Jesus ministers in Perea—29/30 AD
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2Καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
Jesus denies divorce
3Καὶ προσῆλθον αὐτῷ οἱ Φαρισαῖοι πειράζοντες αὐτόν, καὶ λέγοντες αὐτῷ, «Εἰ ἔξεστιν ἀνθρώπῳ ἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν;» 4Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· «Οὐκ ἀνέγνωτε ὅτι ὁ ποιήσας ἀπ᾿ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς; 5Καὶ εἶπεν, ‹Ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν.› 6Ὥστε οὐκέτι εἰσὶν δύο, ἀλλὰ σὰρξ μία. Ὃ οὖν ὁ Θεὸς συνέζευξεν, ἄνθρωπος μὴ χωριζέτω.» 7Λέγουσιν αὐτῷ, «Τί οὖν Μωσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι αὐτήν;» 8Λέγει αὐτοῖς ὅτι «Μωσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπ᾿ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9Λέγω δὲ ὑμῖν ὅτι ὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ, μὴ ἐπὶ πορνείᾳ, καὶ γαμήσῃ ἄλλην μοιχᾶται· καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.» 10Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, «Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι.» 11Ὁ δὲ εἶπεν αὐτοῖς· «Οὐ πάντες χωροῦσιν τὸν λόγον τοῦτον, ἀλλ᾿ οἷς δέδοται. 12Εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καί εἰσιν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. Ὁ δυνάμενος χωρεῖν χωρείτω.»
Jesus blesses children
13Τότε προσηνέχθη αὐτῷ παιδία, ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14Ὁ δὲ Ἰησοῦς εἶπεν, «Ἄφετε τὰ παιδία, καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν.» 15Καὶ ἐπιθεὶς αὐτοῖς τὰς χεῖρας ἐπορεύθη ἐκεῖθεν.
It is difficult for a rich person to enter the Kingdom
16Καὶ ἰδού, εἷς τις προσελθὼν εἶπεν αὐτῷ, «Διδάσκαλε ἀγαθέ, τί ἀγαθὸν ποιήσω ἵνα ἔχω ζωὴν αἰώνιον;» 17Ὁ δὲ εἶπεν αὐτῷ· «Τί με λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθὸς εἰ μὴ εἷς, ὁ Θεός. Εἰ δὲ θέλεις εἰσελθεῖν εἰς τὴν ζωήν, τήρησον τὰς ἐντολάς.» 18Λέγει αὐτῷ, «Ποίας;» Ὁ δὲ Ἰησοῦς εἶπεν· «Τὸ ‹Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19Τίμα τὸν πατέρα καὶ τὴν μητέρα,› καὶ ‹Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν.› » 20Λέγει αὐτῷ ὁ νεανίσκος· «Πάντα ταῦτα ἐφυλαξάμην ἐκ νεότητός μου. Τί ἔτι ὑστερῶ;» 21Ἔφη αὐτῷ ὁ Ἰησοῦς, «Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ δὸς πτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν οὐρανῷ· καὶ δεῦρο ἀκολούθει μοι.» 22Ἀκούσας δὲ ὁ νεανίσκος τὸν λόγον ἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· «Ἀμὴν λέγω ὑμῖν ὅτι δυσκόλως πλούσιος εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 24Πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν.» 25Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ ἐξεπλήσσοντο σφόδρα, λέγοντες, «Τίς ἄρα δύναται σωθῆναι;» 26Ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς, «Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ Θεῷ πάντα δυνατά.»
27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· «Ἰδού, ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι. Τί ἄρα ἔσται ἡμῖν;» 28Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς, οἱ ἀκολουθήσαντές μοι, ἐν τῇ Παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, καθίσεσθε καὶ ὑμεῖς ἐπὶ δώδεκα θρόνους, κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29Καί, πᾶς ὃς ἀφῆκεν οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἕνεκεν τοῦ ὀνόματός μου, ἑκατονταπλασίονα λήψεται, καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30Πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι, καὶ ἔσχατοι πρῶτοι.

Notes


*19:3 οι f35 ℵD [95%] RP,HF,OC,CP,TR ¦ — 𝕻25B,C,W [5%] NU

19:3 αυτω f35 W [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C(D) [5%] NU

19:4 αυτοις f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

§19:4 ποιησας f35 ℵ,C,D,W [99%] RP,HF,OC,CP,TR ¦ κτισας B [1%] NU

*19:5 ενεκεν f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ ενεκα ℵB [0.5%] NU

19:5 αυτου f35 C [50%] OC,CP ¦ — ℵB,D,W [50%] RP,HF,TR,NU

19:5 προσκολληθησεται f35 ℵC [90%] RP,HF,CP,TR ¦ κολληθησεται B,D,W [10%] OC,NU

§19:5 προς την γυναικα f35 [20%] ¦ τη γυναικι ℵB,C,D,W [80%] RP,HF,OC,CP,TR,NU

*19:7 μωσης rell ¦ μωυσης B(D)N,W [5%] NU

19:7 αυτην f35 B,C,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵD [1%]

19:8 μωσης rell ¦ μωυσης B(D)N,W [5%] NU

§19:9 μη επι πορνεια f35 ℵ,C,N,W [95%] RP,HF,OC,CP,NU ¦ ει 123 [3%] TR ¦ παρεκτος λογου πορνειας B,D [2%]

*19:9 γαμηση rell ¦ γαμησει [5%] CP

19:9 και ο απολελυμενην γαμησας μοιχαται f35 B [95%] RP,HF,OC,CP,TR ¦ — ℵD [0.5%] NU ¦ 123 γαμων 5 C,N,W [4.5%] ¦ ωσαυτως 12 γαμων 35 𝕻25

19:10 αυτου f35 𝕻25D,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [0.5%]

§19:11 τουτον f35 ℵ,C,D,N,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — B [1%]

*19:12 εγεννηθησαν rell ¦ εγενηθησαν [1%] CP

19:13 προσηνεχθη f35 W [97%] RP,HF,OC,TR ¦ προσηνεχθησαν ℵB,C,D [3%] CP,NU

19:13 τας χειρας επιθη αυτοις rell ¦ ~ 3412 [1%] OC

§19:15 αυτοις τας χειρας f35 C,W [96%] RP,HF,CP,TR ¦ ~ 231 B,D [3%] OC,NU ¦ ~ 23 επ αυτους ℵ ¦ 23 [1%]

*19:16 τις f35 [25%] ¦ — ℵB,C,D,W [75%] RP,HF,OC,CP,TR,NU

19:16 ειπεν αυτω f35 C,W [98%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB [2%] NU ¦ λεγει 2 D

19:16 αγαθε f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ — ℵB,D (1%) NU

§19:16 ποιησω ινα εχω ζωην αιωνιον f35 (W) [98.5%] RP,HF,OC,CP,TR ¦ 12 σχω 45 B,C,D [0.5%] NU ¦ ποιησας 45 κληρονομησω ℵ [1%]

*19:17 λεγεις αγαθον f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ ερωτας περι του αγαθου ℵB(D) (0.9%) NU ¦ — (0.2%)

19:17 ουδεις αγαθος ει μη εις ο θεος f35 C,W (99.1%) RP,HF,OC,CP,TR ¦ εις (−ε. B) εστιν ο αγαθος ℵ(B) (0.3%) NU ¦ εις εστιν αγαθος D (0.6%)

19:17 εισελθειν εις την ζωην f35 W [97%] RP,HF,OC,CP,TR ¦ ~ 2341 ℵB,C(D) [3%] NU

§19:19 πατερα rell ¦ 1 σου W [35%] TR

*19:19 μητερα rell ¦ 1 σου [5%] CP

19:20 εφυλαξαμην f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ εφυλαξα ℵB,D [1.5%] NU

19:20 εκ νεοτητος μου f35 C,W (99%) RP,HF,OC,CP,TR ¦ — ℵB (1%) NU ¦ 12 D

§19:21 δος f35 ℵC,W [99.5%] RP,HF,OC,CP,TR ¦ 1 τοις B,D [0.5%] [NU]

*19:21 ουρανω f35 ℵW [99.5%] RP,HF,OC,CP,TR ¦ ουρανοις B,C,D [0.5%] NU

19:23 δυσκολως πλουσιος f35 W [97%] RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB,C,D [3%] NU

19:24 διελθειν f35 B,D [90%] RP,HF,OC,CP,TR,NU ¦ εισελθειν ℵ,C,W [10%]

§19:24 εις την βασιλειαν του θεου εισελθειν f35 C,W [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 612345 B,D [0.5%] NU ¦ 12345 ℵ [0.5%] ¦ 123 των ουρανων [0.5%]

*19:25 αυτου f35 W [90%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [10%] NU

19:26 παντα δυνατα f35 B,C,W [70%] RP,HF,CP,NU ¦ ~ 21 ℵ [0.5%] ¦ 12 εστιν D [30%] OC,TR

19:28 καθισεσθε f35 C,D [94%] RP,HF,OC,CP,TR ¦ καθησεσθε ℵB,W [5%] NU ¦ καθεσθησεσθε [1%] ¦ two other readings

§19:28 θρονους rell ¦ θρονων CP

*19:29 ος f35 [90%] RP,HF,OC,CP,TR ¦ οστις ℵB,C,D,W [10%] NU

19:29 οικιας η αδελφους η αδελφας η πατερα η μητερα η γυναικα η τεκνα η αγρους f35 W [66%] RP,HF,OC,TR ¦ οικιαν 2-15 f35pt [30%] CP ¦ 1-9,12-15 B [0.5%] NU ¦ 3-15 ℵ [0.5%] ¦ ~ 3-15,21 C [1%] ¦ 1-5,8-9,12-15 D ¦ ~ 3-6 γονεις 12-15,21 [1%] ¦ at least three further variations

19:29 ληψεται rell ¦ λημψεται ℵB,C,D,W [1%] NU

§19:30 και rell ¦ 1 οι C [5%] CP