The Pharisees reject Jesus as Messiah
1Καὶ ἐγένετο, ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς διατάσσων τοῖς δώδεκα μαθηταῖς αὐτοῦ, μετέβη ἐκεῖθεν τοῦ διδάσκειν καὶ κηρύσσειν ἐν ταῖς πόλεσιν αὐτῶν.
John needs reassuring
2Ὁ δὲ Ἰωάννης, ἀκούσας ἐν τῷ δεσμωτηρίῳ τὰ ἔργα τοῦ Χριστοῦ, πέμψας δύο τῶν μαθητῶν αὐτοῦ 3εἶπεν αὐτῷ, «Σὺ εἶ ὁ ἐρχόμενος ἢ ἕτερον προσδοκῶμεν;» 4Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· «Πορευθέντες ἀπαγγείλατε Ἰωάννῃ ἃ ἀκούετε καὶ βλέπετε· 5τυφλοὶ ἀναβλέπουσιν καὶ χωλοὶ περιπατοῦσιν, λεπροὶ καθαρίζονται καὶ κωφοὶ ἀκούουσιν, νεκροὶ ἐγείρονται καὶ πτωχοὶ εὐαγγελίζονται. 6Καί, μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί.»
Jesus eulogizes John the Baptizer
7Τούτων δὲ πορευομένων, ἤρξατο ὁ Ἰησοῦς λέγειν τοῖς ὄχλοις περὶ Ἰωάννου· «Τί ἐξήλθετε εἰς τὴν ἔρημον θεάσασθαι, κάλαμον ὑπὸ ἀνέμου σαλευόμενον; 8Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν, ἄνθρωπον ἐν μαλακοῖς ἱματίοις ἠμφιεσμένον; Ἰδού, οἱ τὰ μαλακὰ φοροῦντες ἐν τοῖς οἴκοις τῶν βασιλείων εἰσίν. 9Ἀλλὰ τί ἐξήλθετε ἰδεῖν, προφήτην; Ναί, λέγω ὑμῖν, καὶ περισσότερον προφήτου. 10Οὗτος γάρ ἐστιν περὶ οὗ γέγραπται· ‹Ἰδού, ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ὃς κατασκευάσει τὴν ὁδόν σου ἔμπροσθέν σου.› 11Ἀμὴν λέγω ὑμῖν, οὐκ ἐγήγερται ἐν γεννητοῖς γυναικῶν μείζων Ἰωάννου τοῦ Βαπτιστοῦ· ὁ δὲ μικρότερος ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν μείζων αὐτοῦ ἐστιν. 12Ἀπὸ δὲ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἕως ἄρτι ἡ βασιλεία τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. 13Πάντες γὰρ οἱ προφῆται καὶ ὁ νόμος ἕως Ἰωάννου προεφήτευσαν· 14καὶ εἰ θέλετε δέξασθαι, αὐτός ἐστιν Ἠλίας ὁ μέλλων ἔρχεσθαι. 15Ὁ ἔχων ὦτα ἀκούειν ἀκουέτω.
16»Τίνι δὲ ὁμοιώσω τὴν γενεὰν ταύτην; Ὁμοία ἐστὶν παιδίοις ἐν ἀγορᾷ καθημένοις, καὶ προσφωνοῦσιν τοῖς ἑταίροις αὐτῶν 17καὶ λέγουσιν, ‹Ηὐλήσαμεν ὑμῖν καὶ οὐκ ὠρχήσασθε· ἐθρηνήσαμεν ὑμῖν καὶ οὐκ ἐκόψασθε.› 18Ἦλθεν γὰρ Ἰωάννης μήτε ἐσθίων μήτε πίνων, καὶ λέγουσιν, ‹Δαιμόνιον ἔχει›· 19ἦλθεν ὁ Υἱὸς τοῦ Ἀνθρώπου ἐσθίων καὶ πίνων, καὶ λέγουσιν, ‹Ἰδού, ἄνθρωπος φάγος καὶ οἰνοπότης, τελωνῶν φίλος καὶ ἁμαρτωλῶν.› Καί, ἐδικαιώθη ἡ σοφία ἀπὸ τῶν τέκνων αὐτῆς.»
Jesus denounces three cities
20Τότε ἤρξατο ὁ Ἰησοῦς ὀνειδίζειν τὰς πόλεις ἐν αἷς ἐγένοντο αἱ πλεῖσται δυνάμεις αὐτοῦ, ὅτι οὐ μετενόησαν. 21«Οὐαί σοι, Χωραζίν, οὐαί σοι, Βηθσαϊδά· ὅτι εἰ ἐν Τύρῳ καὶ Σιδῶνι ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν ὑμῖν, πάλαι ἂν ἐν σάκκῳ καὶ σποδῷ μετενόησαν. 22Πλὴν λέγω ὑμῖν, Τύρῳ καὶ Σιδῶνι ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ ὑμῖν. 23Καὶ σύ, Καπερναούμ, ‹ἕως τοῦ οὐρανοῦ ὑψωθῇς,› ἕως ᾍδου καταβιβασθήσῃ· ὅτι εἰ ἐν Σοδόμοις ἐγένοντο αἱ δυνάμεις αἱ γενόμεναι ἐν σοί, ἔμειναν ἂν μέχρι τῆς σήμερον. 24Πλὴν λέγω ὑμῖν ὅτι γῇ Σοδόμων ἀνεκτότερον ἔσται ἐν ἡμέρᾳ κρίσεως ἢ σοί.»
“I praise you, Father”
25Ἐν ἐκείνῳ τῷ καιρῷ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· «Ἐξομολογοῦμαί σοι, Πάτερ, Κύριε τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ὅτι ἀπέκρυψας ταῦτα ἀπὸ σοφῶν καὶ συνετῶν καὶ ἀπεκάλυψας αὐτὰ νηπίοις. 26Ναί, ὁ Πατήρ, ὅτι οὕτως ἐγένετο εὐδοκία ἔμπροσθέν σου.
27»Πάντα μοι παρεδόθη ὑπὸ τοῦ Πατρός μου, καὶ οὐδεὶς ἐπιγινώσκει τὸν Υἱὸν εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει εἰ μὴ ὁ Υἱός, καὶ ᾧ ἐὰν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. 28Δεῦτε πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. 29Ἄρατε τὸν ζυγόν μου ἐφ᾿ ὑμᾶς καὶ μάθετε ἀπ᾿ ἐμοῦ, ὅτι πρᾷός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν· 30ὁ γὰρ ζυγός μου χρηστὸς καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστιν.»

Notes


*11:2 δυο f35 [97%] RP,HF,OC,CP,TR ¦ δια ℵB,C,D,W [3%] NU

11:5 ακουουσιν f35 C,N (95.2%) RP,HF,OC,CP,TR ¦ 1 και ℵB,D,W (4.1%) NU ¦ long omissions (0.7%)

11:7 εξηλθετε f35 [96%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵB,C,D,N,W [3.5%] NU ¦ εξεληλυθατε [0.5%] (also verse 8)

§11:8 ιματιοις f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU

*11:8 βασιλειων f35 N (63.1%) RP,HF,CP ¦ βασιλεων (ℵB)C,D,W (36.5%) OC,TR,NU ¦ long omission (0.3%)

11:9 εξηλθετε f35 [97%] RP,HF,OC,CP,TR ¦ εξηλθατε ℵB,C,D,N [2.5%] NU ¦ εξεληλυθατε W [0.5%]

11:10 γαρ f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [0.5%] NU

§11:13 προεφητευσαν f35 N,W [98%] RP,HF,OC,CP,TR ¦ επροφητευσαν ℵB,C,D [2%] NU

*11:15 ακουειν f35 ℵ,C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ — B,D [0.5%] NU

11:16 παιδιοις rell ¦ παιδαριοις [5%] TR

11:16 εν αγορα καθημενοις f35 [50%] CP ¦ 1 αγοραις 3 [45%] RP,HF,TR ¦ ~ 31 αγοραις C,N,W [4%] OC ¦ ~ 31 ταις αγοραις ℵB [1%] NU ¦ ~ 31 τη αγορα D

§11:16 και προσφωνουσιν f35 N,W [97%] RP,HF,CP,TR ¦ α 2 C ¦ α προσφωνουντα ℵB,D [3%] OC,NU

*11:16 εταιροις f35 [65%] RP,OC,CP,TR ¦ ετεροις ℵB,C,D,N,W [35%] HF,NU

11:16 αυτων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [1%] NU

11:17 και f35 C,N,W [98%] RP,HF,CP,TR ¦ — ℵB,D [2%] OC,NU

§11:17 ωρχησασθε rell ¦ ορχησασθε [2%] CP

*11:17 υμιν f35 C,N,W (97.4%) RP,HF,OC,CP,TR ¦ ημιν (0.5%) ¦ — ℵB,D (1.4%) NU ¦ long omissions (0.7%)

11:19 τεκνων f35 C,D,N (99.4%) RP,HF,OC,CP,TR ¦ εργων ℵB,W (0.5%) NU ¦ long omission (0.1%)

11:20 ο ιησους f35 C,N,W [35%] ¦ — ℵB,D [65%] RP,HF,OC,CP,TR,NU

§11:21 χωραζιν f35 [20%] CP ¦ χοραζιν N [65%] RP,HF,OC,TR,NU ¦ χοραζειν ℵB,C,W [5%] ¦ χωραζειν [5%] ¦ χοραζην [2%] ¦ χοραζαιν D ¦ three other variants

*11:21 βηθσαιδα f35 C(D)N [85%] RP,HF,OC,CP,NU ¦ βηθσαιδαν B,W [14%] TR ¦ βηδσαιδαν ℵ [1%] ¦ two other spellings

11:21 εγενοντο rell ¦ εγενηθησαν [2%] OC

11:21 σποδω rell ¦ 1 καθημεναι [10%] OC ¦ 1 καθημενοι ℵC [3%]

§11:23 καπερναουμ f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ καφαρναουμ ℵB,D [1%] NU

*11:23 ἣ f35 [35%] ¦ ἡ N [64%] RP,HF,OC,CP,TR ¦ μη ℵB,C,D,W [1%] NU

11:23 του f35 C,N [99%] RP,HF,OC,CP,TR ¦ — ℵB,D,W [1%] NU

11:23 υψωθης f35 [35%] ¦ υψωθεισα N [63%] RP,HF,OC,CP,TR ¦ υψωθηση ℵB,C,D,W [1%] NU ¦ two other spellings

§11:23 αδου rell ¦ αιδου HF (And so wherever the word occurs.)

*11:23 καταβιβασθηση f35 ℵ,C,N (98.5%) RP,HF,OC,CP,TR ¦ καταβηση B,D,W (0.4%) NU ¦ καταβληθηση (0.6%) ¦ κατενεχθηση (0.3%) ¦ long omissions (0.2%)

11:23 εγενοντο f35 N,W [99%] RP,HF,CP,TR ¦ εγενηθησαν ℵB,C,D [1%] OC,NU

11:23 εμειναν f35 D [97.5%] RP,HF,OC,CP,TR ¦ εμεινεν ℵB,C [1%] NU ¦ εμεινον W [1%] ¦ εμενεν N ¦ one other variant

§11:25 απεκρυψας f35 C,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ εκρυψας ℵB,D [0.5%] NU ¦ εγρυψας 𝕻62

*11:26 εγενετο ευδοκια f35 C,D,N [98.5%] RP,HF,OC,CP,TR ¦ ~ 21 𝕻62ℵB,W [1.5%] NU

11:29 πραος f35 N,W [99.5%] RP,HF,OC,CP,TR ¦ πραυς 𝕻62ℵB,C,D [0.5%] NU