7
1Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε· 2ἐν ᾧ γὰρ κρίματι κρίνετε κριθήσεσθε, καὶ ἐν ᾧ μέτρῳ μετρεῖτε μετρηθήσεται ὑμῖν. 3τί δὲ βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; 4ἢ πῶς ἐρεῖς τῷ ἀδελφῷ σου· Ἄφες ἐκάλω τὸ κάρφος ⸀ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σοῦ; 5ὑποκριτά, ἔκβαλε πρῶτον ⸂ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
6Μὴ δῶτε τὸ ἅγιον τοῖς κυσίν, μηδὲ βάλητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων, μήποτε ⸀καταπατήσουσιναὐτοὺς ἐν τοῖς ποσὶν αὐτῶν καὶ στραφέντες ῥήξωσιν ὑμᾶς.
7Αἰτεῖτε, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. 8πᾶς γὰρ ὁ αἰτῶν λαμβάνει καὶ ὁ ζητῶν εὑρίσκει καὶ τῷ κρούοντι ⸀ἀνοιγήσεται 9ἢ τίς ⸀ἐστινἐξ ὑμῶν ἄνθρωπος, ὃν ⸀αἰτήσειὁ υἱὸς αὐτοῦ ἄρτον— μὴ λίθον ἐπιδώσει αὐτῷ; 10⸀ἢκαὶ ⸂ἰχθὺν αἰτήσει— μὴ ὄφιν ἐπιδώσει αὐτῷ; 11εἰ οὖν ὑμεῖς πονηροὶ ὄντες οἴδατε δόματα ἀγαθὰ διδόναι τοῖς τέκνοις ὑμῶν, πόσῳ μᾶλλον ὁ πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς δώσει ἀγαθὰ τοῖς αἰτοῦσιν αὐτόν.
12Πάντα οὖν ὅσα ⸀ἐὰνθέλητε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, οὕτως καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς· οὗτος γάρ ἐστιν ὁ νόμος καὶ οἱ προφῆται.
13Εἰσέλθατε διὰ τῆς στενῆς πύλης· ὅτι πλατεῖα ⸂ἡ πύλη καὶ εὐρύχωρος ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ἀπώλειαν, καὶ πολλοί εἰσιν οἱ εἰσερχόμενοι διʼ αὐτῆς· 14⸀ὅτιστενὴ ἡ πύλη καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, καὶ ὀλίγοι εἰσὶν οἱ εὑρίσκοντες αὐτήν.
15⸀Προσέχετεἀπὸ τῶν ψευδοπροφητῶν, οἵτινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων ἔσωθεν δέ εἰσιν λύκοι ἅρπαγες. 16ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. μήτι συλλέγουσιν ἀπὸ ἀκανθῶν ⸀σταφυλὰςἢ ἀπὸ τριβόλων σῦκα; 17οὕτως πᾶν δένδρον ἀγαθὸν καρποὺς καλοὺς ποιεῖ, τὸ δὲ σαπρὸν δένδρον καρποὺς πονηροὺς ποιεῖ· 18οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ⸀ποιεῖν οὐδὲ δένδρον σαπρὸν καρποὺς καλοὺς ποιεῖν. 19πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται καὶ εἰς πῦρ βάλλεται. 20ἄρα γε ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς.
21Οὐ πᾶς ὁ λέγων μοι· Κύριε κύριε εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλʼ ὁ ποιῶν τὸ θέλημα τοῦ πατρός μου τοῦ ἐν ⸀τοῖςοὐρανοῖς. 22πολλοὶ ἐροῦσίν μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε κύριε, οὐ τῷ σῷ ὀνόματι ἐπροφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δαιμόνια ἐξεβάλομεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν; 23καὶ τότε ὁμολογήσω αὐτοῖς ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς· ἀποχωρεῖτε ἀπʼ ἐμοῦ οἱ ἐργαζόμενοι τὴν ἀνομίαν.
24Πᾶς οὖν ὅστις ἀκούει μου τοὺς λόγους τούτους καὶ ποιεῖ αὐτούς, ⸀ὁμοιωθήσεταιἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν πέτραν. 25καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν, τεθεμελίωτο γὰρ ἐπὶ τὴν πέτραν. 26καὶ πᾶς ὁ ἀκούων μου τοὺς λόγους τούτους καὶ μὴ ποιῶν αὐτοὺς ὁμοιωθήσεται ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησεν ⸂αὐτοῦ τὴν οἰκίαν ἐπὶ τὴν ἄμμον. 27καὶ κατέβη ἡ βροχὴ καὶ ἦλθον οἱ ποταμοὶ καὶ ἔπνευσαν οἱ ἄνεμοι καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ ἔπεσεν, καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη.
28Καὶ ἐγένετο ὅτε ⸀ἐτέλεσενὁ Ἰησοῦς τοὺς λόγους τούτους, ἐξεπλήσσοντο οἱ ὄχλοι ἐπὶ τῇ διδαχῇ αὐτοῦ· 29ἦν γὰρ διδάσκων αὐτοὺς ὡς ἐξουσίαν ἔχων καὶ οὐχ ὡς οἱ γραμματεῖς ⸀αὐτῶν
Notes
*7:4
ἐκ WH Treg NA28 ] ἀπὸ RP
†7:5
ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NA28 ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP
‡7:6
καταπατήσουσιν WH Treg NA28 ] καταπατήσωσιν RP
§7:8
ἀνοιγήσεται WH NA28 RP ] ἀνοίγεται Treg
*7:9
ἐστιν NA28 RP ] – WH Treg
†7:9
αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ NIV RP
‡7:10
ἢ WH Treg NA28 ] – RP
§7:10
ἰχθὺν αἰτήσει WH Treg NA28 ] ἐὰν ἰχθὺν αἰτήσῃ RP
*7:12
ἐὰν WH NA28 ] ἂν Treg RP
†7:13
ἡ πύλη Treg NA28 RP ] – WH
‡7:14
ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA28
§7:15
Προσέχετε WH NA28 ] + δὲ Treg RP
*7:16
σταφυλὰς WH Treg NA28 ] σταφυλήν RP
†7:18
ποιεῖν Treg NA28 RP ] ἐνεγκεῖν WH
‡7:21
τοῖς WH Treg NA28 ] – RP
§7:24
ὁμοιωθήσεται WH Treg NA28 ] ὁμοιώσω αὐτὸν RP
*7:24
αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP
†7:26
αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP
‡7:28
ἐτέλεσεν WH Treg NA28 ] συνετέλεσεν RP
§7:29
αὐτῶν WH Treg NA28 ] – RP
ἐκ WH Treg NA28 ] ἀπὸ RP
ἐκ τοῦ ὀφθαλμοῦ σοῦ τὴν δοκόν WH Treg NA28 ] τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου RP
καταπατήσουσιν WH Treg NA28 ] καταπατήσωσιν RP
ἀνοιγήσεται WH NA28 RP ] ἀνοίγεται Treg
ἐστιν NA28 RP ] – WH Treg
αἰτήσει WH Treg NA28 ] ἐὰν αἰτήσῃ NIV RP
ἢ WH Treg NA28 ] – RP
ἰχθὺν αἰτήσει WH Treg NA28 ] ἐὰν ἰχθὺν αἰτήσῃ RP
ἐὰν WH NA28 ] ἂν Treg RP
ἡ πύλη Treg NA28 RP ] – WH
ὅτι WH ] ὅτι δὲ NIV; τί Treg RP NA28
Προσέχετε WH NA28 ] + δὲ Treg RP
σταφυλὰς WH Treg NA28 ] σταφυλήν RP
ποιεῖν Treg NA28 RP ] ἐνεγκεῖν WH
τοῖς WH Treg NA28 ] – RP
ὁμοιωθήσεται WH Treg NA28 ] ὁμοιώσω αὐτὸν RP
αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP
αὐτοῦ τὴν οἰκίαν WH Treg NA28 ] τὴν οἰκίαν αὐτοῦ RP
ἐτέλεσεν WH Treg NA28 ] συνετέλεσεν RP
αὐτῶν WH Treg NA28 ] – RP