1Καὶ ὅτε ἤγγισαν εἰςἹεροσόλυμα καὶ ἦλθον εἰς Βηθφαγὴ ⸀εἰς τὸ Ὄρος τῶν Ἐλαιῶν, τότε ⸀Ἰησοῦςἀπέστειλεν δύο μαθητὰς 2λέγων αὐτοῖς· ⸀Πορεύεσθεεἰς τὴν κώμην τὴν ⸀κατέναντιὑμῶν, καὶ ⸀εὐθέωςεὑρήσετε ὄνον δεδεμένην καὶ πῶλον μετʼ αὐτῆς· λύσαντες ⸀ἀγάγετέμοι. 3καὶ ἐάν τις ὑμῖν εἴπῃ τι, ἐρεῖτε ὅτι Ὁ κύριος αὐτῶν χρείαν ἔχει· ⸀εὐθὺςδὲ ⸀ἀποστελεῖαὐτούς. 4Τοῦτο ⸀δὲγέγονεν ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· 5Εἴπατε τῇ θυγατρὶ Σιών· Ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πραῢς καὶ ἐπιβεβηκὼς ἐπὶὄνον καὶ ⸀ἐπὶ πῶλον υἱὸν ὑποζυγίου. 6πορευθέντες δὲ οἱ μαθηταὶ καὶ ποιήσαντες καθὼς ⸀συνέταξεναὐτοῖς ὁ Ἰησοῦς 7ἤγαγον τὴν ὄνον καὶ τὸν πῶλον, καὶ ἐπέθηκαν ⸀ἐπʼαὐτῶν τὰ ⸀ἱμάτια καὶ ἐπεκάθισεν ἐπάνω αὐτῶν. 8ὁ δὲ πλεῖστος ὄχλος ἔστρωσαν ἑαυτῶν τὰ ἱμάτια ἐν τῇ ὁδῷ, ἄλλοι δὲ ἔκοπτον κλάδους ἀπὸ τῶν δένδρων καὶ ἐστρώννυον ἐν τῇ ὁδῷ. 9οἱ δὲ ὄχλοι οἱ προάγοντες ⸀αὐτὸνκαὶ οἱ ἀκολουθοῦντες ἔκραζον λέγοντες· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ· Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι κυρίου· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις. 10καὶ εἰσελθόντος αὐτοῦ εἰς Ἱεροσόλυμα ἐσείσθη πᾶσα ἡ πόλις λέγουσα· Τίς ἐστιν οὗτος; 11οἱ δὲ ὄχλοι ἔλεγον· Οὗτός ἐστιν ⸂ὁ προφήτης Ἰησοῦς ὁ ἀπὸ Ναζαρὲθ τῆς Γαλιλαίας. 12Καὶ εἰσῆλθεν ⸀Ἰησοῦςεἰς τὸ ⸀ἱερόν καὶ ἐξέβαλεν πάντας τοὺς πωλοῦντας καὶ ἀγοράζοντας ἐν τῷ ἱερῷ καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν κατέστρεψεν καὶ τὰς καθέδρας τῶν πωλούντων τὰς περιστεράς, 13καὶ λέγει αὐτοῖς· Γέγραπται· Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ⸀ποιεῖτεσπήλαιον λῃστῶν. 14Καὶ προσῆλθον αὐτῷ ⸂τυφλοὶ καὶ χωλοὶ ἐν τῷ ἱερῷ, καὶ ἐθεράπευσεν αὐτούς. 15ἰδόντες δὲ οἱ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς τὰ θαυμάσια ἃ ἐποίησεν καὶ τοὺςπαῖδας ⸀τοὺς κράζοντας ἐν τῷ ἱερῷ καὶ λέγοντας· Ὡσαννὰ τῷ υἱῷ Δαυίδ, ἠγανάκτησαν 16καὶ εἶπαν αὐτῷ· Ἀκούεις τί οὗτοι λέγουσιν; ὁ δὲ Ἰησοῦς λέγει αὐτοῖς· Ναί. οὐδέποτε ἀνέγνωτε ὅτι Ἐκ στόματος νηπίων καὶ θηλαζόντων κατηρτίσω αἶνον; 17καὶ καταλιπὼν αὐτοὺς ἐξῆλθεν ἔξω τῆς πόλεως εἰς Βηθανίαν, καὶ ηὐλίσθη ἐκεῖ. 18⸀Πρωῒδὲ ⸀ἐπανάγωνεἰς τὴν πόλιν ἐπείνασεν. 19καὶ ἰδὼν συκῆν μίαν ἐπὶ τῆς ὁδοῦ ἦλθεν ἐπʼ αὐτήν, καὶ οὐδὲν εὗρεν ἐν αὐτῇ εἰ μὴ φύλλα μόνον, καὶ λέγει αὐτῇ· ⸀Μηκέτιἐκ σοῦ καρπὸς γένηται εἰς τὸν αἰῶνα· καὶ ἐξηράνθη παραχρῆμα ἡ συκῆ. 20καὶ ἰδόντες οἱ μαθηταὶ ἐθαύμασαν λέγοντες· Πῶς παραχρῆμα ἐξηράνθη ἡ συκῆ; 21ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν καὶ μὴ διακριθῆτε, οὐ μόνον τὸ τῆς συκῆς ποιήσετε, ἀλλὰ κἂν τῷ ὄρει τούτῳ εἴπητε· Ἄρθητι καὶ βλήθητι εἰς τὴν θάλασσαν, γενήσεται· 22καὶ πάντα ὅσα ⸀ἂναἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες λήμψεσθε. 23Καὶ ⸂ἐλθόντος αὐτοῦ εἰς τὸ ἱερὸν προσῆλθον αὐτῷ διδάσκοντι οἱ ἀρχιερεῖς καὶ οἱ πρεσβύτεροι τοῦ λαοῦ λέγοντες· Ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιεῖς; καὶ τίς σοι ἔδωκεν τὴν ἐξουσίαν ταύτην; 24ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἐρωτήσω ὑμᾶς κἀγὼ λόγον ἕνα, ὃν ἐὰν εἴπητέ μοι κἀγὼ ὑμῖν ἐρῶ ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ· 25τὸβάπτισμα ⸀τὸ Ἰωάννου πόθεν ἦν; ἐξ οὐρανοῦ ἢ ἐξ ἀνθρώπων; οἱ δὲ διελογίζοντο ⸀ἐνἑαυτοῖς λέγοντες· Ἐὰν εἴπωμεν· Ἐξ οὐρανοῦ, ἐρεῖ ἡμῖν· Διὰ τί οὖν οὐκ ἐπιστεύσατε αὐτῷ; 26ἐὰν δὲ εἴπωμεν· Ἐξ ἀνθρώπων, φοβούμεθα τὸν ὄχλον, πάντες γὰρ ⸂ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην. 27καὶ ἀποκριθέντες τῷ Ἰησοῦ εἶπαν· Οὐκ οἴδαμεν. ἔφη αὐτοῖς καὶ αὐτός· Οὐδὲ ἐγὼ λέγω ὑμῖν ἐν ποίᾳ ἐξουσίᾳ ταῦτα ποιῶ. 28Τί δὲ ὑμῖν δοκεῖ; ἄνθρωπος εἶχεν τέκνα δύο. ⸀προσελθὼντῷ πρώτῳ εἶπεν· Τέκνον, ὕπαγε σήμερον ἐργάζου ἐν τῷ ⸀ἀμπελῶνι 29ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Οὐ θέλω· ὕστερον δὲ μεταμεληθεὶς⸃ ἀπῆλθεν. 30⸂προσελθὼν δὲ τῷ ⸀δευτέρῳεἶπεν ὡσαύτως· ὁ δὲ ἀποκριθεὶς εἶπεν· ⸂Ἐγώ, κύριε· καὶ οὐκ⸃ ἀπῆλθεν. 31τίς ἐκ τῶν δύο ἐποίησεν τὸ θέλημα τοῦ πατρός; ⸀λέγουσιν Ὁ ⸀πρῶτος λέγει αὐτοῖς ὁ Ἰησοῦς· Ἀμὴν λέγω ὑμῖν ὅτι οἱ τελῶναι καὶ αἱ πόρναι προάγουσιν ὑμᾶς εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 32ἦλθεν γὰρ ⸂Ἰωάννης πρὸς ὑμᾶς ἐν ὁδῷ δικαιοσύνης, καὶ οὐκ ἐπιστεύσατε αὐτῷ· οἱ δὲ τελῶναι καὶ αἱ πόρναι ἐπίστευσαν αὐτῷ· ὑμεῖς δὲ ἰδόντες ⸀οὐδὲμετεμελήθητε ὕστερον τοῦ πιστεῦσαι αὐτῷ. 33Ἄλλην παραβολὴν ἀκούσατε. ⸀Ἄνθρωποςἦν οἰκοδεσπότης ὅστις ἐφύτευσεν ἀμπελῶνα καὶ φραγμὸν αὐτῷ περιέθηκεν καὶ ὤρυξεν ἐν αὐτῷ ληνὸν καὶ ᾠκοδόμησεν πύργον, καὶ ἐξέδετο αὐτὸν γεωργοῖς, καὶ ἀπεδήμησεν. 34ὅτε δὲ ἤγγισεν ὁ καιρὸς τῶν καρπῶν, ἀπέστειλεν τοὺς δούλους αὐτοῦ πρὸς τοὺς γεωργοὺς λαβεῖν τοὺς καρποὺς αὐτοῦ. 35καὶ λαβόντες οἱ γεωργοὶ τοὺς δούλους αὐτοῦ ὃν μὲν ἔδειραν, ὃν δὲ ἀπέκτειναν, ὃν δὲ ἐλιθοβόλησαν. 36πάλιν ἀπέστειλεν ἄλλους δούλους πλείονας τῶν πρώτων, καὶ ἐποίησαν αὐτοῖς ὡσαύτως. 37ὕστερον δὲ ἀπέστειλεν πρὸς αὐτοὺς τὸν υἱὸν αὐτοῦ λέγων· Ἐντραπήσονται τὸν υἱόν μου. 38οἱ δὲ γεωργοὶ ἰδόντες τὸν υἱὸν εἶπον ἐν ἑαυτοῖς· Οὗτός ἐστιν ὁ κληρονόμος· δεῦτε ἀποκτείνωμεν αὐτὸν καὶ ⸀σχῶμεντὴν κληρονομίαν αὐτοῦ· 39καὶ λαβόντες αὐτὸν ἐξέβαλον ἔξω τοῦ ἀμπελῶνος καὶ ἀπέκτειναν. 40ὅταν οὖν ἔλθῃ ὁ κύριος τοῦ ἀμπελῶνος, τί ποιήσει τοῖς γεωργοῖς ἐκείνοις; 41λέγουσιν αὐτῷ· Κακοὺς κακῶς ἀπολέσει αὐτούς, καὶ τὸν ἀμπελῶνα ἐκδώσεται ἄλλοις γεωργοῖς, οἵτινες ἀποδώσουσιν αὐτῷ τοὺς καρποὺς ἐν τοῖς καιροῖς αὐτῶν. 42Λέγει αὐτοῖς ὁ Ἰησοῦς· Οὐδέποτε ἀνέγνωτε ἐν ταῖς γραφαῖς· Λίθον ὃν ἀπεδοκίμασαν οἱ οἰκοδομοῦντες οὗτος ἐγενήθη εἰς κεφαλὴν γωνίας· παρὰ κυρίου ἐγένετο αὕτη, καὶ ἔστιν θαυμαστὴ ἐν ὀφθαλμοῖς ἡμῶν; 43διὰ τοῦτο λέγω ὑμῖν ὅτι ἀρθήσεται ἀφʼ ὑμῶν ἡ βασιλεία τοῦ θεοῦ καὶ δοθήσεται ἔθνει ποιοῦντι τοὺς καρποὺς αὐτῆς. 44⸂Καὶ ὁ πεσὼν ἐπὶ τὸν λίθον τοῦτον συνθλασθήσεται· ἐφʼ ὃν δʼ ἂν πέσῃ λικμήσει αὐτόν. 45Καὶ ἀκούσαντες οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι τὰς παραβολὰς αὐτοῦ ἔγνωσαν ὅτι περὶ αὐτῶν λέγει· 46καὶ ζητοῦντες αὐτὸν κρατῆσαι ἐφοβήθησαν τοὺς ὄχλους, ⸂ἐπεὶ εἰς προφήτην αὐτὸν εἶχον.

Notes


*21:1 εἰς WH Treg NA28 ] πρὸς RP

21:1 Ἰησοῦς WH NA28 ] ὁ Ἰησοῦς Treg RP

21:2 Πορεύεσθε WH Treg NA28 ] Πορεύθητε RP

§21:2 κατέναντι WH Treg NA28 ] ἀπέναντι RP

*21:2 εὐθέως Treg NA28 RP ] εὐθὺς WH

21:2 ἀγάγετέ WH NA28 RP ] ἄγετέ Treg

21:3 εὐθὺς WH Treg NA28 ] εὐθέως RP

§21:3 ἀποστελεῖ WH Treg NA28 ] ἀποστέλλει RP

*21:4 δὲ WH Treg NA28 ] + ὅλον RP

21:5 ἐπὶ WH Treg NA28 ] – RP

21:6 συνέταξεν WH Treg NA28 ] προσέταξεν RP

§21:7 ἐπʼ WH Treg NA28 ] ἐπάνω RP

*21:7 ἱμάτια WH Treg NA28 ] + αὐτῶν RP

21:9 αὐτὸν WH Treg NA28 ] – RP

21:11 ὁ προφήτης Ἰησοῦς WH Treg NA28 ] Ἰησοῦς ὁ προφήτης RP

§21:12 Ἰησοῦς WH Treg NA28 ] ὁ Ἰησοῦς RP

*21:12 ἱερόν WH Treg NA28 ] + τοῦ θεοῦ RP

21:13 ποιεῖτε WH Treg NA28 ] ἐποιήσατε RP

21:14 τυφλοὶ καὶ χωλοὶ WH Treg NA28 ] χωλοὶ καὶ τυφλοὶ RP

§21:15 τοὺς WH Treg NA28 ] – RP

*21:18 Πρωῒ WH Treg NA28 ] Πρωῒας RP

21:18 ἐπανάγων Treg NA28 RP ] ἐπαναγαγὼν WH

21:19 Μηκέτι Treg NA28 RP ] Οὐ μηκέτι WH

§21:22 ἂν WH NA28 ] ἐὰν Treg RP

*21:23 ἐλθόντος αὐτοῦ WH Treg NA28 ] ἐλθόντι αὐτῷ RP

21:25 τὸ WH Treg NA28 ] – RP

21:25 ἐν WH Treg NA28 ] παρʼ RP

§21:26 ὡς προφήτην ἔχουσιν τὸν Ἰωάννην WH Treg NA28 ] ἔχουσιν τὸν Ἰωάννην ὡς προφήτην RP

*21:28 προσελθὼν WH ] καὶ προσελθὼν Treg NA28 RP

21:28 ἀμπελῶνι WH Treg NA28 ] + μου RP

21:29 Οὐ θέλω ὕστερον δὲ μεταμεληθεὶς Treg NA28 RP ] Ἐγώ κύριε καὶ οὐκ WH

§21:30 προσελθὼν δὲ WH Treg NA28 ] Καὶ προσελθὼν RP

*21:30 δευτέρῳ WH Treg RP ] ἑτέρῳ NA28

21:30 Ἐγώ κύριε καὶ οὐκ Treg NA28 RP ] Οὐ θέλω ὕστερον μεταμεληθεὶς WH

21:31 λέγουσιν WH Treg NA28 ] + αὐτῷ RP

§21:31 πρῶτος NA28 RP ] ὕστερος WH Treg

*21:32 Ἰωάννης πρὸς ὑμᾶς WH Treg NA28 ] πρὸς ὑμᾶς Ἰωάννης RP

21:32 οὐδὲ WH Treg NA28 ] οὐ RP

21:33 Ἄνθρωπος WH Treg NA28 ] + τις RP

§21:38 σχῶμεν WH Treg NA28 ] κατάσχωμεν RP

*21:44 Καὶ … αὐτόν. WH Treg NA28 RP ] – WHmarg

21:46 ἐπεὶ εἰς WH Treg NA28 ] ἐπειδὴ ὡς RP