19
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας, καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ. 3Καὶ προσῆλθον αὐτῷ ⸋οἱ⸌ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες ⸋2αὐτῷ,⸌ Εἰ ἔξεστιν ⸋3ἀνθρώπῳ⸌ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν ⸋αὐτοῖς,⸌ Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸂ποιήσας⸃ ἀπ᾽ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, 5καὶ εἶπεν, Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα ⸆ καὶ τὴν μητέρα, καὶ ⸂προσκολληθήσεται⸃ ⸂2τῇ γυναικὶ⸃ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία· ὃ οὖν ὁ θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω. 7Λέγουσιν αὐτῷ, Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου, καὶ ἀπολῦσαι ⸋αὐτήν;⸌ 8Λέγει αὐτοῖς ὅτι Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν· ἀπ᾽ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9Λέγω δὲ ὑμῖν ⸋ὅτι⸌ ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, ⸆ μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην, μοιχᾶται· ⸋2καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.⸌ 10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ ⸋αὐτοῦ,⸌ Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11Ὁ δὲ εἶπεν αὐτοῖς, Οὐ πάντες χωροῦσιν τὸν λόγον ⸋τοῦτον,⸌ ἀλλ᾽ οἷς δέδοται. 12Εἰσὶν γὰρ εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καί εἰσιν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.
13Τότε ⸂προσηνέχθη⸃ αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς, καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14Ὁ δὲ Ἰησοῦς εἶπεν, Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με· τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15Καὶ ἐπιθεὶς ⸉αὐτοῖς τὰς χεῖρας,⸊ ἐπορεύθη ἐκεῖθεν. 16Καὶ ἰδού, εἷς ⸆ προσελθὼν ⸉εἶπεν αὐτῷ,⸊ Διδάσκαλε ⸋ἀγαθέ,⸌ τί ἀγαθὸν ποιήσω, ἵνα ⸂ἔχω⸃ ζωὴν αἰώνιον; 17Ὁ δὲ εἶπεν αὐτῷ, Τί με ⸂λέγεις ἀγαθόν;⸃ ⸂2Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός.⸃ Εἰ δὲ θέλεις ⸉εἰσελθεῖν εἰς τὴν ζωήν,⸊ ⸂3τήρησον⸃ τὰς ἐντολάς. 18Λέγει αὐτῷ, Ποίας; Ὁ δὲ Ἰησοῦς ⸂εἶπεν,⸃ Τὸ Οὐ φονεύσεις· οὐ μοιχεύσεις· οὐ κλέψεις· οὐ ψευδομαρτυρήσεις· 19τίμα τὸν πατέρα ⸆ καὶ τὴν μητέρα· καί, ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20Λέγει αὐτῷ ὁ νεανίσκος, ⸉Πάντα ταῦτα⸊ ⸂ἐφυλαξάμην⸃ ⸋ἐκ νεότητός μου·⸌ τί ἔτι ὑστερῶ; 21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε, πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς ⸆ πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸂οὐρανῷ·⸃ καὶ δεῦρο, ἀκολούθει μοι. 22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ⸆ ἀπῆλθεν λυπούμενος· ἦν γὰρ ἔχων κτήματα πολλά.
23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ, Ἀμὴν λέγω ὑμῖν ὅτι ⸉δυσκόλως πλούσιος⸊ εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος ⸂διελθεῖν,⸃ ἢ πλούσιον ⸂2εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν.⸃ 25Ἀκούσαντες δὲ οἱ μαθηταὶ ⸋αὐτοῦ⸌ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, Τίς ἄρα δύναται σωθῆναι; 26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά. ⸆ 27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ, Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ παλιγγενεσίᾳ ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ⸂ὑμεῖς⸃ ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29Καὶ πᾶς ⸂ὃς⸃ ἀφῆκεν ⸉οἰκίας, ἢ ἀδελφούς, ἢ ἀδελφάς, ἢ πατέρα, ἢ μητέρα, ⸋ἢ γυναῖκα,⸌ ἢ τέκνα, ἢ ἀγρούς,⸊ ἕνεκεν τοῦ ⸂2ὀνόματός μου,⸃ ⸂3ἑκατονταπλασίονα⸃ λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.
Notes
*19:3
⸋ οἱ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:3
⸋2 αὐτῷ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:3
⸋3 ἀνθρώπῳ RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ – WH NA25
*19:4
⸋ αὐτοῖς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:4
⸂ ποιήσας RP f 35 TR ¦ κτίσας TNT2 WH NA NIV SBL
*19:5
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ αὐτοῦ f 35
*19:5
⸂ προσκολληθήσεται RP f 35 TR ¦ κολληθήσεται TNT2 WH NA NIV SBL
*19:5
⸂2 τῇ γυναικὶ RP TR TNT2 WH NA NIV SBL ¦ πρὸς τὴν γυναῖκα f 35
*19:7
⸋ αὐτήν RP f 35 TR NA27+28 NIV SBL ¦ – TNT2 WH NA25
*19:9
⸋ ὅτι RP f 35 TR WH NA NIV SBL ¦ – TNT2
*19:9
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰ TR
*19:9
⸋2 καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται. RP f 35 TR TNT2 SBL ¦ – WH NA NIV
*19:10
⸋ αὐτοῦ RP f 35 TR TNT2 NA27+28 ¦ – WH NA25 NIV SBL
*19:11
⸋ τοῦτον RP f 35 TR TNT2 NA NIV SBL ¦ – WH
*19:13
⸂ προσηνέχθη RP f 35 TR ¦ προσηνέχθησαν TNT2 WH NA NIV SBL
*19:15
⸉ αὐτοῖς τὰς χεῖρας RP f 35 TR ¦ τὰς χεῖρας αὐτοῖς TNT2 WH NA NIV SBL
*19:16
⸆ – RP TR TNT2 WH NA NIV SBL ¦ τίς f 35
*19:16
⸉ εἶπεν αὐτῷ RP f 35 TR ¦ αὐτῷ εἶπεν TNT2 WH NA NIV SBL
*19:16
⸋ ἀγαθέ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:16
⸂ ἔχω RP f 35 TR ¦ σχῶ TNT2 WH NA NIV SBL
*19:17
⸂ λέγεις ἀγαθόν RP f 35 TR ¦ ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ TNT2 WH NA NIV SBL
*19:17
⸂2 Οὐδεὶς ἀγαθός, εἰ μὴ εἷς, ὁ θεός. RP f 35 TR ¦ Εἷς ἐστιν ὁ ἀγαθός. TNT2 WH NA NIV SBL
*19:17
⸉ εἰσελθεῖν εἰς τὴν ζωήν RP f 35 TR ¦ εἰς τὴν ζωὴν εἰσελθεῖν TNT2 WH NA NIV SBL
*19:17
⸂3 τήρησον RP f 35 TR NA27+28 NIV SBL ¦ τήρει TNT2 WH NA25
*19:18
⸂ εἶπεν RP f 35 TNT2 NA27+28 NIV SBL ¦ εἶπε TR ¦ ἔφη WH NA25
*19:19
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ σου TR
*19:20
⸉ Πάντα ταῦτα RP f 35 TR NA27+28 NIV SBL ¦ Ταῦτα πάντα TNT2 WH NA25
*19:20
⸂ ἐφυλαξάμην RP f 35 TR ¦ ἐφύλαξα TNT2 WH NA NIV SBL
*19:20
⸋ ἐκ νεότητός μου RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:21
⸆ – RP f 35 TR NA25 SBL ¦ τοῖς TNT2 WH NA27+28 NIV
*19:21
⸂ οὐρανῷ RP f 35 TR ¦ οὐρανοῖς TNT2 WH NA NIV SBL
*19:22
⸆ – RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τοῦτον WH NA25
*19:23
⸉ δυσκόλως πλούσιος RP f 35 TR ¦ πλούσιος δυσκόλως TNT2 WH NA NIV SBL
*19:24
⸂ διελθεῖν RP f 35 TR NA27+28 NIV ¦ εἰσελθεῖν TNT2 WH NA25 SBL
*19:24
⸂2 εἰς τὴν βασιλείαν τοῦ θεοῦ εἰσελθεῖν RP f 35 TR ¦ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν TNT2 ¦ εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH NA25 SBL ¦ εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ θεοῦ NA27+28 NIV
*19:25
⸋ αὐτοῦ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*19:26
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐστί TR
*19:28
⸂ ὑμεῖς RP f 35 TR WH NA27+28 NIV SBL ¦ αὐτοὶ TNT2 NA25
*19:29
⸂ ὃς RP f 35 TR ¦ ὅστις TNT2 WH NA NIV SBL
*19:29
⸉ οἰκίας, ἢ ἀδελφούς, … ἢ ἀγρούς RP f 35 TR WH NA NIV SBL ¦ ἀδελφούς, … ἢ ἀγρούς, ἢ οἰκίας TNT2
*19:29
⸋ ἢ γυναῖκα RP f 35 TR NIV11 SBL ¦ – TNT2 WH NA NIV73
*19:29
⸂2 ὀνόματός μου RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ ἐμοῦ ὀνόματος WH NA25
*19:29
⸂3 ἑκατονταπλασίονα RP f 35 TR NA27+28 NIV SBL ¦ πολλαπλασίονα TNT2 WH NA25