The death of John the Baptizer
1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετράρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ, «Οὗτός ἐστιν Ἰωάννης ὁ Βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ.» 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν αὐτὸν καὶ ἔθετο ἐν φυλακῇ διὰ Ἡρωδιάδα, τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ. 4Ἔλεγεν γὰρ αὐτῷ ὁ Ἰωάννης, «Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν.» 5Καὶ θέλων αὐτὸν ἀποκτεῖναι, ἐφοβεῖτο τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6Γενεσίων δὲ ἀγομένων τοῦ Ἡρῴδου, ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρωδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδη. 7Ὅθεν μεθ᾿ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ἐὰν αἰτήσηται. 8Ἡ δέ, προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς, «Δός μοι,» φησίν, «ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ Βαπτιστοῦ.» 9Καὶ ἐλυπήθη ὁ βασιλεύς· διὰ δὲ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους, ἐκέλευσεν δοθῆναι. 10Καὶ πέμψας ἀπεκεφάλισεν τὸν Ἰωάννην ἐν τῇ φυλακῇ. 11Καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12Καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ σῶμα καὶ ἔθαψαν αὐτό, καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
Food for 15,000
13Καὶ ἀκούσας ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατ᾿ ἰδίαν. Καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14Καὶ ἐξελθὼν ὁ Ἰησοῦς εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ᾿ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν.
15Ὀψίας δὲ γενομένης, προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν. Ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα.» 16Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· «Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν. Δότε αὐτοῖς ὑμεῖς φαγεῖν.» 17Οἱ δὲ λέγουσιν αὐτῷ, «Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας.» 18Ὁ δὲ εἶπεν, «Φέρετέ μοι αὐτοὺς ὧδε.» 19Καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ τοὺς χόρτους, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν· καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους, οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20Καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων, δώδεκα κοφίνους πλήρεις. 21Οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι, χωρὶς γυναικῶν καὶ παιδίων.
Peter walks on water
22Καὶ εὐθέως ἠνάγκασεν ὁ Ἰησοῦς τοὺς μαθητὰς αὐτοῦ ἐμβῆναι εἰς τὸ πλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23Καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατ᾿ ἰδίαν προσεύξασθαι. Ὀψίας δὲ γενομένης, μόνος ἦν ἐκεῖ. 24Τὸ δὲ πλοῖον ἤδη μέσον τῆς θαλάσσης ἦν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἀπῆλθεν πρὸς αὐτοὺς ὁ Ἰησοῦς, περιπατῶν ἐπὶ τῆς θαλάσσης. 26Καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ ἐπὶ τὴν θάλασσαν περιπατοῦντα ἐταράχθησαν, λέγοντες ὅτι «Φάντασμά ἐστιν.» Καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27Εὐθέως δὲ ἐλάλησεν αὐτοῖς ὁ Ἰησοῦς, λέγων· «Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.» 28Ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν, «Κύριε, εἰ σὺ εἶ, κέλευσόν με πρός σε ἐλθεῖν ἐπὶ τὰ ὕδατα.» 29Ὁ δὲ εἶπεν, «Ἐλθέ.» Καὶ καταβὰς ἀπὸ τοῦ πλοίου ὁ Πέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ἐλθεῖν πρὸς τὸν Ἰησοῦν. 30Βλέπων δὲ τὸν ἄνεμον ἰσχυρὸν ἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν, λέγων, «Κύριε, σῶσόν με.» 31Καὶ εὐθέως ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· «Ὀλιγόπιστε, εἰς τί ἐδίστασας;» 32Καὶ ἐμβάντων αὐτῶν εἰς τὸ πλοῖον, ἐκόπασεν ὁ ἄνεμος. 33Οἱ δὲ ἐν τῷ πλοίῳ ἐλθόντες προσεκύνησαν αὐτῷ, λέγοντες, «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ.»
At Genesaret
34Καὶ διαπεράσαντες ἦλθον εἰς τὴν γῆν Γενησαρέτ. 35Καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας· 36καὶ παρεκάλουν αὐτὸν ἵνα κἂν μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Notes


*14:1 τετραρχης f35 B,D,N,W [99.5%] RP,HF,OC,CP,TR ¦ τετρααρχης ℵC [0.5%] NU

14:3 αυτον f35 ℵC,D,N,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — B [0.5%]

14:3 εθετο εν φυλακη f35 C,N,W [97.5%] RP,HF,OC,CP,TR ¦ ~ 23 απεθετο ℵB [1%] NU ¦ 2 τη 3 D ¦ ~ 2 τη 3 απεθετο [0.5%] ¦ 12 τη 3 [0.5%] ¦ three other variants

§14:4 αυτω ο ιωαννης f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 231 (B) [0.5%] NU ¦ 3 ℵ ¦ 13 D [0.5%]

*14:5 εφοβειτο f35 [20%] ¦ εφοβηθη ℵB,C,D,N,W [80%] RP,HF,OC,CP,TR,NU [the imperfect is correct]

14:6 γενεσιων f35 C,N,W [99%] RP,HF,OC,CP,TR ¦ γενεσιοις ℵB,D [1%] NU

14:6 αγομενων f35 W [97%] RP,HF,OC,CP,TR ¦ αγομενοις [0.5%] ¦ γενομενων C,N [2%] ¦ γενομενοις ℵB,D [0.5%] NU

§14:9 ελυπηθη f35 ℵC,W (98.7%) RP,HF,OC,CP,TR ¦ λυπηθεις B,D (1.2%) NU ¦ two other variants (0.1%)

*14:9 δε f35 ℵC,W (98%) RP,HF,OC,CP,TR ¦ και (0.2%) ¦ — B,D (1.7%) NU

14:10 τον f35 C,D,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [1%]

14:11 ηνεχθη η κεφαλη αυτου rell ¦ ~ 2341 CP

§14:12 σωμα f35 W [95%] RP,HF,OC,CP,TR ¦ πτωμα (ℵ)B,C(D) [5%] NU

*14:12 αυτο f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ αυτον ℵB [0.5%] [NU]

14:12 ελθοντες rell ¦ εξελθοντες CP

14:13 και ακουσας f35 C,W [95%] RP,HF,CP,TR ¦ ~ 2 δε ℵB,D [5%] OC,NU

§14:14 ο ιησους f35 C,W [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,D [3%] NU

*14:14 αυτοις rell ¦ αυτους W [5%] TR ¦ περι αυτων D

14:15 αυτου f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR ¦ — ℵB [0.5%] NU

14:16 ιησους f35 B,C,W [99%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵD [1%]

§14:18 αυτους ωδε f35 C,W (98.8%) RP,HF,OC,CP,TR ¦ ~ 21 ℵB (0.2%) NU ¦ 1 D (0.6%) ¦ long omissions (0.4%)

*14:19 ανακλιθηναι rell ¦ ανακληθηναι CP

14:19 τους χορτους f35 [96%] RP,HF,OC,CP,TR ¦ του χορτου ℵB,C,W [3%] NU ¦ τον χορτον D [1%]

14:19 λαβων f35 B [96%] RP,HF,OC,CP,NU ¦ και 1 ℵC,W [4%] TR ¦ ελαβεν D

§14:22 ο ιησους f35 [95%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D,W [5%] NU

*14:22 αυτου f35 B [30%] OC,TR ¦ — ℵC,D,W [70%] RP,HF,CP,NU

14:24 μεσον της θαλασσης ην f35 ℵC,W [98%] RP,HF,OC,CP,TR ¦ σταδιους πολλους απο της γης απειχεν B [2%] NU ¦ ~ 4 εις 123 D ¦ two other variants

14:25 απηλθεν f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ ηλθεν ℵB [4%] NU

§14:25 ο ιησους f35 [97%] RP,HF,OC,CP,TR ¦ — ℵB,C,D,W [3%] NU

*14:25 της θαλασσης f35 C,D [97%] RP,HF,OC,CP,TR ¦ την θαλασσαν ℵB,W [3%] NU

14:26 και ιδοντες αυτον οι μαθηται f35 C,W (94.4%) RP,HF,OC,CP,TR ¦ 12345 αυτου (0.9%) ¦ 123 (1.3%) ¦ 2 δε 345 (1.3%) ¦ ~ 4 δε 523 B,D (0.9%) NU ¦ 2 δε 3 ℵ (0.2%) ¦ three other variants (0.3%)

14:26 την θαλασσαν f35 W [97%] RP,HF,OC,CP,TR ¦ της θαλασσης ℵB,C,D [3%] NU

§14:27 ευθεως f35 C,W [97.5%] RP,HF,OC,CP,TR ¦ ευθυς ℵB,D [2.5%] NU

*14:27 αυτοις ο ιησους f35 C,W [99%] RP,HF,OC,CP,TR ¦ ~ 231 B [0.5%] [NU] ¦ 1 ℵD [0.5%]

14:28 ο πετρος ειπεν f35 [25%] ¦ 123 αυτω B [1%] ¦ αυτω 123 ℵC,W [73%] RP,HF,OC,CP,TR,NU ¦ αυτω 23 D ¦ one other variant

14:28 προς σε ελθειν f35 [95%] RP,HF,OC,CP,TR ¦ ~ 312 ℵB,C,D,W [5%] NU

§14:29 ο f35 C,W [99.8%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB,D

*14:29 ελθειν f35 D,W [99%] RP,HF,OC,CP,TR ¦ και ηλθεν B,C [1%] NU ¦ ελθιν ηλθεν ουν ℵ

14:30 ισχυρον f35 C,D,W [99.5%] RP,HF,OC,CP,TR[NU] ¦ — ℵB [0.5%]

14:31 και ευθεως f35 [20%] CP ¦ ~ 2 δε (ℵ)B,C,D,W [80%] RP,HF,OC,TR,NU

§14:32 εμβαντων f35 C,N,W [98%] RP,HF,OC,CP,TR ¦ αναβαντων ℵB,D [2%] NU

*14:33 ελθοντες f35 C,D,W [96%] RP,HF,OC,CP,TR ¦ — ℵB,N [2%] NU ¦ προσελθοντες [2%]

14:34 εις f35 [95%] RP,HF,OC,CP,TR ¦ επι ℵB,C,D,N,W [5%] NU

14:34 γην f35 C,N [98%] RP,HF,OC,CP,TR ¦ 1 εις ℵB,D,W [2%] NU

§14:34 γενησαρετ f35 N [30%] ¦ γεννησαρετ ℵB,C,W [55%] RP,HF,OC,CP,TR,NU ¦ γεννησαρεθ [14%] ¦ γενησαρεθ [0.5%] ¦ γεννησαρ D (According to the Targum, the name is spelled with one ‘n’, according to the LXX it is with two.)

*14:36 καν f35 [35%] OC,CP ¦ — ℵB,C,D,N,W [65%] RP,HF,TR,NU