27
Crucifixion Day—Friday, 04/05/30
1Πρωΐας δὲ γενομένης, συμβούλιον ἔλαβον πάντες οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι κατὰ τοῦ Ἰησοῦ, ὥστε θανατῶσαι αὐτόν. 2Καὶ δήσαντες αὐτὸν ἀπήγαγον καὶ παρέδωκαν αὐτὸν Ποντίῳ Πιλάτῳ τῷ ἡγεμόνι.
The end of Judas—parenthetical
3(Τότε ἰδὼν Ἰούδας, ὁ παραδιδοὺς αὐτόν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψεν τὰ τριάκοντα ἀργύρια τοῖς ἀρχιερεῦσιν καὶ τοῖς πρεσβυτέροις 4λέγων, «Ἥμαρτον, παραδοὺς αἷμα ἀθῷον.» Οἱ δὲ εἶπον· «Τί πρὸς ἡμᾶς; Σὺ ὄψει.» 5Καὶ ῥίψας τὰ ἀργύρια ἐν τῷ ναῷ ἀνεχώρησεν, καὶ ἀπελθὼν ἀπήγξατο. 6Οἱ δὲ ἀρχιερεῖς λαβόντες τὰ ἀργύρια εἶπον, «Οὐκ ἔξεστιν βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.» 7Συμβούλιον δὲ λαβόντες ἠγόρασαν ἐξ αὐτῶν τὸν ἀγρὸν τοῦ κεραμέως, εἰς ταφὴν τοῖς ξένοις. 8Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος Ἀγρὸς Αἵματος ἕως τῆς σήμερον. 9Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· «Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ, 10καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέν μοι Κύριος.»)
Jesus before Pilate
11Ὁ δὲ Ἰησοῦς ἔστη ἔμπροσθεν τοῦ ἡγεμόνος. Καὶ ἐπηρώτησεν αὐτὸν ὁ ἡγεμὼν λέγων, «Σὺ εἶ ὁ Βασιλεὺς τῶν Ἰουδαίων;» Ὁ δὲ Ἰησοῦς ἔφη αὐτῷ, «Σὺ λέγεις.» 12Καὶ ἐν τῷ κατηγορεῖσθαι αὐτὸν ὑπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων, οὐδὲν ἀπεκρίνατο. 13Τότε λέγει αὐτῷ ὁ Πιλᾶτος, «Οὐκ ἀκούεις πόσα σου καταμαρτυροῦσιν;» 14Καὶ οὐκ ἀπεκρίθη αὐτῷ, πρὸς οὐδὲ ἓν ῥῆμα, ὥστε θαυμάζειν τὸν ἡγεμόνα λίαν.
“We want Barabbas!”
15Κατὰ δὲ ἑορτὴν εἰώθει ὁ ἡγεμὼν ἀπολύειν ἕνα τῷ ὄχλῳ δέσμιον, ὃν ἤθελον. 16Εἶχον δὲ τότε δέσμιον ἐπίσημον λεγόμενον Βαραββᾶν. 17Συνηγμένων οὖν αὐτῶν, εἶπεν αὐτοῖς ὁ Πιλᾶτος, «Τίνα θέλετε ἀπολύσω ὑμῖν, Βαραββᾶν ἢ Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» 18ᾜδει γὰρ ὅτι διὰ φθόνον παρέδωκαν αὐτόν.
19Καθημένου δὲ αὐτοῦ ἐπὶ τοῦ βήματος, ἀπέστειλεν πρὸς αὐτὸν ἡ γυνὴ αὐτοῦ λέγουσα, «Μηδέν σοι καὶ τῷ δικαίῳ ἐκείνῳ, πολλὰ γὰρ ἔπαθον σήμερον κατ᾿ ὄναρ δι᾿ αὐτόν.»
20Οἱ δὲ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι ἔπεισαν τοὺς ὄχλους ἵνα αἰτήσωνται τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν ἀπολέσωσιν. 21Ἀποκριθεὶς δὲ ὁ ἡγεμὼν εἶπεν αὐτοῖς, «Τίνα θέλετε ἀπὸ τῶν δύο ἀπολύσω ὑμῖν;» Οἱ δὲ εἶπον, «Βαραββᾶν.» 22Λέγει αὐτοῖς ὁ Πιλᾶτος, «Τί οὖν ποιήσω Ἰησοῦν τὸν λεγόμενον Χριστόν;» Λέγουσιν αὐτῷ πάντες, «Σταυρωθήτω.» 23Ὁ δὲ ἡγεμὼν ἔφη, «Τί γὰρ κακὸν ἐποίησεν;» Οἱ δὲ περισσῶς ἔκραζον λέγοντες, «Σταυρωθήτω.» 24Ἰδὼν δὲ ὁ Πιλᾶτος ὅτι οὐδὲν ὠφελεῖ ἀλλὰ μᾶλλον θόρυβος γίνεται, λαβὼν ὕδωρ ἀπενίψατο τὰς χεῖρας ἀπέναντι τοῦ ὄχλου λέγων· «Ἀθῷός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου. Ὑμεῖς ὄψεσθε.» 25Καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς εἶπεν, «Τὸ αἷμα αὐτοῦ ἐφ᾿ ἡμᾶς καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» 26Τότε ἀπέλυσεν αὐτοῖς τὸν Βαραββᾶν, τὸν δὲ Ἰησοῦν, φραγελλώσας, παρέδωκεν ἵνα σταυρωθῇ.
Soldiers make fun of Jesus
27Τότε οἱ στρατιῶται τοῦ ἡγεμόνος, παραλαβόντες τὸν Ἰησοῦν εἰς τὸ πραιτώριον, συνήγαγον ἐπ᾿ αὐτὸν ὅλην τὴν σπεῖραν. 28Καὶ ἐκδύσαντες αὐτὸν περιέθηκαν αὐτῷ χλαμύδα κοκκίνην. 29Καὶ πλέξαντες στέφανον ἐξ ἀκανθῶν ἐπέθηκαν ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ κάλαμον ἐπὶ τὴν δεξιὰν αὐτοῦ· καὶ γονυπετήσαντες ἔμπροσθεν αὐτοῦ ἐνέπαιζον αὐτῷ λέγοντες, «Χαῖρε, ὁ Βασιλεὺς τῶν Ἰουδαίων.» 30Καὶ ἐμπτύσαντες εἰς αὐτὸν ἔλαβον τὸν κάλαμον καὶ ἔτυπτον εἰς τὴν κεφαλὴν αὐτοῦ. 31Καὶ ὅτε ἐνέπαιξαν αὐτῷ, ἐξέδυσαν αὐτὸν τὴν χλαμύδα καὶ ἐνέδυσαν αὐτὸν τὰ ἱμάτια αὐτοῦ· καὶ ἀπήγαγον αὐτὸν εἰς τὸ σταυρῶσαι.
The Crucifixion
32Ἐξερχόμενοι δὲ εὗρον ἄνθρωπον Κυρηναῖον, ὀνόματι Σίμωνα· τοῦτον ἠγγάρευσαν ἵνα ἄρῃ τὸν σταυρὸν αὐτοῦ. 33Καὶ ἐλθόντες εἰς τόπον λεγόμενον Γολγοθᾶ, ὅ ἐστιν λεγόμενον Κρανίου Τόπος, 34ἔδωκαν αὐτῷ πιεῖν ὄξος μετὰ χολῆς μεμιγμένον· καὶ γευσάμενος οὐκ ἤθελεν πιεῖν. 35Σταυρώσαντες δὲ αὐτὸν διεμερίσαντο τὰ ἱμάτια αὐτοῦ βαλόντες κλῆρον. 36Καὶ καθήμενοι ἐτήρουν αὐτὸν ἐκεῖ. 37Καὶ ἐπέθηκαν ἐπάνω τῆς κεφαλῆς αὐτοῦ τὴν αἰτίαν αὐτοῦ γεγραμμένην·
ΟΥΤΟΣ ΕΣΤΙΝ ΙΗΣΟΥΣ Ὁ ΒΑΣΙΛΕΥΣ ΤΩΝ ΙΟΥΔΑΙΩΝ.
38Τότε σταυροῦνται σὺν αὐτῷ δύο λῃσταί, εἷς ἐκ δεξιῶν καὶ εἷς ἐξ εὐωνύμων. 39Οἱ δὲ παραπορευόμενοι ἐβλασφήμουν αὐτόν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν 40καὶ λέγοντες· «Ὁ καταλύων τὸν ναὸν καὶ ἐν τρισὶν ἡμέραις οἰκοδομῶν, σῶσον σεαυτόν· εἰ υἱὸς εἶ τοῦ Θεοῦ, κατάβηθι ἀπὸ τοῦ σταυροῦ.» 41Ὁμοίως δὲ καὶ οἱ ἀρχιερεῖς, ἐμπαίζοντες μετὰ τῶν γραμματέων καὶ πρεσβυτέρων καὶ Φαρισαίων, ἔλεγον· 42«Ἄλλους ἔσωσεν· ἑαυτὸν οὐ δύναται σῶσαι. Εἰ βασιλεὺς Ἰσραήλ ἐστιν, καταβάτω νῦν ἀπὸ τοῦ σταυροῦ καὶ πιστεύσομεν ἐπ᾿ αὐτῷ. 43Πέποιθεν ἐπὶ τὸν Θεόν· ῥυσάσθω νῦν αὐτόν, εἰ θέλει αὐτόν· εἶπεν γὰρ ὅτι ‹Θεοῦ εἰμι Υἱός.› » 44Τὸ δ᾿ αὐτὸ καὶ οἱ λῃσταὶ οἱ συσταυρωθέντες αὐτῷ ὠνείδιζον αὐτόν.
Jesus takes the ‘wages’ for our sin
45Ἀπὸ δὲ ἕκτης ὥρας σκότος ἐγένετο ἐπὶ πᾶσαν τὴν γῆν ἕως ὥρας ἐνάτης. 46Περὶ δὲ τὴν ἐνάτην ὥραν ἀνεβόησεν ὁ Ἰησοῦς φωνῇ μεγάλῃ λέγων, «Ἠλί, Ἠλί, λιμὰ σαβαχθανί;» τοῦτ᾿ ἔστιν, «Θεέ μου, Θεέ μου, ἵνα τί με ἐγκατέλιπες;» 47Τινὲς δὲ τῶν ἐκεῖ ἑστώτων ἀκούσαντες ἔλεγον ὅτι «Ἠλίαν φωνεῖ οὗτος.» 48Καὶ εὐθέως δραμὼν εἷς ἐξ αὐτῶν καὶ λαβὼν σπόγγον, πλήσας τε ὄξους καὶ περιθεὶς καλάμῳ, ἐπότιζεν αὐτόν· 49οἱ δὲ λοιποὶ ἔλεγον, «Ἄφες, ἴδωμεν εἰ ἔρχεται Ἠλίας σώσων αὐτόν.»
The shout of victory
50Ὁ δὲ Ἰησοῦς πάλιν κράξας φωνῇ μεγάλῃ ἀφῆκεν τὸ πνεῦμα. 51Καὶ ἰδού, τὸ καταπέτασμα τοῦ ναοῦ ἐσχίσθη εἰς δύο ἀπὸ ἄνωθεν ἕως κάτω, καὶ ἡ γῆ ἐσείσθη, καὶ αἱ πέτραι ἐσχίσθησαν, 52καὶ τὰ μνημεῖα ἀνεῴχθησαν. (Καὶ πολλὰ σώματα, τῶν κεκοιμημένων ἁγίων, ἠγέρθη· 53καὶ ἐξελθόντες ἐκ τῶν μνημείων μετὰ τὴν ἔγερσιν αὐτοῦ, εἰσῆλθον εἰς τὴν ἁγίαν πόλιν καὶ ἐνεφανίσθησαν πολλοῖς.) 54Ὁ δὲ ἑκατόνταρχος καὶ οἱ μετ᾿ αὐτοῦ τηροῦντες τὸν Ἰησοῦν, ἰδόντες τὸν σεισμὸν καὶ τὰ γενόμενα, ἐφοβήθησαν σφόδρα, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς ἦν οὗτος.»
55Ἦσαν δὲ ἐκεῖ καὶ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν τῷ Ἰησοῦ ἀπὸ τῆς Γαλιλαίας, διακονοῦσαι αὐτῷ· 56ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνή, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσῆ μήτηρ, καὶ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου.
The burial
57Ὀψίας δὲ γενομένης, ἦλθεν ἄνθρωπος πλούσιος ἀπὸ Ἀριμαθαίας, τοὔνομα Ἰωσήφ, ὃς καὶ αὐτὸς ἐμαθήτευσεν τῷ Ἰησοῦ. 58Οὗτος προσελθὼν τῷ Πιλάτῳ ᾐτήσατο τὸ σῶμα τοῦ Ἰησοῦ. Τότε ὁ Πιλᾶτος ἐκέλευσεν ἀποδοθῆναι τὸ σῶμα. 59Καὶ λαβὼν τὸ σῶμα ὁ Ἰωσὴφ ἐνετύλιξεν αὐτὸ σινδόνι καθαρᾷ 60καὶ ἔθηκεν αὐτὸ ἐν τῷ καινῷ αὐτοῦ μνημείῳ ὃ ἐλατόμησεν ἐν τῇ πέτρᾳ. Καὶ προσκυλίσας λίθον μέγαν τῇ θύρᾳ τοῦ μνημείου ἀπῆλθεν. 61Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνή, καὶ ἡ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου.
The tomb is guarded
62Τῇ δὲ ἐπαύριον, ἥτις ἐστὶν μετὰ τὴν Παρασκευήν, συνήχθησαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι πρὸς Πιλᾶτον 63λέγοντες· «Κύριε, ἐμνήσθημεν ὅτι ἐκεῖνος ὁ πλάνος εἶπεν, ἔτι ζῶν, ‹Μετὰ τρεῖς ἡμέρας ἐγείρομαι.› 64Κέλευσον οὖν ἀσφαλισθῆναι τὸν τάφον ἕως τῆς τρίτης ἡμέρας, μήποτε ἐλθόντες οἱ μαθηταὶ αὐτοῦ νυκτὸς κλέψωσιν αὐτὸν καὶ εἴπωσιν τῷ λαῷ ὅτι, ‹Ἠγέρθη ἀπὸ τῶν νεκρῶν,› καὶ ἔσται ἡ ἐσχάτη πλάνη χείρων τῆς πρώτης.» 65Ἔφη δὲ αὐτοῖς ὁ Πιλᾶτος, «Ἔχετε κουστωδίαν· ὑπάγετε ἀσφαλίσασθε ὡς οἴδατε.» 66Οἱ δὲ πορευθέντες ἠσφαλίσαντο τὸν τάφον, σφραγίσαντες τὸν λίθον, μετὰ τῆς κουστωδίας.
Notes
*27:1
πρεσβυτεροι f35 [20%] ¦ 1 του λαου ℵA,B,C,D,W [80%] RP,HF,OC,CP,TR,NU
†27:1
ωστε θανατωσαι αυτον rell ¦ ~ οπως 3 θανατωσωσιν CP
‡27:2
αυτον f35 A,W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [5%] NU
§27:2
ποντιω f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU
*27:3
απεστρεψεν f35 A,C,W [99.5%] RP,HF,OC,CP,TR ¦ εστρεψεν ℵB [0.5%] NU
†27:3
τοις f35 A,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,C [2%] NU
‡27:4
ειπον rell ¦ ειπαν [0.5%] NU (also in verse 6 & 21)
§27:4
οψει f35 [90%] RP,HF,OC,CP,TR ¦ οψη ℵA,B,C,W [10%] NU
*27:5
εν τω ναω f35 A,C,W (98.3%) RP,HF,OC,CP,TR ¦ εις τον ναον ℵB (1.3%) NU ¦ — (0.2%) ¦ two other variants
†27:9
τετιμημενου rell ¦ τετιμημημενου OC
‡27:11
εστη f35 A,W [99%] RP,HF,OC,CP,TR ¦ εσταθη ℵB,C [1%] NU
§27:11
αυτω f35 A,B,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵ [1%] NU
*27:12
και f35 ℵB [30%] NU ¦ 1 των A,W [70%] RP,HF,OC,CP,TR
†27:15
ενα τω οχλω rell ¦ ~ 231 [5%] CP
‡27:16
λεγομενον f35 ℵA,B,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 ιησουν [0.5%] [NU] [This one is really pitiful.]
§27:17
υμιν f35 ℵA,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τον B ¦ 1 ιησουν τον [0.5%] [NU]
*27:17
βαραββαν rell ¦ βαραβαν CP
†27:21
ειπον f35 A,D,W [98%] RP,HF,OC,CP,TR ¦ 1 τον ℵB [2%] NU
‡27:22
λεγει rell ¦ 1 ουν CP
§27:22
αυτω f35 [92%] RP,HF,OC,CP,TR ¦ — ℵA,B,D,W [8%] NU
*27:23
ηγεμων f35 A(D)W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU
†27:24
του δικαιου τουτου f35 ℵW [99%] RP,HF,OC,CP,TR ¦ ~ 312 A [0.5%] ¦ 3 B,D [0.5%] NU
‡27:28
περιεθηκαν αυτω χλαμυδα κοκκινην f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 3412 ℵB(D) [1%] NU
§27:29
την κεφαλην f35 A,D,N,W [99%] RP,HF,OC,CP,TR ¦ της κεφαλης ℵB [1%] NU ¦ one other variant
*27:29
επι την δεξιαν f35 W [95%] RP,HF,OC,CP,TR ¦ εν τη δεξια ℵA,B,D,N [5%] NU
†27:29
ενεπαιζον f35 A,N,W [99%] RP,HF,OC,CP,TR ¦ ενεπαιξαν ℵB,D [1%] NU
‡27:29
ο βασιλευς f35 ℵA,N,W [97%] RP,HF,OC,CP,TR ¦ βασιλευ B,D [3%] NU
§27:33
ο f35 ℵB,D,N,W [95%] RP,HF,OC,CP,NU ¦ ος A [5%] TR
*27:33
λεγομενον κρανιου τοπος f35 N,W [30%] ¦ λεγομενος 23 A [67%] RP,HF,OC,CP,TR ¦ ~ 23 λεγομενος ℵB [2%] NU ¦ 23 D [1%]
†27:34
οξος f35 A,N,W [96%] RP,HF,OC,CP,TR ¦ οινον ℵB,D [4%] NU
‡27:34
ηθελεν f35 A,W [97%] RP,HF,OC,CP,TR ¦ ηθελησεν ℵB,D [3%] NU
§27:35
βαλοντες f35 ℵA,D [25%] OC,CP ¦ βαλλοντες f35pt B,W [75%] RP,HF,TR,NU
*27:35
κληρον rell ¦ 1 ινα πληρωθη το ρηθεν υπο του προφητου διεμερισαντο τα ιματια μου εαυτοις και επι τον ιματισμον μου εβαλον κληρον [5%] TR
†27:40
θεου f35 B,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 και ℵA,D [0.5%] [NU]
‡27:41
δε και f35 D [95%] RP,HF,OC,CP,TR ¦ 2 B [3%] NU ¦ — ℵA,W [2%]
§27:41
και φαρισαιων f35 (D)(W) [90%] RP,HF,OC,CP ¦ — (ℵ)A,B [10%] TR,NU
*27:42
ει f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU
†27:42
πιστευσομεν rell ¦ πιστευσωμεν ℵW [10%] OC ¦ πιστευομεν A [0.5%]
‡27:42
επ αυτω f35 W [90%] RP,HF,OC,CP ¦ 2 A,D [8%] TR ¦ 1 αυτον ℵB [1.5%] NU ¦ εις αυτον [0.5%]
§27:43
αυτον f35 A,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU
*27:44
αυτω f35 A,W [99.5%] RP,HF,OC,CP,TR ¦ συν 1 ℵB,D [0.5%] NU
†27:44
αυτον rell ¦ αυτω [5%] TR
‡27:45
ενατης rell ¦ εννατης [10%] TR (twice)
§27:46
λιμὰ f35 A [90%] RP,HF [λιμά CP, λιμᾶ OC] ¦ λειμα [8%] ¦ λεμα ℵB [0.5%] NU ¦ λαμα D [1.5%] TR ¦ μα W
*27:47
εστωτων f35 A,D [99%] RP,HF,OC,CP,TR ¦ εστηκοτων ℵB,C(W) [1%] NU
†27:51
εις δυο απο ανωθεν εως κατω f35 A(D)W [98%] RP,HF,OC,CP,TR ¦ 12456 ℵ [1%] ¦ ~ απ 45612 B,C [1%] NU
‡27:52
ηγερθη f35 A,C,W [96%] RP,HF,OC,CP,TR ¦ ηγερθησαν ℵB,D [4%] NU
§27:55
εκει και f35 [35%] OC ¦ κακει ℵ ¦ 1 A,B,C,W [65%] RP,HF,CP,TR,NU ¦ 2 D ¦ two other variants
*27:56
ιωση μητηρ και η μητηρ f35 A,B,C [99.5%] RP,HF,OC,CP,TR ¦ ιωσηφ 2345 D,W [0.5%] NU ¦ η μαρια η ιωσηφ και η μαρια η ℵ
†27:57
εμαθητευσεν f35 A,B,W [98%] RP,HF,OC,CP,TR ¦ εμαθητευθη ℵC,D [1.5%] NU ¦ two other variants
‡27:58
το σωμα f35 A,C,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [1.5%] NU
§27:59
αυτο f35 ℵA,C,W [99%] RP,HF,OC,CP,TR ¦ 1 εν B,D [1%] NU
*27:61
μαρια f35 A,D,W [98.5%] RP,HF,OC,CP,TR ¦ μαριαμ ℵB,C [1.5%] NU
†27:64
νυκτος κλεψωσιν αυτον f35 [87%] RP,HF,OC,CP,TR ¦ ~ 231 [3%] ¦ 23 (ℵ)A,B,C,D,W [10%] NU
‡27:64
οτι f35 [25%] ¦ — ℵA,B,C,D,W [75%] RP,HF,OC,CP,TR,NU
§27:65
δε f35 ℵA,C,D,W [65%] RP,HF,CP,TR ¦ — B [35%] OC,NU