The desperate landowner
1»Ὁμοία γάρ ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 2Καὶ συμφωνήσας μετὰ τῶν ἐργατῶν ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. 3Καὶ ἐξελθὼν περὶ τρίτην ὥραν εἶδεν ἄλλους ἑστῶτας ἐν τῇ ἀγορᾷ ἀργούς. 4Καὶ ἐκείνοις εἶπεν, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον δώσω ὑμῖν.› Οἱ δὲ ἀπῆλθον. 5Πάλιν ἐξελθὼν περὶ ἕκτην καὶ ἐνάτην ὥραν ἐποίησεν ὡσαύτως. 6Περὶ δὲ τὴν ἑνδεκάτην ὥραν ἐξελθὼν εὗρεν ἄλλους ἑστῶτας ἀργούς, καὶ λέγει αὐτοῖς, ‹Τί ὧδε ἑστήκατε ὅλην τὴν ἡμέραν ἀργοί;› 7Λέγουσιν αὐτῷ, ‹Ὅτι οὐδεὶς ἡμᾶς ἐμισθώσατο.› Λέγει αὐτοῖς, ‹Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα, καὶ ὃ ἐὰν ᾖ δίκαιον λήψεσθε.› 8Ὀψίας δὲ γενομένης, λέγει ὁ κύριος τοῦ ἀμπελῶνος τῷ ἐπιτρόπῳ αὐτοῦ, ‹Κάλεσον τοὺς ἐργάτας καὶ ἀπόδος αὐτοῖς τὸν μισθόν, ἀρξάμενος ἀπὸ τῶν ἐσχάτων ἕως τῶν πρώτων.› 9Καὶ ἐλθόντες οἱ περὶ τὴν ἑνδεκάτην ὥραν ἔλαβον ἀνὰ δηνάριον. 10Ἐλθόντες δὲ οἱ πρῶτοι ἐνόμισαν ὅτι πλείονα λήψονται· καὶ ἔλαβον καὶ αὐτοὶ ἀνὰ δηνάριον. 11Λαβόντες δὲ ἐγόγγυζον κατὰ τοῦ οἰκοδεσπότου, 12λέγοντες ὅτι ‹Οὗτοι οἱ ἔσχατοι μίαν ὥραν ἐποίησαν, καὶ ἴσους ἡμῖν αὐτοὺς ἐποίησας τοῖς βαστάσασιν τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα.› 13Ὁ δὲ ἀποκριθεὶς εἶπεν ἑνὶ αὐτῶν· ‹Ἑταῖρε, οὐκ ἀδικῶ σε. Οὐχὶ δηναρίου συνεφώνησάς μοι; 14Ἆρον τὸ σὸν καὶ ὕπαγε. Θέλω δὲ τούτῳ τῷ ἐσχάτῳ δοῦναι ὡς καὶ σοί. 15 οὐκ ἔξεστίν μοι ποιῆσαι ὃ θέλω ἐν τοῖς ἐμοῖς; Εἰ ὁ ὀφθαλμός σου πονηρός ἐστιν ὅτι ἐγὼ ἀγαθός εἰμι;› 16Οὕτως ἔσονται οἱ ἔσχατοι πρῶτοι, καὶ οἱ πρῶτοι ἔσχατοι. Πολλοὶ γάρ εἰσιν κλητοί, ὀλίγοι δὲ ἐκλεκτοί.»
Jesus alerts the disciples, again
17Καὶ ἀναβαίνων ὁ Ἰησοῦς εἰς Ἱεροσόλυμα παρέλαβεν τοὺς δώδεκα μαθητὰς κατ᾿ ἰδίαν ἐν τῇ ὁδῷ καὶ εἶπεν αὐτοῖς· 18«Ἰδού, ἀναβαίνομεν εἰς Ἱεροσόλυμα, καὶ ὁ Υἱὸς τοῦ Ἀνθρώπου παραδοθήσεται τοῖς ἀρχιερεῦσιν καὶ γραμματεῦσιν, καὶ κατακρινοῦσιν αὐτὸν θανάτῳ, 19καὶ παραδώσουσιν αὐτὸν τοῖς ἔθνεσιν εἰς τὸ ἐμπαῖξαι καὶ μαστιγῶσαι καὶ σταυρῶσαι. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀναστήσεται.»
Selfish ambition rebuked
20Τότε προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα καὶ αἰτοῦσά τι παρ᾿ αὐτοῦ. 21Ὁ δὲ εἶπεν αὐτῇ, «Τί θέλεις;» Λέγει αὐτῷ, «Εἰπὲ ἵνα καθίσωσιν οὗτοι οἱ δύο υἱοί μου εἷς ἐκ δεξιῶν σου καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.» 22Ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· «Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πιεῖν τὸ ποτήριον ὃ ἐγὼ μέλλω πίνειν, ἢ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθῆναι;» Λέγουσιν αὐτῷ, «Δυνάμεθα.» 23Καὶ λέγει αὐτοῖς· «Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα ὃ ἐγὼ βαπτίζομαι βαπτισθήσεσθε, τὸ δὲ καθίσαι ἐκ δεξιῶν μου καὶ ἐξ εὐωνύμων μου οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ᾿ οἷς ἡτοίμασται ὑπὸ τοῦ Πατρός μου.»
24Καὶ ἀκούσαντες οἱ δέκα ἠγανάκτησαν περὶ τῶν δύο ἀδελφῶν. 25Ὁ δὲ Ἰησοῦς προσκαλεσάμενος αὐτοὺς εἶπεν· «Οἴδατε ὅτι οἱ ἄρχοντες τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶ οἱ μεγάλοι κατεξουσιάζουσιν αὐτῶν· 26οὐχ οὕτως δὲ ἔσται ὑμῖν. Ἀλλ᾿ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν μέγας γενέσθαι ἔσται ὑμῶν διάκονος, 27καὶ ὃς ἐὰν θέλῃ ἐν ὑμῖν εἶναι πρῶτος ἔσται ὑμῶν δοῦλος· 28ὥσπερ ὁ Υἱὸς τοῦ Ἀνθρώπου—οὐκ ἦλθεν διακονηθῆναι, ἀλλὰ διακονῆσαι, καὶ δοῦναι τὴν ψυχὴν αὐτοῦ λύτρον ἀντὶ πολλῶν.»
Two blind men
29Καὶ ἐκπορευομένων αὐτῶν ἀπὸ Ἱεριχώ, ἠκολούθησεν αὐτῷ ὄχλος πολύς. 30Καὶ ἰδού, δύο τυφλοὶ καθήμενοι παρὰ τὴν ὁδόν, ἀκούσαντες ὅτι Ἰησοῦς παράγει, ἔκραξαν, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.» 31Ὁ δὲ ὄχλος ἐπετίμησεν αὐτοῖς ἵνα σιωπήσωσιν, οἱ δὲ μεῖζον ἔκραζον, λέγοντες, «Ἐλέησον ἡμᾶς, Κύριε, Υἱὸς Δαυίδ.» 32Καὶ στὰς ὁ Ἰησοῦς ἐφώνησεν αὐτοὺς καὶ εἶπεν, «Τί θέλετε ποιήσω ὑμῖν;» 33Λέγουσιν αὐτῷ, «Κύριε, ἵνα ἀνοιχθῶσιν ἡμῶν οἱ ὀφθαλμοί.» 34Σπλαγχνισθεὶς δὲ ὁ Ἰησοῦς ἥψατο τῶν ὀφθαλμῶν αὐτῶν, καὶ εὐθέως ἀνέβλεψαν αὐτῶν οἱ ὀφθαλμοί, καὶ ἠκολούθησαν αὐτῷ.

Notes


*20:2 και συμφωνησας f35 [85%] RP,HF,OC,CP ¦ ~ 2 δε ℵB,C,D,W [15%] TR,NU

20:3 περι rell ¦ 1 την C [5%] TR

20:4 και εκεινοις f35 ℵB,W [90%] RP,HF,OC,CP,NU ¦ κακεινοις C,D [10%] TR

§20:5 παλιν f35 B,W [99%] RP,HF,OC,CP,TR ¦ 1 δε ℵ,C,D [1%] [NU]

*20:5 ενατην f35 ℵB,C,W [90%] RP,HF,OC,CP,NU ¦ εννατην (D) [10%] TR

20:6 ωραν f35 C,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU

20:6 αργους f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

§20:7 και ο εαν η δικαιον ληψεσθε f35 (C,N,W) [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

*20:10 ελθοντες δε f35 ℵ,W [97.5%] RP,HF,OC,CP,TR ¦ ~ και 1 B,C,D [2%] NU ¦ 12 και N [0.5%]

20:10 πλειονα f35 ℵ [97%] RP,HF,OC,CP,TR ¦ πλειον B,C,N,W [3%] NU ¦ πλειω D

20:10 ληψονται rell ¦ λημψονται ℵB,C,D,W [1%] NU ¦ λημψοντε N

§20:10 και αυτοι ανα δηναριον f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 3412 B ¦ ~ το 3412 ℵ [0.5%] [NU] ¦ ~ 34 το 12 C ¦ 12 το 34 N

*20:12 οτι f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU

20:13 ειπεν ενι αυτων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵD [0.5%] NU ¦ ~ 321 B ¦ one other variant

20:15 η f35 ℵ,C,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — B,D [0.5%]

§20:15 ποιησαι ο θελω f35 C,N [97%] RP,HF,OC,CP,TR ¦ ~ 231 ℵB,D [3%] NU ¦ 1 ως 3 W

*20:15 ει f35 [85%] RP,HF,OC,CP,TR ¦ η ℵB,C,D,N,W [15%] NU

20:16 πολλοι γαρ εισιν κλητοι ολιγοι δε εκλεκτοι f35 C,D,N,W (98.5%) RP,HF,OC,CP,TR ¦ — ℵB (1.5%) NU

20:17 μαθητας f35 B,C,N,W [98.5%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵD [1.5%]

§20:17 εν τη οδω και f35 C,D,N,W [97%] RP,HF,OC,CP,TR ¦ ~ 4123 ℵB [3%] NU

*20:19 αναστησεται f35 B,D,W [99%] RP,HF,OC,CP,TR ¦ εγερθησεται ℵC,N [1%] NU

20:20 παρ f35 ℵC,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ απ B,D [0.5%] NU

20:21 ευωνυμων rell ¦ ευωνιμων CP

§20:21 σου rell ¦ — D [5%] TR

*20:22 η f35 C,N,W [90%] RP,HF,OC,CP ¦ και [9%] TR ¦ — ℵB,D [1%] NU

20:22 το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθηναι f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

20:23 και f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU

§20:23 και το βαπτισμα ο εγω βαπτιζομαι βαπτισθησεσθε f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

*20:23 μου f35 N,W [85%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D [15%] NU

20:23 εμον f35 ℵB,N [97%] RP,HF,OC,CP,TR ¦ 1 τουτο C,D,W [3%] [NU]

20:26 δε f35 C [85%] RP,HF,CP,TR ¦ — ℵB,D,W [15%] OC,NU

§20:26 εσται f35 [20%] ¦ 1 εν ℵB,C,D,N,W [80%] RP,HF,OC,CP,TR,NU

*20:26 εσται rell ¦ εστω [10%] TR

20:27 εαν f35 C,N [99%] RP,HF,OC,CP,TR ¦ αν ℵB,D,W [0.5%] NU ¦ — [0.5%]

20:27 εσται f35 𝕻45C,N,W [35%] OC,CP,NU ¦ εστω B [65%] RP,HF,TR ¦ εστε ℵD

§20:30 ελεησον ημας κυριε f35 𝕻45C,W [98%] RP,HF,OC,CP,TR[NU] ¦ ~ 312 B [0.5%] ¦ 12 ιησου ℵ [1%] ¦ 123 ιησου N ¦ 12 D [0.5%]

*20:31 εκραζον f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ εκαρξαν ℵB,D [1%] NU ¦ εκραυγασαν 𝕻45 ¦ εκραυγαζον [1%]

20:33 ανοιχθωσιν f35 C,N [97%] RP,HF,OC,CP,TR ¦ ανοιγωσιν B [3%] NU ¦ ανυγωσιν ℵD ¦ ανεωχθωσιν W

20:33 ημων οι οφθαλμοι f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 231 (υμων ℵ) (ℵ)B,D [1%] NU

§20:34 σπλαγχνισθεις rell ¦ σπλαχνισθεις CP

*20:34 των οφθαλμων αυτων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ 12 αυτου ℵ ¦ 1 ομματων 3 D [1%] NU ¦ ~ 31 ομματων B

20:34 αυτων οι οφθαλμοι f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [2%] NU