1Ἐν ἐκείνῃ τῇ ὥρᾳ προσῆλθον οἱ μαθηταὶ τῷ Ἰησοῦ λέγοντες· Τίς ἄρα μείζων ἐστὶν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν; 2καὶ ⸀προσκαλεσάμενοςπαιδίον ἔστησεν αὐτὸ ἐν μέσῳ αὐτῶν 3καὶ εἶπεν· Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ στραφῆτε καὶ γένησθε ὡς τὰ παιδία, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. 4ὅστις οὖν ταπεινώσει ἑαυτὸν ὡς τὸ παιδίον τοῦτο, οὗτός ἐστιν ὁ μείζων ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· 5καὶ ὃς ⸀ἐὰνδέξηται ⸂ἓν παιδίον τοιοῦτο ἐπὶ τῷ ὀνόματί μου, ἐμὲ δέχεται.
6Ὃς δʼ ἂν σκανδαλίσῃ ἕνα τῶν μικρῶν τούτων τῶν πιστευόντων εἰςἐμέ, συμφέρει αὐτῷ ἵνα κρεμασθῇ μύλος ὀνικὸς ⸀εἰς τὸν τράχηλον αὐτοῦ καὶ καταποντισθῇ ἐν τῷ πελάγει τῆς θαλάσσης. 7οὐαὶ τῷ κόσμῳ ἀπὸ τῶν σκανδάλων· ἀνάγκη ⸀γὰρἐλθεῖν τὰ σκάνδαλα, πλὴν οὐαὶ τῷ ⸀ἀνθρώπῳδιʼ οὗ τὸ σκάνδαλον ἔρχεται.
8Εἰ δὲ ἡ χείρ σου ἢ ὁ πούς σου σκανδαλίζει σε, ἔκκοψον ⸀αὐτὸνκαὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν εἰσελθεῖν εἰς τὴν ζωὴν ⸂κυλλὸν ἢ χωλόν, ἢ δύο χεῖρας ἢ δύο πόδας ἔχοντα βληθῆναι εἰς τὸ πῦρ τὸ αἰώνιον. 9καὶ εἰ ὁ ὀφθαλμός σου σκανδαλίζει σε, ἔξελε αὐτὸν καὶ βάλε ἀπὸ σοῦ· καλόν σοί ἐστιν μονόφθαλμον εἰς τὴν ζωὴν εἰσελθεῖν, ἢ δύο ὀφθαλμοὺς ἔχοντα βληθῆναι εἰς τὴν γέενναν τοῦ πυρός.
10Ὁρᾶτε μὴ καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων, λέγω γὰρ ὑμῖν ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν οὐρανοῖςδιὰ παντὸς βλέπουσι τὸ πρόσωπον τοῦ πατρός μου τοῦ ἐν ⸀οὐρανοῖς. 12τί ὑμῖν δοκεῖ; ἐὰν γένηταί τινι ἀνθρώπῳ ἑκατὸν πρόβατα καὶ πλανηθῇ ἓν ἐξ αὐτῶν, οὐχὶ ⸀ἀφήσειτὰ ἐνενήκοντα ἐννέα ἐπὶ τὰ ὄρη ⸀καὶπορευθεὶς ζητεῖ τὸ πλανώμενον; 13καὶ ἐὰν γένηται εὑρεῖν αὐτό, ἀμὴν λέγω ὑμῖν ὅτι χαίρει ἐπʼ αὐτῷ μᾶλλον ἢ ἐπὶ τοῖς ἐνενήκοντα ἐννέα τοῖς μὴ πεπλανημένοις. 14οὕτως οὐκ ἔστιν θέλημα ⸀ἔμπροσθεντοῦ πατρὸς ⸀ὑμῶντοῦ ἐν οὐρανοῖς ἵνα ἀπόληται ⸀ἓντῶν μικρῶν τούτων.
15Ἐὰν δὲ ἁμαρτήσῃ ⸂εἰς σὲ ὁ ἀδελφός σου, ⸀ὕπαγεἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου. ἐάν σου ἀκούσῃ, ἐκέρδησας τὸν ἀδελφόν σου· 16ἐὰν δὲ μὴ ἀκούσῃ, παράλαβε μετὰ σοῦ ἔτι ἕνα ἢ δύο, ἵνα ἐπὶ στόματος δύο μαρτύρων ἢ τριῶν σταθῇ πᾶν ῥῆμα· 17ἐὰν δὲ παρακούσῃ αὐτῶν, εἰπὸν τῇ ἐκκλησίᾳ· ἐὰν δὲ καὶ τῆς ἐκκλησίας παρακούσῃ, ἔστω σοι ὥσπερ ὁ ἐθνικὸς καὶ ὁ τελώνης. 18ἀμὴν λέγω ὑμῖν, ὅσα ⸀ἐὰνδήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ⸀ἐνοὐρανῷ καὶ ὅσα ἐὰν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ⸁ἐνοὐρανῷ. 19Πάλιν ⸀ἀμὴνλέγω ὑμῖν ὅτι ἐὰν δύο ⸂συμφωνήσωσιν ἐξ ὑμῶν ἐπὶ τῆς γῆς περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται αὐτοῖς παρὰ τοῦ πατρός μου τοῦ ἐν οὐρανοῖς. 20οὗ γάρ εἰσιν δύο ἢ τρεῖς συνηγμένοι εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν.
21Τότε προσελθὼν ⸂αὐτῷ ὁ Πέτρος εἶπεν· Κύριε, ποσάκις ἁμαρτήσει εἰς ἐμὲ ὁ ἀδελφός μου καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; 22λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ λέγω σοι ἕως ἑπτάκις ἀλλὰ ἕως ἑβδομηκοντάκις ἑπτά.
23Διὰ τοῦτο ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ βασιλεῖ ὃς ἠθέλησεν συνᾶραι λόγον μετὰ τῶν δούλων αὐτοῦ· 24ἀρξαμένου δὲ αὐτοῦ συναίρειν ⸀προσηνέχθη⸂αὐτῷ εἷς⸃ ὀφειλέτης μυρίων ταλάντων. 25μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι ἐκέλευσεν αὐτὸν ὁ ⸀κύριοςπραθῆναι καὶ τὴν ⸀γυναῖκακαὶ τὰ τέκνα καὶ πάντα ὅσα ⸀ἔχεικαὶ ἀποδοθῆναι. 26πεσὼν οὖν ὁ δοῦλος προσεκύνει αὐτῷ λέγων· ⸀Μακροθύμησονἐπʼ ⸀ἐμοί καὶ πάντα ⸂ἀποδώσω σοι. 27σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου ἀπέλυσεν αὐτόν, καὶ τὸ δάνειον ἀφῆκεν αὐτῷ. 28ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος εὗρεν ἕνα τῶν συνδούλων αὐτοῦ ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια, καὶ κρατήσας αὐτὸν ἔπνιγεν λέγων· ⸀Ἀπόδοςεἴ τι ὀφείλεις. 29πεσὼν οὖν ὁ σύνδουλος ⸀αὐτοῦπαρεκάλει αὐτὸν λέγων· Μακροθύμησον ἐπʼ ⸀ἐμοί καὶ ἀποδώσω σοι. 30ὁ δὲ οὐκ ἤθελεν, ἀλλὰ ἀπελθὼν ἔβαλεν αὐτὸν εἰς φυλακὴν ἕως ⸀οὗἀποδῷ τὸ ὀφειλόμενον. 31ἰδόντες ⸀οὖνοἱ σύνδουλοι αὐτοῦ τὰ γενόμενα ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ κυρίῳ ἑαυτῶν πάντα τὰ γενόμενα. 32τότε προσκαλεσάμενος αὐτὸν ὁ κύριος αὐτοῦ λέγει αὐτῷ· Δοῦλε πονηρέ, πᾶσαν τὴν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσάς με· 33οὐκ ἔδει καὶ σὲ ἐλεῆσαι τὸν σύνδουλόν σου, ὡς κἀγὼ σὲ ἠλέησα; 34καὶ ὀργισθεὶς ὁ κύριος αὐτοῦ παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς ἕως οὗ ἀποδῷ πᾶν τὸ ⸀ὀφειλόμενον 35Οὕτως καὶ ὁ πατήρ μου ὁ ⸀οὐράνιοςποιήσει ὑμῖν ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ⸀ὑμῶν

Notes


*18:2 προσκαλεσάμενος WH Treg NA28 ] + ὁ Ἰησοῦς RP

18:5 ἐὰν WH NA28 RP ] ἂν Treg

18:5 ἓν παιδίον τοιοῦτο WH NA28 ] ἓν παιδίον τοιοῦτον Treg; παιδίον τοιοῦτον ἓν RP

§18:6 εἰς RP ] περὶ WH Treg NA28

*18:7 γὰρ WH Treg NA28 ] + ἐστιν RP

18:7 ἀνθρώπῳ WH Treg NA28 ] + ἐκείνῳ RP

18:8 αὐτὸν WH Treg NA28 ] αὐτὰ RP

§18:8 κυλλὸν ἢ χωλόν WH NA28 ] χωλὸν ἢ κυλλόν Treg RP

*18:10 οὐρανοῖς WH Treg NA28 ] + 11 Ἦλθεν γὰρ ὁ υἱὸς τοῦ ἀνθρώπου σῶσαι τὸ ἀπολωλός. RP

18:12 ἀφήσει WH Treg NA28 ] ἀφεὶς RP

18:12 καὶ WH Treg NA28 ] – RP

§18:14 ἔμπροσθεν WH Treg RP NA28 ] – NIV

*18:14 ὑμῶν NA28 RP ] μου WH Treg

18:14 ἓν WH Treg NA28 ] εἷς RP

18:15 εἰς σὲ Treg NA28 RP ] – WH

§18:15 ὕπαγε WH Treg NA28 ] + καὶ RP

*18:18 ἐὰν WH NA28 RP ] ἂν Treg

18:18 ⸀ἐν WH NA28 ] + τῷ Treg RP

18:18 ⸁ἐν WH NA28 ] + τῷ Treg RP

§18:19 ἀμὴν WH Treg RP NA28 ] – NIV

*18:19 συμφωνήσωσιν ἐξ ὑμῶν WH Treg NA28 ] ὑμῶν συμφωνήσωσιν RP

18:21 αὐτῷ ὁ Πέτρος εἶπεν RP ] ὁ Πέτρος εἶπεν αὐτῷ WH Treg NA28

18:24 προσηνέχθη NA28 RP ] προσήχθη WH Treg

§18:24 αὐτῷ εἷς Treg NA28 RP ] εἷς αὐτῷ WH

*18:25 κύριος WH Treg NA28 ] + αὐτοῦ RP

18:25 γυναῖκα WH NA28 ] + αὐτοῦ Treg RP

18:25 ἔχει WH Treg NA28 ] εἶχεν RP

§18:26 Μακροθύμησον WH Treg NA28 ] Κύριε Μακροθύμησον RP

*18:26 ἐμοί WH NA28 RP ] ἐμέ Treg

18:26 ἀποδώσω σοι WH Treg NA28 ] σοι ἀποδώσω RP

18:28 Ἀπόδος WH Treg NA28 ] + μοι RP

§18:29 αὐτοῦ WH Treg NA28 ] + εἰς τοὺς πόδας αὐτοῦ RP

*18:29 ἐμοί WH NA28 RP ] ἐμέ Treg

18:30 οὗ RP ] – WH Treg NA28

18:31 οὖν WH Treg NA28 ] δὲ RP

§18:34 ὀφειλόμενον WH Treg NA28 ] + αὐτῷ RP

*18:35 οὐράνιος WH Treg NA28 ] ἐπουράνιος RP

18:35 ὑμῶν WH Treg NA28 ] + τὰ παραπτώματα αὐτῶν RP