1Ἐν ἐκείνῳ τῷ καιρῷ ἤκουσεν Ἡρῴδης ὁ τετραάρχης τὴν ἀκοὴν Ἰησοῦ, 2καὶ εἶπεν τοῖς παισὶν αὐτοῦ· Οὗτός ἐστιν Ἰωάννης ὁ βαπτιστής· αὐτὸς ἠγέρθη ἀπὸ τῶν νεκρῶν, καὶ διὰ τοῦτο αἱ δυνάμεις ἐνεργοῦσιν ἐν αὐτῷ. 3Ὁ γὰρ Ἡρῴδης κρατήσας τὸν Ἰωάννην ἔδησεν ⸀αὐτὸνκαὶ ⸂ἐν φυλακῇ ἀπέθετο διὰ Ἡρῳδιάδα τὴν γυναῖκα Φιλίππου τοῦ ἀδελφοῦ αὐτοῦ, 4ἔλεγεν γὰρ ⸂αὐτῷ ὁ Ἰωάννης· Οὐκ ἔξεστίν σοι ἔχειν αὐτήν· 5καὶ θέλων αὐτὸν ἀποκτεῖναι ἐφοβήθη τὸν ὄχλον, ὅτι ὡς προφήτην αὐτὸν εἶχον. 6⸂γενεσίοις δὲ γενομένοις τοῦ Ἡρῴδου ὠρχήσατο ἡ θυγάτηρ τῆς Ἡρῳδιάδος ἐν τῷ μέσῳ καὶ ἤρεσεν τῷ Ἡρῴδῃ, 7ὅθεν μετὰ ὅρκου ὡμολόγησεν αὐτῇ δοῦναι ὃ ⸀ἐὰναἰτήσηται. 8ἡ δὲ προβιβασθεῖσα ὑπὸ τῆς μητρὸς αὐτῆς· Δός μοι, φησίν, ὧδε ἐπὶ πίνακι τὴν κεφαλὴν Ἰωάννου τοῦ βαπτιστοῦ. 9καὶ ⸂λυπηθεὶς ὁ βασιλεὺς διὰ τοὺς ὅρκους καὶ τοὺς συνανακειμένους ἐκέλευσεν δοθῆναι, 10καὶ πέμψας ἀπεκεφάλισεν ⸀τὸνἸωάννην ἐν τῇ φυλακῇ· 11καὶ ἠνέχθη ἡ κεφαλὴ αὐτοῦ ἐπὶ πίνακι καὶ ἐδόθη τῷ κορασίῳ, καὶ ἤνεγκεν τῇ μητρὶ αὐτῆς. 12καὶ προσελθόντες οἱ μαθηταὶ αὐτοῦ ἦραν τὸ ⸀πτῶμακαὶ ἔθαψαν ⸀αὐτόν καὶ ἐλθόντες ἀπήγγειλαν τῷ Ἰησοῦ.
13⸂Ἀκούσας δὲ ὁ Ἰησοῦς ἀνεχώρησεν ἐκεῖθεν ἐν πλοίῳ εἰς ἔρημον τόπον κατʼ ἰδίαν· καὶ ἀκούσαντες οἱ ὄχλοι ἠκολούθησαν αὐτῷ πεζῇ ἀπὸ τῶν πόλεων. 14καὶ ⸀ἐξελθὼνεἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπʼ αὐτοῖς καὶ ἐθεράπευσεν τοὺς ἀρρώστους αὐτῶν. 15ὀψίας δὲ γενομένης προσῆλθον αὐτῷ οἱ ⸀μαθηταὶλέγοντες· Ἔρημός ἐστιν ὁ τόπος καὶ ἡ ὥρα ἤδη παρῆλθεν· ἀπόλυσον τοὺς ὄχλους, ἵνα ἀπελθόντες εἰς τὰς κώμας ἀγοράσωσιν ἑαυτοῖς βρώματα. 16ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οὐ χρείαν ἔχουσιν ἀπελθεῖν· δότε αὐτοῖς ὑμεῖς φαγεῖν. 17οἱ δὲ λέγουσιν αὐτῷ· Οὐκ ἔχομεν ὧδε εἰ μὴ πέντε ἄρτους καὶ δύο ἰχθύας. 18ὁ δὲ εἶπεν· Φέρετέ μοι ⸂ὧδε αὐτούς. 19καὶ κελεύσας τοὺς ὄχλους ἀνακλιθῆναι ἐπὶ ⸂τοῦ χόρτου, λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας, ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κλάσας ἔδωκεν τοῖς μαθηταῖς τοὺς ἄρτους οἱ δὲ μαθηταὶ τοῖς ὄχλοις. 20καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν, καὶ ἦραν τὸ περισσεῦον τῶν κλασμάτων δώδεκα κοφίνους πλήρεις. 21οἱ δὲ ἐσθίοντες ἦσαν ἄνδρες ὡσεὶ πεντακισχίλιοι χωρὶς γυναικῶν καὶ παιδίων.
22Καὶ εὐθέως ⸀ἠνάγκασεντοὺς μαθητὰς ἐμβῆναι ⸀εἰςπλοῖον καὶ προάγειν αὐτὸν εἰς τὸ πέραν, ἕως οὗ ἀπολύσῃ τοὺς ὄχλους. 23καὶ ἀπολύσας τοὺς ὄχλους ἀνέβη εἰς τὸ ὄρος κατʼ ἰδίαν προσεύξασθαι. ὀψίας δὲ γενομένης μόνος ἦν ἐκεῖ. 24τὸ δὲ πλοῖον ἤδη ⸂σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν, βασανιζόμενον ὑπὸ τῶν κυμάτων, ἦν γὰρ ἐναντίος ὁ ἄνεμος. 25τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ⸀ἦλθενπρὸς ⸀αὐτοὺςπεριπατῶν ἐπὶ ⸂τὴν θάλασσαν. 26⸂οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν ἐπὶ ⸂τῆς θαλάσσης περιπατοῦντα ἐταράχθησαν λέγοντες ὅτι Φάντασμά ἐστιν, καὶ ἀπὸ τοῦ φόβου ἔκραξαν. 27⸀εὐθὺςδὲ ἐλάλησεν ⸂αὐτοῖς ὁ Ἰησοῦς λέγων· Θαρσεῖτε, ἐγώ εἰμι· μὴ φοβεῖσθε.
28Ἀποκριθεὶς δὲ ⸂αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, εἰ σὺ εἶ, κέλευσόν με ⸂ἐλθεῖν πρὸς σὲ ἐπὶ τὰ ὕδατα· 29ὁ δὲ εἶπεν· Ἐλθέ. καὶ καταβὰς ἀπὸ τοῦ ⸀πλοίουΠέτρος περιεπάτησεν ἐπὶ τὰ ὕδατα ⸂καὶ ἦλθεν πρὸς τὸν Ἰησοῦν. 30βλέπων δὲ τὸν ἄνεμον ⸀ἰσχυρὸνἐφοβήθη, καὶ ἀρξάμενος καταποντίζεσθαι ἔκραξεν λέγων· Κύριε, σῶσόν με. 31εὐθέως δὲ ὁ Ἰησοῦς ἐκτείνας τὴν χεῖρα ἐπελάβετο αὐτοῦ καὶ λέγει αὐτῷ· Ὀλιγόπιστε, εἰς τί ἐδίστασας; 32καὶ ⸀ἀναβάντωναὐτῶν εἰς τὸ πλοῖον ἐκόπασεν ὁ ἄνεμος. 33οἱ δὲ ἐν τῷ ⸀πλοίῳπροσεκύνησαν αὐτῷ λέγοντες· Ἀληθῶς θεοῦ υἱὸς εἶ.
34Καὶ διαπεράσαντες ἦλθον ⸂ἐπὶ τὴν γῆν εἰς Γεννησαρέτ. 35καὶ ἐπιγνόντες αὐτὸν οἱ ἄνδρες τοῦ τόπου ἐκείνου ἀπέστειλαν εἰς ὅλην τὴν περίχωρον ἐκείνην, καὶ προσήνεγκαν αὐτῷ πάντας τοὺς κακῶς ἔχοντας, 36καὶ παρεκάλουν αὐτὸν ἵνα μόνον ἅψωνται τοῦ κρασπέδου τοῦ ἱματίου αὐτοῦ· καὶ ὅσοι ἥψαντο διεσώθησαν.

Notes


*14:3 αὐτὸν Treg NA28 RP ] – WH

14:3 ἐν φυλακῇ ἀπέθετο WH NA28 ] ἐν τῇ φυλακῇ ἀπέθετο Treg; ἔθετο ἐν φυλακῇ RP

14:4 αὐτῷ ὁ Ἰωάννης RP ] ὁ Ἰωάννης αὐτῷ WH NA28; ὁ Ἰωάννης Treg

§14:6 γενεσίοις δὲ γενομένοις WH Treg NA28 ] Γενεσίων δὲ ἀγομένων RP

*14:7 ἐὰν WH NA28 RP ] ἂν Treg

14:9 λυπηθεὶς ὁ βασιλεὺς διὰ WH Treg NA28 ] ἐλυπήθη ὁ βασιλεύς διὰ δὲ RP

14:10 τὸν NA28 RP ] – WH Treg

§14:12 πτῶμα WH Treg NA28 ] σῶμα RP

*14:12 αὐτόν WH Treg NA28 ] αὐτό NIV RP

14:13 Ἀκούσας δὲ WH Treg NA28 ] Καὶ ἀκούσας RP

14:14 ἐξελθὼν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§14:15 μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP

*14:18 ὧδε αὐτούς WH Treg NA28 ] αὐτοὺς ὧδε RP

14:19 τοῦ χόρτου WH Treg NA28 ] τοὺς χόρτους RP

14:22 ἠνάγκασεν WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§14:22 εἰς WH Treg ] + τὸ NA28 RP

*14:24 σταδίους πολλοὺς ἀπὸ τῆς γῆς ἀπεῖχεν WH Treg NA28 ] μέσον τῆς θαλάσσης ἦν RP

14:25 ἦλθεν WH Treg NA28 ] ἀπῆλθεν NIV RP

14:25 αὐτοὺς WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

§14:25 τὴν θάλασσαν WH Treg NA28 ] τῆς θαλάσσης RP

*14:26 οἱ δὲ μαθηταὶ ἰδόντες αὐτὸν WH NA28 ] καὶ ἰδόντες αὐτὸν οἱ μαθηταὶ Treg RP

14:26 τῆς θαλάσσης WH Treg NA28 ] τὴν θάλασσαν RP

14:27 εὐθὺς WH Treg NA28 ] Εὐθέως RP

§14:27 αὐτοῖς ὁ Ἰησοῦς Treg RP ] ὁ Ἰησοῦς αὐτοῖς WH NA28

*14:28 αὐτῷ ὁ Πέτρος εἶπεν Treg NA28 RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH

14:28 ἐλθεῖν πρὸς σὲ WH Treg NA28 ] πρός σε ἐλθεῖν RP

14:29 πλοίου WH Treg ] + ὁ NA28 RP

§14:29 καὶ ἦλθεν WH NA28 ] ἐλθεῖν Treg RP

*14:30 ἰσχυρὸν Treg RP NA28 ] – WH NIV

14:32 ἀναβάντων WH Treg NA28 ] ἐμβάντων RP

14:33 πλοίῳ WH NA28 ] + ἐλθόντες Treg RP

§14:34 ἐπὶ τὴν γῆν εἰς WH Treg NA28 ] εἰς τὴν γῆν RP