19
1Καὶ ἐγένετο ὅτε ἐτέλεσεν ὁ Ἰησοῦς τοὺς λόγους τούτους, μετῆρεν ἀπὸ τῆς Γαλιλαίας καὶ ἦλθεν εἰς τὰ ὅρια τῆς Ἰουδαίας πέραν τοῦ Ἰορδάνου. 2καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοί, καὶ ἐθεράπευσεν αὐτοὺς ἐκεῖ.
3Καὶ προσῆλθον ⸀αὐτῷΦαρισαῖοι πειράζοντες αὐτὸν καὶ ⸀λέγοντες Εἰ ἔξεστιν ⸀ἀνθρώπῳἀπολῦσαι τὴν γυναῖκα αὐτοῦ κατὰ πᾶσαν αἰτίαν; 4ὁ δὲ ἀποκριθεὶς ⸀εἶπεν Οὐκ ἀνέγνωτε ὅτι ὁ ⸀κτίσαςἀπʼ ἀρχῆς ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτοὺς 5καὶ εἶπεν· ⸀Ἕνεκατούτου καταλείψει ἄνθρωπος τὸν πατέρα καὶ τὴν μητέρα καὶ ⸀κολληθήσεταιτῇ γυναικὶ αὐτοῦ, καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν; 6ὥστε οὐκέτι εἰσὶν δύο ἀλλὰ σὰρξ μία. ὃ οὖν ὁ θεὸς συνέζευξεν ἄνθρωπος μὴ χωριζέτω. 7λέγουσιν αὐτῷ· Τί οὖν Μωϋσῆς ἐνετείλατο δοῦναι βιβλίον ἀποστασίου καὶ ἀπολῦσαι ⸀αὐτήν 8λέγει αὐτοῖς ὅτι Μωϋσῆς πρὸς τὴν σκληροκαρδίαν ὑμῶν ἐπέτρεψεν ὑμῖν ἀπολῦσαι τὰς γυναῖκας ὑμῶν, ἀπʼ ἀρχῆς δὲ οὐ γέγονεν οὕτως. 9λέγω δὲ ὑμῖν ⸀ὅτιὃς ἂν ἀπολύσῃ τὴν γυναῖκα αὐτοῦ μὴ ἐπὶ πορνείᾳ καὶ γαμήσῃ ἄλλην μοιχᾶται ⸂καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται.
10Λέγουσιν αὐτῷ οἱ ⸀μαθηταί Εἰ οὕτως ἐστὶν ἡ αἰτία τοῦ ἀνθρώπου μετὰ τῆς γυναικός, οὐ συμφέρει γαμῆσαι. 11ὁ δὲ εἶπεν αὐτοῖς· Οὐ πάντες χωροῦσι τὸν λόγον ⸀τοῦτονἀλλʼ οἷς δέδοται. 12εἰσὶν γὰρ εὐνοῦχοι οἵτινες ἐκ κοιλίας μητρὸς ἐγεννήθησαν οὕτως, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων, καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. ὁ δυνάμενος χωρεῖν χωρείτω.
13Τότε ⸀προσηνέχθησαναὐτῷ παιδία ἵνα τὰς χεῖρας ἐπιθῇ αὐτοῖς καὶ προσεύξηται· οἱ δὲ μαθηταὶ ἐπετίμησαν αὐτοῖς. 14ὁ δὲ Ἰησοῦς εἶπεν· Ἄφετε τὰ παιδία καὶ μὴ κωλύετε αὐτὰ ἐλθεῖν πρός με, τῶν γὰρ τοιούτων ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν. 15καὶ ἐπιθεὶς ⸂τὰς χεῖρας αὐτοῖς ἐπορεύθη ἐκεῖθεν.
16Καὶ ἰδοὺ εἷς προσελθὼν ⸂αὐτῷ εἶπεν· ⸀Διδάσκαλε τί ἀγαθὸν ποιήσω ἵνα ⸀σχῶζωὴν αἰώνιον; 17ὁ δὲ εἶπεν αὐτῷ· Τί με ⸂ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός· εἰ δὲ θέλεις ⸂εἰς τὴν ζωὴν εἰσελθεῖν, ⸀τήρησοντὰς ἐντολάς. 18λέγει αὐτῷ· Ποίας; ὁ δὲ Ἰησοῦς ⸀εἶπεν Τὸ Οὐ φονεύσεις, Οὐ μοιχεύσεις, Οὐ κλέψεις, Οὐ ψευδομαρτυρήσεις, 19Τίμα τὸν πατέρα καὶ τὴν μητέρα, καὶ Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν. 20λέγει αὐτῷ ὁ νεανίσκος· ⸂Πάντα ταῦτα ⸀ἐφύλαξα τί ἔτι ὑστερῶ; 21ἔφη αὐτῷ ὁ Ἰησοῦς· Εἰ θέλεις τέλειος εἶναι, ὕπαγε πώλησόν σου τὰ ὑπάρχοντα καὶ ⸀δὸςπτωχοῖς, καὶ ἕξεις θησαυρὸν ἐν ⸀οὐρανοῖς καὶ δεῦρο ἀκολούθει μοι. 22ἀκούσας δὲ ὁ νεανίσκος τὸν ⸀λόγονἀπῆλθεν λυπούμενος, ἦν γὰρ ἔχων κτήματα πολλά.
23Ὁ δὲ Ἰησοῦς εἶπεν τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν ὅτι ⸂πλούσιος δυσκόλως εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· 24πάλιν δὲ λέγω ὑμῖν, εὐκοπώτερόν ἐστιν κάμηλον διὰ ⸀τρυπήματοςῥαφίδος ⸀εἰσελθεῖνἢ πλούσιον ⸂εἰς τὴν βασιλείαν τοῦ θεοῦ. 25ἀκούσαντες δὲ οἱ ⸀μαθηταὶἐξεπλήσσοντο σφόδρα λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; 26ἐμβλέψας δὲ ὁ Ἰησοῦς εἶπεν αὐτοῖς· Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστιν, παρὰ δὲ θεῷ πάντα δυνατά.
27Τότε ἀποκριθεὶς ὁ Πέτρος εἶπεν αὐτῷ· Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα καὶ ἠκολουθήσαμέν σοι· τί ἄρα ἔσται ἡμῖν; 28ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Ἀμὴν λέγω ὑμῖν ὅτι ὑμεῖς οἱ ἀκολουθήσαντές μοι ἐν τῇ παλιγγενεσίᾳ, ὅταν καθίσῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐπὶ θρόνου δόξης αὐτοῦ, ⸀καθήσεσθεκαὶ ⸀ὑμεῖςἐπὶ δώδεκα θρόνους κρίνοντες τὰς δώδεκα φυλὰς τοῦ Ἰσραήλ. 29καὶ πᾶς ⸀ὅστιςἀφῆκεν ⸂οἰκίας ἢ ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ ⸂γυναῖκα ἢ τέκνα ἢ ⸀ἀγροὺςἕνεκεν τοῦ ⸂ὀνόματός μου, ⸀ἑκατονταπλασίοναλήμψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. 30πολλοὶ δὲ ἔσονται πρῶτοι ἔσχατοι καὶ ἔσχατοι πρῶτοι.
Notes
*19:3
αὐτῷ WH Treg NA28 ] + οἱ RP
†19:3
λέγοντες WH Treg NA28 ] + αὐτῷ RP
‡19:3
ἀνθρώπῳ Treg NA28 RP ] – WH
§19:4
εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
*19:4
κτίσας WH Treg NA28 ] ποιήσας RP
†19:5
Ἕνεκα WH Treg NA28 ] Ἕνεκεν RP
‡19:5
κολληθήσεται WH Treg NA28 ] προσκολληθήσεται RP
§19:7
αὐτήν NA28 RP ] – WH Treg
*19:9
ὅτι WH NA28 RP ] – Treg
†19:9
καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] – WH NA28
‡19:10
μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA28
§19:11
τοῦτον Treg NA28 RP ] – WH
*19:13
προσηνέχθησαν WH Treg NA28 ] προσηνέχθη RP
†19:15
τὰς χεῖρας αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὰς χεῖρας RP
‡19:16
αὐτῷ εἶπεν WH Treg NA28 ] εἶπεν αὐτῷ RP
§19:16
Διδάσκαλε WH Treg NA28 ] + ἀγαθέ RP
*19:16
σχῶ WH Treg NA28 ] ἔχω RP
†19:17
ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NA28 ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP
‡19:17
εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NA28 ] εἰσελθεῖν εἰς τὴν ζωήν RP
§19:17
τήρησον NA28 RP ] τήρει WH Treg
*19:18
εἶπεν Treg NA28 RP ] ἔφη WH
†19:20
Πάντα ταῦτα NA28 RP ] Ταῦτα πάντα WH Treg
‡19:20
ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην ἐκ νεότητός μου RP
§19:21
δὸς RP ] + τοῖς WH Treg NA28
*19:21
οὐρανοῖς WH Treg NA28 ] οὐρανῷ RP
†19:22
λόγον Treg NA28 RP ] + τοῦτον WH
‡19:23
πλούσιος δυσκόλως WH Treg NA28 ] δυσκόλως πλούσιος RP
§19:24
τρυπήματος Treg NA28 RP ] τρήματος WH
*19:24
εἰσελθεῖν WH Treg ] διελθεῖν NA28 RP
†19:24
εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NA28; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
‡19:25
μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
§19:28
καθήσεσθε WH NA28 ] καθίσεσθε Treg RP
*19:28
ὑμεῖς WH NA28 RP ] αὐτοὶ Treg
†19:29
ὅστις WH Treg NA28 ] ὅς RP
‡19:29
οἰκίας ἢ WH NA28 RP ] – Treg
§19:29
γυναῖκα ἢ RP ] – WH Treg NA28
*19:29
ἀγροὺς WH NA28 RP ] + ἢ οἰκίας Treg
†19:29
ὀνόματός μου Treg NA28 RP ] ἐμοῦ ὀνόματος WH
‡19:29
ἑκατονταπλασίονα NA28 RP ] πολλαπλασίονα WH Treg
αὐτῷ WH Treg NA28 ] + οἱ RP
λέγοντες WH Treg NA28 ] + αὐτῷ RP
ἀνθρώπῳ Treg NA28 RP ] – WH
εἶπεν WH Treg NA28 ] + αὐτοῖς RP
κτίσας WH Treg NA28 ] ποιήσας RP
Ἕνεκα WH Treg NA28 ] Ἕνεκεν RP
κολληθήσεται WH Treg NA28 ] προσκολληθήσεται RP
αὐτήν NA28 RP ] – WH Treg
ὅτι WH NA28 RP ] – Treg
καὶ ὁ ἀπολελυμένην γαμήσας μοιχᾶται Treg RP ] – WH NA28
μαθηταί WH NIV ] + αὐτοῦ Treg RP NA28
τοῦτον Treg NA28 RP ] – WH
προσηνέχθησαν WH Treg NA28 ] προσηνέχθη RP
τὰς χεῖρας αὐτοῖς WH Treg NA28 ] αὐτοῖς τὰς χεῖρας RP
αὐτῷ εἶπεν WH Treg NA28 ] εἶπεν αὐτῷ RP
Διδάσκαλε WH Treg NA28 ] + ἀγαθέ RP
σχῶ WH Treg NA28 ] ἔχω RP
ἐρωτᾷς περὶ τοῦ ἀγαθοῦ; εἷς ἐστιν ὁ ἀγαθός WH Treg NA28 ] λέγεις ἀγαθόν; Οὐδεὶς ἀγαθός εἰ μὴ εἷς ὁ θεός RP
εἰς τὴν ζωὴν εἰσελθεῖν WH Treg NA28 ] εἰσελθεῖν εἰς τὴν ζωήν RP
τήρησον NA28 RP ] τήρει WH Treg
εἶπεν Treg NA28 RP ] ἔφη WH
Πάντα ταῦτα NA28 RP ] Ταῦτα πάντα WH Treg
ἐφύλαξα WH Treg NA28 ] ἐφυλαξάμην ἐκ νεότητός μου RP
δὸς RP ] + τοῖς WH Treg NA28
οὐρανοῖς WH Treg NA28 ] οὐρανῷ RP
λόγον Treg NA28 RP ] + τοῦτον WH
πλούσιος δυσκόλως WH Treg NA28 ] δυσκόλως πλούσιος RP
τρυπήματος Treg NA28 RP ] τρήματος WH
εἰσελθεῖν WH Treg ] διελθεῖν NA28 RP
εἰς τὴν βασιλείαν τοῦ θεοῦ WH ] εἰσελθεῖν εἰς … τοῦ θεοῦ NA28; εἰς … τοῦ θεοῦ εἰσελθεῖν RP; εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν Treg
μαθηταὶ WH Treg NA28 ] + αὐτοῦ RP
καθήσεσθε WH NA28 ] καθίσεσθε Treg RP
ὑμεῖς WH NA28 RP ] αὐτοὶ Treg
ὅστις WH Treg NA28 ] ὅς RP
οἰκίας ἢ WH NA28 RP ] – Treg
γυναῖκα ἢ RP ] – WH Treg NA28
ἀγροὺς WH NA28 RP ] + ἢ οἰκίας Treg
ὀνόματός μου Treg NA28 RP ] ἐμοῦ ὀνόματος WH
ἑκατονταπλασίονα NA28 RP ] πολλαπλασίονα WH Treg