Jesus commissions and orients the twelve disciples—28 AD
1Καὶ προσκαλεσάμενος τοὺς δώδεκα μαθητὰς αὐτοῦ ἔδωκεν αὐτοῖς ἐξουσίαν πνευμάτων ἀκαθάρτων ὥστε ἐκβάλλειν αὐτά, καὶ θεραπεύειν πᾶσαν νόσον καὶ πᾶσαν μαλακίαν. 2Τῶν δὲ δώδεκα ἀποστόλων τὰ ὀνόματά εἰσιν ταῦτα· πρῶτος Σίμων (ὁ λεγόμενος Πέτρος) καὶ Ἀνδρέας ὁ ἀδελφὸς αὐτοῦ, Ἰάκωβος (ὁ τοῦ Ζεβεδαίου) καὶ Ἰωάννης ὁ ἀδελφὸς αὐτοῦ, 3Φίλιππος καὶ Βαρθολομαῖος, Θωμᾶς καὶ Ματθαῖος (ὁ τελώνης), Ἰάκωβος (ὁ τοῦ Ἀλφαίου) καὶ Λεββαῖος (ὁ ἐπικληθεὶς Θαδδαῖος), 4Σίμων (ὁ Κανανίτης) καὶ Ἰούδας Ἰσκαριώτης (ὁ καὶ παραδοὺς αὐτόν).
Orientation with immediate effect
5Τούτους τοὺς δώδεκα ἀπέστειλεν ὁ Ἰησοῦς, παραγγείλας αὐτοῖς λέγων· «Εἰς ὁδὸν ἐθνῶν μὴ ἀπέλθητε, καὶ εἰς πόλιν Σαμαρειτῶν μὴ εἰσέλθητε. 6Πορεύεσθε δὲ μᾶλλον πρὸς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. 7Πορευόμενοι δὲ κηρύσσετε, λέγοντες ὅτι ‹Ἤγγικεν ἡ βασιλεία τῶν οὐρανῶν.› 8Ἀσθενοῦντας θεραπεύετε, λεπροὺς καθαρίζετε, δαιμόνια ἐκβάλλετε. Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. 9Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, 10μὴ πήραν εἰς ὁδόν, μηδὲ δύο χιτῶνας, μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους· ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν.
11»Εἰς ἣν δ᾿ ἂν πόλιν ἢ κώμην εἰσέλθητε, ἐξετάσατε τίς ἐν αὐτῇ ἄξιός ἐστιν, κἀκεῖ μείνατε ἕως ἂν ἐξέλθητε. 12Εἰσερχόμενοι δὲ εἰς τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν· 13καὶ ἐὰν μὲν ᾖ ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν ἐπ᾿ αὐτήν· ἐὰν δὲ μὴ ᾖ ἀξία, ἡ εἰρήνη ὑμῶν πρὸς ὑμᾶς ἐπιστραφήτω. 14Καὶ ὃς ἐὰν μὴ δέξηται ὑμᾶς μηδὲ ἀκούσῃ τοὺς λόγους ὑμῶν, ἐξερχόμενοι τῆς οἰκίας ἢ τῆς πόλεως ἐκείνης, ἐκτινάξατε τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. 15Ἀμὴν λέγω ὑμῖν, ἀνεκτότερον ἔσται γῇ Σοδόμων καὶ Γομόρρων ἐν ἡμέρᾳ κρίσεως ἢ τῇ πόλει ἐκείνῃ.
Orientation with prophetic effect
16»Ἰδού, ἐγὼ ἀποστέλλω ὑμᾶς ὡς πρόβατα ἐν μέσῳ λύκων. Γίνεσθε οὖν φρόνιμοι ὡς οἱ ὄφεις καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. 17Προσέχετε δὲ ἀπὸ τῶν ἀνθρώπων, παραδώσουσιν γὰρ ὑμᾶς εἰς συνέδρια, καὶ ἐν ταῖς συναγωγαῖς αὐτῶν μαστιγώσουσιν ὑμᾶς. 18Καὶ ἐπὶ ἡγεμόνας δὲ καὶ βασιλεῖς ἀχθήσεσθε ἕνεκεν ἐμοῦ, εἰς μαρτύριον αὐτοῖς καὶ τοῖς ἔθνεσιν. 19Ὅταν δὲ παραδιδῶσιν ὑμᾶς, μὴ μεριμνήσητε πῶς ἢ τί λαλήσετε, δοθήσεται γὰρ ὑμῖν ἐν ἐκείνῃ τῇ ὥρᾳ τί λαλήσετε· 20οὐ γὰρ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ὑμῶν τὸ λαλοῦν ἐν ὑμῖν.
Like master, like slave
21»Παραδώσει δὲ ἀδελφὸς ἀδελφὸν εἰς θάνατον, καὶ πατὴρ τέκνον, καὶ ἐπαναστήσονται τέκνα ἐπὶ γονεῖς καὶ θανατώσουσιν αὐτούς. 22Καὶ ἔσεσθε μισούμενοι ὑπὸ πάντων διὰ τὸ ὄνομά μου· ὁ δὲ ὑπομείνας εἰς τέλος, οὗτος σωθήσεται. 23Ὅταν δὲ διώκωσιν ὑμᾶς ἐν τῇ πόλει ταύτῃ, φεύγετε εἰς τὴν ἄλλην. Ἀμὴν γὰρ λέγω ὑμῖν, οὐ μὴ τελέσητε τὰς πόλεις τοῦ Ἰσραὴλ ἕως ἂν ἔλθῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου. 24Οὐκ ἔστιν μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ δοῦλος ὑπὲρ τὸν κύριον αὐτοῦ. 25Ἀρκετὸν τῷ μαθητῇ ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ, καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Εἰ τὸν οἰκοδεσπότην Βεελζεβοὺλ ἀπεκάλεσαν, πόσῳ μᾶλλον τοὺς οἰκειακοὺς αὐτοῦ; 26Μὴ οὖν φοβηθῆτε αὐτούς· οὐδὲν γάρ ἐστιν κεκαλυμμένον ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται.
“Do not be afraid”
27»Ὃ λέγω ὑμῖν ἐν τῇ σκοτίᾳ, εἴπατε ἐν τῷ φωτί· καὶ ὃ εἰς τὸ οὖς ἀκούετε, κηρύξατε ἐπὶ τῶν δωμάτων. 28Καὶ μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτενόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων ἀποκτεῖναι. Φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν Γεέννῃ. 29Οὐχὶ δύο στρουθία ἀσσαρίου πωλεῖται; Καὶ ἓν ἐξ αὐτῶν οὐ πεσεῖται ἐπὶ τὴν γῆν ἄνευ τοῦ Πατρὸς ὑμῶν. 30Ὑμῶν δὲ καὶ αἱ τρίχες τῆς κεφαλῆς πᾶσαι ἠριθμημέναι εἰσίν. 31Μὴ οὖν φοβηθῆτε· πολλῶ στρουθίων διαφέρετε ὑμεῖς.
Jesus demands total commitment
32»Πᾶς οὖν ὅστις ὁμολογήσει ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, ὁμολογήσω κἀγὼ ἐν αὐτῷ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. 33Ὅστις δ᾿ ἂν ἀρνήσηταί με ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς.
34»Μὴ νομίσητε ὅτι ἦλθον βαλεῖν εἰρήνην ἐπὶ τὴν γῆν. Οὐκ ἦλθον βαλεῖν εἰρήνην ἀλλὰ μάχαιραν. 35Ἦλθον γὰρ διχάσαι ἄνθρωπον κατὰ τοῦ πατρὸς αὐτοῦ, καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ νύμφην κατὰ τῆς πενθερᾶς αὐτῆς· 36καὶ ἐχθροὶ τοῦ ἀνθρώπου οἱ οἰκειακοὶ αὐτοῦ.
37»Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος, καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστιν μου ἄξιος· 38καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου οὐκ ἔστιν μου ἄξιος. 39Ὁ εὑρὼν τὴν ψυχὴν αὐτοῦ ἀπολέσει αὐτήν, καὶ ὁ ἀπολέσας τὴν ψυχὴν αὐτοῦ ἕνεκεν ἐμοῦ εὑρήσει αὐτήν.
40»Ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος δέχεται τὸν ἀποστείλαντά με. 41Ὁ δεχόμενος προφήτην εἰς ὄνομα προφήτου μισθὸν προφήτου λήψεται, καὶ ὁ δεχόμενος δίκαιον εἰς ὄνομα δικαίου μισθὸν δικαίου λήψεται. 42Καὶ ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ μόνον, εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.»

Notes


*10:1 εξουσιαν rell ¦ 1 κατα [25%]

10:2 εισιν f35 [30%] OC,CP ¦ εστιν ℵB,C,D,N,W [70%] RP,HF,TR,NU

10:2 αυτου f35 ℵ,C,D,N,W [99.8%] RP,HF,OC,CP,TR ¦ 1 και B [0.2%] NU

§10:3 ματθαιος f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ μαθθαιος B,D,NU ¦ μαθθεος ℵ ¦ ματθεος N ¦ one other spelling

*10:3 λεββαιος ο επικληθεις f35 N,W (99.4%) RP,HF,OC,CP,TR ¦ 1 (C)(D) ¦ — ℵB (0.4%) NU

10:4 κανανιτης f35 ℵW [98%] RP,HF,OC,CP,TR ¦ καναναιος B,C,N [2%] NU ¦ χαναναιος D

10:4 ιουδας f35 (C)N,W [90%] RP,HF,CP,TR ¦ 1 ο ℵB(D) [10%] OC,NU

§10:5 σαμαρειτων f35 B [95%] RP,HF,OC,CP,TR ¦ σαμαριτων ℵC,N,W [5%] NU ¦ σαμαριτανων D

*10:8 λεπρους καθαριζετε f35 [94%] RP,HF,CP ¦ 12 νεκρους εγειρετε [2%] OC,TR ¦ νεκρους εγειρετε 12 ℵB,C(D)N [3%] NU ¦ ~ εκβαλλετε νεκρους εγειρετε (W) [1%] (OC in small print)

10:10 ραβδους f35 C,N,W [95%] RP,HF,CP ¦ ραβδον ℵB,D [5%] OC,TR,NU

10:10 γαρ rell ¦ 1 εστιν D [3%] OC

§10:10 εστιν f35 N,W [96%] RP,HF,CP,TR ¦ — ℵB,C [3%] OC,NU ¦ ~ γαρ 1 D [1%]

*10:12 αυτην rell ¦ 1 λεγοντες ειρηνη τω οικω τουτω ℵD,W [10%] OC,CP

10:13 ελθετω f35 B [94%] RP,HF,OC,TR ¦ ελθατω ℵC,N,W [2%] NU ¦ εισελθετω [4%] CP ¦ εστε D

10:14 εαν f35 C [97%] RP,HF,OC,CP,TR ¦ αν ℵB,D,N,W [3%] NU

§10:14 εξερχομενοι f35 C,N,W [97%] RP,HF,CP,TR ¦ 1 εξω ℵB,D [2%] OC,NU ¦ 1 εκ [1%]

*10:15 γομορρων rell ¦ γομορρας C [10%] OC ¦ γομορων W [1%] ¦ γομορας D ¦ γομμορας N [1%]

10:19 παραδιδωσιν f35 C [94%] RP,HF,CP,TR ¦ παραδωσιν ℵB [2%] NU ¦ παραδωσουσιν D,N,W [3%] OC ¦ παραδωσωσιν [1%]

10:19 λαλησετε f35 [30%] OC,CP ¦ λαλησητε ℵB,C,D,N,W [70%] RP,HF,TR,NU ¦ two other variants

§10:19 λαλησετε f35 N [90%] RP,HF,OC,CP,TR ¦ λαλησητε ℵB,C,W [9%] NU ¦ — D ¦ two other variants

*10:23 αλλην f35 C(D)N (97%) RP,HF,OC,CP,TR ¦ ετεραν ℵB,W (2.9%) NU ¦ one other variant

10:25 ο δουλος rell ¦ τω δουλω [2%] OC

10:25 βεελζεβουλ rell ¦ βεελζεβουβ CP [Latin] ¦ βεεζεβουλ ℵB ¦ βελζεβουλ D [0.5%]

§10:25 απεκαλεσαν f35 [30%] CP ¦ επεκαλεσαν B,C,W [20%] HF,NU ¦ εκαλεσαν [49%] RP,OC,TR ¦ επεκαλεσαντο ℵN [1%] ¦ καλουσιν D ¦ one other variant [‘to stigmatize’ is the appropriate verb here]

*10:25 οικειακους f35 C,D,W [85%] RP,HF,CP ¦ οικιακους ℵN [15%] OC,TR,NU ¦ οικιακοις B

10:28 φοβεισθε f35 ℵC [95%] RP,HF,CP,NU ¦ φοβηθητε B,D,N,W [5%] OC,TR ¦ one other variant

10:28 αποκτενοντων f35 N [95%] RP,HF,CP ¦ αποκτεννοντων ℵC,D,W [3%] OC,NU ¦ αποκτεινοντων B [2%] TR

§10:28 φοβηθητε f35 D,N [99%] RP,HF,OC,CP,TR ¦ φοβεισθε ℵB,C,W [1%] NU

*10:28 και f35 ℵB,C,D,N [50%] OC,CP,TR,NU ¦ 1 την W [50%] RP,HF

10:28 και f35 B,C,D [50%] OC,CP,TR,NU ¦ 1 το ℵW [50%] RP,HF

10:31 φοβηθητε f35 C [97%] RP,HF,OC,CP,TR ¦ φοβεισθε ℵB,D,W [3%] NU

§10:31 πολλω f35 [20%] CP ¦ πολλων ℵB,C,D,W [80%] RP,HF,OC,TR,NU

*10:32 εν f35 𝕻19ℵD,W [95%] RP,HF,OC,CP,TR ¦ 1 τοις B,C [5%] [NU]

10:33 αυτον καγω f35 C [95%] RP,HF,OC,CP,TR ¦ ~ 21 𝕻19vℵB,D,W [5%] NU

10:33 εν f35 𝕻19ℵ,C,D,W [98%] RP,HF,OC,CP,TR ¦ 1 τοις B [2%] [NU]

§10:36 οικειακοι f35 B [85%] RP,HF,CP ¦ οικιακοι ℵ [15%] OC,TR,NU

*10:41 ληψεται f35 [99%] RP,HF,OC,CP,TR ¦ λημψεται 𝕻19ℵB,C(D)W [1%] NU (twice)

10:42 εαν f35 ℵ,C,W [98%] RP,HF,OC,CP,TR ¦ αν B,D [2%] NU