17
1Καὶ μεθʼ ἡμέρας ἓξ παραλαμβάνει ὁ Ἰησοῦς τὸν Πέτρον καὶ Ἰάκωβον καὶ Ἰωάννην τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἀναφέρει αὐτοὺς εἰς ὄρος ὑψηλὸν κατʼ ἰδίαν. 2καὶ μετεμορφώθη ἔμπροσθεν αὐτῶν, καὶ ἔλαμψεν τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος, τὰ δὲ ἱμάτια αὐτοῦ ⸀ἐγένετολευκὰ ὡς τὸ φῶς. 3καὶ ἰδοὺ ⸀ὤφθηαὐτοῖς Μωϋσῆς καὶ Ἠλίας ⸂συλλαλοῦντες μετʼ αὐτοῦ⸃. 4ἀποκριθεὶς δὲ ὁ Πέτρος εἶπεν τῷ Ἰησοῦ· Κύριε, καλόν ἐστιν ἡμᾶς ὧδε εἶναι· εἰ θέλεις, ⸀ποιήσωὧδε τρεῖς σκηνάς, σοὶ μίαν καὶ Μωϋσεῖ μίαν καὶ ⸂Ἠλίᾳ μίαν. 5ἔτι αὐτοῦ λαλοῦντος ἰδοὺ νεφέλη φωτεινὴ ἐπεσκίασεν αὐτούς, καὶ ἰδοὺ φωνὴ ἐκ τῆς νεφέλης λέγουσα· Οὗτός ἐστιν ὁ υἱός μου ὁ ἀγαπητός, ἐν ᾧ εὐδόκησα· ⸂ἀκούετε αὐτοῦ. 6καὶ ἀκούσαντες οἱ μαθηταὶ ἔπεσαν ἐπὶ πρόσωπον αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα. 7καὶ ⸂προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν εἶπεν· Ἐγέρθητε καὶ μὴ φοβεῖσθε. 8ἐπάραντες δὲ τοὺς ὀφθαλμοὺς αὐτῶν οὐδένα εἶδον εἰ μὴ ⸀αὐτὸνἸησοῦν μόνον.
9Καὶ καταβαινόντων αὐτῶν ἐκ τοῦ ὄρους ἐνετείλατο αὐτοῖς ὁ Ἰησοῦς λέγων· Μηδενὶ εἴπητε τὸ ὅραμα ἕως οὗ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐκ νεκρῶν ⸀ἐγερθῇ 10καὶ ἐπηρώτησαν αὐτὸν οἱ ⸀μαθηταὶλέγοντες· Τί οὖν οἱ γραμματεῖς λέγουσιν ὅτι Ἠλίαν δεῖ ἐλθεῖν πρῶτον; 11ὁ ⸀δὲἀποκριθεὶς ⸀εἶπεν Ἠλίας μὲν ⸀ἔρχεταικαὶ ἀποκαταστήσει πάντα· 12λέγω δὲ ὑμῖν ὅτι Ἠλίας ἤδη ἦλθεν, καὶ οὐκ ἐπέγνωσαν αὐτὸν ἀλλὰ ἐποίησαν ἐν αὐτῷ ὅσα ἠθέλησαν· οὕτως καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου μέλλει πάσχειν ὑπʼ αὐτῶν. 13τότε συνῆκαν οἱ μαθηταὶ ὅτι περὶ Ἰωάννου τοῦ βαπτιστοῦ εἶπεν αὐτοῖς.
14Καὶ ⸀ἐλθόντωνπρὸς τὸν ὄχλον προσῆλθεν αὐτῷ ἄνθρωπος γονυπετῶν αὐτὸν 15καὶ λέγων· Κύριε, ἐλέησόν μου τὸν υἱόν, ὅτι σεληνιάζεται καὶ κακῶς ⸀πάσχει πολλάκις γὰρ πίπτει εἰς τὸ πῦρ καὶ πολλάκις εἰς τὸ ὕδωρ. 16καὶ προσήνεγκα αὐτὸν τοῖς μαθηταῖς σου, καὶ οὐκ ἠδυνήθησαν αὐτὸν θεραπεῦσαι. 17ἀποκριθεὶς δὲ ὁ Ἰησοῦς εἶπεν· Ὦ γενεὰ ἄπιστος καὶ διεστραμμένη, ἕως πότε ⸂μεθʼ ὑμῶν ἔσομαι; ἕως πότε ἀνέξομαι ὑμῶν; φέρετέ μοι αὐτὸν ὧδε. 18καὶ ἐπετίμησεν αὐτῷ ὁ Ἰησοῦς, καὶ ἐξῆλθεν ἀπʼ αὐτοῦ τὸ δαιμόνιον· καὶ ἐθεραπεύθη ὁ παῖς ἀπὸ τῆς ὥρας ἐκείνης. 19Τότε προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατʼ ἰδίαν εἶπον· Διὰ τί ἡμεῖς οὐκ ἠδυνήθημεν ἐκβαλεῖν αὐτό; 20ὁ δὲ ⸀λέγειαὐτοῖς· Διὰ τὴν ⸀ὀλιγοπιστίανὑμῶν· ἀμὴν γὰρ λέγω ὑμῖν, ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως, ἐρεῖτε τῷ ὄρει τούτῳ· ⸂Μετάβα ἔνθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν ἀδυνατήσει ⸀ὑμῖν
22⸀Συστρεφομένωνδὲ αὐτῶν ἐν τῇ Γαλιλαίᾳ εἶπεν αὐτοῖς ὁ Ἰησοῦς· Μέλλει ὁ υἱὸς τοῦ ἀνθρώπου παραδίδοσθαι εἰς χεῖρας ἀνθρώπων, 23καὶ ἀποκτενοῦσιν αὐτόν, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐγερθήσεται. καὶ ἐλυπήθησαν σφόδρα.
24Ἐλθόντων δὲ αὐτῶν εἰς Καφαρναοὺμ προσῆλθον οἱ τὰ δίδραχμα λαμβάνοντες τῷ Πέτρῳ καὶ εἶπαν· Ὁ διδάσκαλος ὑμῶν οὐ τελεῖ τὰ δίδραχμα; 25λέγει· Ναί. καὶ ⸀ἐλθόνταεἰς τὴν οἰκίαν προέφθασεν αὐτὸν ὁ Ἰησοῦς λέγων· Τί σοι δοκεῖ, Σίμων; οἱ βασιλεῖς τῆς γῆς ἀπὸ τίνων λαμβάνουσιν τέλη ἢ κῆνσον; ἀπὸ τῶν υἱῶν αὐτῶν ἢ ἀπὸ τῶν ἀλλοτρίων; 26⸂εἰπόντος δέ· Ἀπὸ τῶν ἀλλοτρίων, ἔφη αὐτῷ ὁ Ἰησοῦς· Ἄρα γε ἐλεύθεροί εἰσιν οἱ υἱοί. 27ἵνα δὲ μὴ σκανδαλίσωμεν αὐτούς, πορευθεὶς ⸀εἰςθάλασσαν βάλε ἄγκιστρον καὶ τὸν ⸀ἀναβάνταπρῶτον ἰχθὺν ἆρον, καὶ ἀνοίξας τὸ στόμα αὐτοῦ εὑρήσεις στατῆρα· ἐκεῖνον λαβὼν δὸς αὐτοῖς ἀντὶ ἐμοῦ καὶ σοῦ.
Notes
*17:2
ἐγένετο WH Treg NA28 ] ἐγένοντο RP
†17:3
ὤφθη WH Treg NA28 ] ὤφθησαν RP
‡17:3
συλλαλοῦντες μετʼαὐτοῦ WH Treg NA28 ] μετʼαὐτοῦ συλλαλοῦντες RP
§17:4
ποιήσω WH NA28 ] ποιήσωμεν Treg RP
*17:4
Ἠλίᾳ μίαν WH Treg NA28 ] μίαν Ἠλίᾳ RP
†17:5
ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP
‡17:7
προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NA28 ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
§17:8
αὐτὸν WH NA28 ] τὸν Treg RP
*17:9
ἐγερθῇ WH Treg NA28 ] ἀναστῇ RP
†17:10
μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
‡17:11
δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
§17:11
εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
*17:11
ἔρχεται WH Treg NA28 ] + πρῶτον RP
†17:14
ἐλθόντων WH Treg NA28 ] + αὐτῶν RP
‡17:15
πάσχει NA28 RP ] ἔχει WH Treg
§17:17
μεθʼ ὑμῶν ἔσομαι WH Treg NA28 ] ἔσομαι μεθʼ ὑμῶν RP
*17:20
λέγει WH Treg NA28 ] Ἰησοῦς εἶπεν RP
†17:20
ὀλιγοπιστίαν WH Treg NA28 ] ἀπιστίαν RP
‡17:20
Μετάβα ἔνθεν WH Treg NA28 ] Μετάβηθι ἔντεῦθεν RP
§17:20
ὑμῖν WH NA28 ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
*17:22
Συστρεφομένων WH Treg NA28 ] Ἀναστρεφομένων RP
†17:25
ἐλθόντα WH Treg NA28 ] ὅτε εἰσῆλθεν RP
‡17:26
εἰπόντος δέ WH Treg NA28 ] Λέγει αὐτῷ ὁ Πέτρος RP
§17:27
εἰς WH Treg NA28 ] + τὴν NIV RP
*17:27
ἀναβάντα WH Treg NA28 ] ἀναβαίνοντα RP
ἐγένετο WH Treg NA28 ] ἐγένοντο RP
ὤφθη WH Treg NA28 ] ὤφθησαν RP
συλλαλοῦντες μετʼαὐτοῦ WH Treg NA28 ] μετʼαὐτοῦ συλλαλοῦντες RP
ποιήσω WH NA28 ] ποιήσωμεν Treg RP
Ἠλίᾳ μίαν WH Treg NA28 ] μίαν Ἠλίᾳ RP
ἀκούετε αὐτοῦ WH Treg NA28 ] αὐτοῦ ἀκούετε RP
προσῆλθεν ὁ Ἰησοῦς καὶ ἁψάμενος αὐτῶν WH NA28 ] προσῆλθεν ὁ Ἰησοῦς καὶ ἥψατο αὐτῶν Treg; προσελθὼν ὁ Ἰησοῦς ἥψατο αὐτῶν καὶ RP
αὐτὸν WH NA28 ] τὸν Treg RP
ἐγερθῇ WH Treg NA28 ] ἀναστῇ RP
μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
δὲ WH Treg NA28 ] + Ἰησοῦς RP
εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
ἔρχεται WH Treg NA28 ] + πρῶτον RP
ἐλθόντων WH Treg NA28 ] + αὐτῶν RP
πάσχει NA28 RP ] ἔχει WH Treg
μεθʼ ὑμῶν ἔσομαι WH Treg NA28 ] ἔσομαι μεθʼ ὑμῶν RP
λέγει WH Treg NA28 ] Ἰησοῦς εἶπεν RP
ὀλιγοπιστίαν WH Treg NA28 ] ἀπιστίαν RP
Μετάβα ἔνθεν WH Treg NA28 ] Μετάβηθι ἔντεῦθεν RP
ὑμῖν WH NA28 ] + 21 Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύεται εἰ μὴ ἐν προσευχῇ καὶ νηστείᾳ. Treg RP
Συστρεφομένων WH Treg NA28 ] Ἀναστρεφομένων RP
ἐλθόντα WH Treg NA28 ] ὅτε εἰσῆλθεν RP
εἰπόντος δέ WH Treg NA28 ] Λέγει αὐτῷ ὁ Πέτρος RP
εἰς WH Treg NA28 ] + τὴν NIV RP
ἀναβάντα WH Treg NA28 ] ἀναβαίνοντα RP