ἰησοῦς RP f 35 TR ¦ Ὁ δὲ TNT2 WH NA NIV SBL

*15:17 ⸂ Οὔπω RP f 35 TR ¦ Οὐ TNT2 WH NA NIV SBL

*15:22 ⸂ ἐκραύγασεν RP f 35 TR ¦ ἔκραζεν TNT2 WH NA NIV SBL

*15:22 ⸋ αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:22 ⸂2 υἱὲ RP f 35 TR ¦ υἱὸς TNT2 WH NA NIV SBL

*15:25 ⸂ προσεκύνησεν RP f 35 ¦ προσεκύνει TR TNT2 WH NA NIV SBL

*15:30 ⸉ χωλούς, τυφλούς, κωφούς, κυλλούς RP f 35 TR TNT2 ¦ χωλούς, κυλλούς, τυφλούς, κωφούς WH NA25 ¦ χωλούς, τυφλούς, κυλλούς, κωφούς NA27+28 NIV ¦ κωφούς, τυφλούς, χωλούς, κυλλούς SBL

*15:30 ⸂ τοῦ Ἰησοῦ RP f 35 TR ¦ αὐτοῦ TNT2 WH NA NIV SBL

*15:31 ⸂ τοὺς ὄχλους RP f 35 TR TNT2 ¦ τὸν ὄχλον WH NA NIV SBL

*15:31 ⸂2 κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς, χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας RP f 35 TR ¦ κωφοὺς λαλοῦντας, κυλλοὺς ὑγιεῖς καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας TNT2 NA NIV SBL ¦ κωφοὺς λαλοῦντας, καὶ χωλοὺς περιπατοῦντας, καὶ τυφλοὺς βλέποντας WH

*15:31 ⸂3 ἐδόξασαν RP TR TNT2 WH NA NIV SBL ¦ ἐδόξαζον f 35

*15:32 ⸂ ἡμέραι RP TNT2 WH NA NIV SBL ¦ ἡμέρας f 35 TR

*15:33 ⸋ αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:35 ⸂ ἐκέλευσεν RP f 35 ¦ ἐκέλευσε TR ¦ παραγγείλας TNT2 WH NA NIV SBL

*15:35 ⸂2 τοῖς ὄχλοις RP f 35 TR ¦ τῷ ὄχλῳ TNT2 WH NA NIV SBL

*15:36 ⸋ καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL

*15:36 ⸂ λαβὼν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας RP f 35 TR ¦ ἔλαβεν τοὺς ἑπτὰ ἄρτους καὶ τοὺς ἰχθύας καὶ TNT2 WH NA NIV SBL

*15:36 ⸂2 ἔδωκεν RP f 35 ¦ ἔδωκε TR ¦ ἐδίδου TNT2 WH NA NIV SBL

*15:36 ⸋2 αὐτοῦ RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL

*15:36 ⸂3 τῷ ὄχλῳ RP f 35 TR ¦ τοῖς ὄχλοις TNT2 WH NA NIV SBL

*15:37 ⸉ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων RP f 35 TR ¦ τὸ περισσεῦον τῶν κλασμάτων ἦραν TNT2 WH NA NIV SBL