2
1 ⸂Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ κρατῶν τοὺς ἑπτὰ ἀστέρας ἐν τῇ δεξιᾷ αὐτοῦ, ὁ περιπατῶν ἐν μέσῳ τῶν ἑπτὰ λυχνιῶν τῶν χρυσῶν· 2Οἶδα τὰ ἔργα σου, καὶ τὸν κόπον ⸋σου,⸌ καὶ τὴν ὑπομονήν σου, καὶ ὅτι οὐ δύνῃ βαστάσαι κακούς, καὶ ⸂ἐπείρασας⸃ τοὺς ⸂2λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι⸃ καὶ οὐκ εἰσίν, καὶ εὗρες αὐτοὺς ψευδεῖς, 3 ⸉καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας⸊ διὰ τὸ ὄνομά μου ⸂καὶ οὐκ ἐκοπίασας.⸃ 4Ἀλλὰ ἔχω κατὰ σοῦ, ὅτι τὴν ἀγάπην σου τὴν πρώτην ἀφῆκας. 5Μνημόνευε οὖν πόθεν ⸂πέπτωκας,⸃ καὶ μετανόησον, καὶ τὰ πρῶτα ἔργα ποίησον· εἰ δὲ μή, ἔρχομαί σοι ⸂2ταχύ,⸃ καὶ κινήσω τὴν λυχνίαν σου ἐκ τοῦ τόπου αὐτῆς, ἐὰν μὴ μετανοήσῃς. 6Ἀλλὰ τοῦτο ἔχεις, ὅτι μισεῖς τὰ ἔργα τῶν Νικολαϊτῶν, ἃ κἀγὼ μισῶ. 7Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω ⸋αὐτῷ⸌ φαγεῖν ἐκ τοῦ ξύλου τῆς ζωῆς, ὅ ἐστιν ἐν ⸂τῷ παραδείσῳ⸃ τοῦ θεοῦ ⸋2μου.⸌
8Καὶ ⸂τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ πρῶτος καὶ ὁ ἔσχατος, ὃς ἐγένετο νεκρὸς καὶ ἔζησεν· 9Οἶδά σου ⸋τὰ ἔργα καὶ⸌ τὴν θλίψιν καὶ τὴν πτωχείαν, ⸂ἀλλὰ πλούσιος⸃ εἶ· καὶ τὴν βλασφημίαν ⸋2ἐκ⸌ τῶν λεγόντων Ἰουδαίους εἶναι ἑαυτούς, καὶ οὐκ εἰσίν, ἀλλὰ συναγωγὴ τοῦ Σατανᾶ. 10 ⸂Μηδὲν⸃ φοβοῦ ἃ μέλλεις ⸂2παθεῖν·⸃ ἰδοὺ ⸋δή,⸌ μέλλει ⸂3βαλεῖν⸃ ⸉ὁ διάβολος ἐξ ὑμῶν⸊ εἰς φυλακήν, ἵνα πειρασθῆτε· καὶ ⸂4ἕξετε⸃ θλίψιν ἡμερῶν δέκα. Γίνου πιστὸς ἄχρι θανάτου, καὶ δώσω σοι τὸν στέφανον τῆς ζωῆς. 11Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Ὁ νικῶν οὐ μὴ ἀδικηθῇ ἐκ τοῦ θανάτου τοῦ δευτέρου.
12Καὶ τῷ ἀγγέλῳ τῆς ἐν Περγάμῳ ἐκκλησίας γράψον, Τάδε λέγει ὁ ἔχων τὴν ῥομφαίαν τὴν δίστομον τὴν ὀξεῖαν· 13Οἶδα ⸋τὰ ἔργα σου καὶ⸌ ποῦ κατοικεῖς, ὅπου ὁ θρόνος τοῦ Σατανᾶ· καὶ κρατεῖς τὸ ὄνομά μου, καὶ οὐκ ἠρνήσω τὴν πίστιν μου ⸆ ἐν ταῖς ἡμέραις ⸋2ἐν αἷς⸌ Ἀντίπας ⸂ὁ μάρτυς μου, ὁ πιστός,⸃ ὃς ἀπεκτάνθη παρ᾽ ὑμῖν, ὅπου ⸉ὁ Σατανᾶς κατοικεῖ.⸊ 14Ἀλλ᾽ ἔχω κατὰ σοῦ ὀλίγα, ὅτι ἔχεις ἐκεῖ κρατοῦντας τὴν διδαχὴν Βαλαάμ, ὃς ⸂ἐδίδαξεν⸃ ⸂2τὸν⸃ Βαλὰκ βαλεῖν σκάνδαλον ἐνώπιον τῶν υἱῶν Ἰσραήλ, ⸋καὶ⸌ φαγεῖν εἰδωλόθυτα καὶ πορνεῦσαι. 15Οὕτως ἔχεις καὶ σὺ κρατοῦντας τὴν διδαχὴν ⸋τῶν⸌ Νικολαϊτῶν ⸂ὁμοίως.⸃ 16Μετανόησον ⸋οὖν·⸌ εἰ δὲ μή, ἔρχομαί σοι ταχύ, καὶ πολεμήσω μετ᾽ αὐτῶν ἐν τῇ ῥομφαίᾳ τοῦ στόματός μου. 17Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις. Τῷ νικῶντι δώσω αὐτῷ ⸆ τοῦ μάννα τοῦ κεκρυμμένου, καὶ δώσω αὐτῷ ψῆφον λευκήν, καὶ ἐπὶ τὴν ψῆφον ὄνομα καινὸν γεγραμμένον, ὃ οὐδεὶς ⸂οἶδεν⸃ εἰ μὴ ὁ λαμβάνων.
18Καὶ ⸂τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας⸃ γράψον, Τάδε λέγει ὁ υἱὸς τοῦ θεοῦ, ὁ ἔχων τοὺς ὀφθαλμοὺς αὐτοῦ ὡς φλόγα πυρός, καὶ οἱ πόδες αὐτοῦ ὅμοιοι χαλκολιβάνῳ· 19Οἶδά σου τὰ ἔργα, ⸉καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν⸊ καὶ τὴν ὑπομονήν σου, καὶ τὰ ἔργα σου, ⸆ τὰ ἔσχατα πλείονα τῶν πρώτων. 20Ἀλλ᾽ ἔχω κατὰ σοῦ ⸆ ὅτι ⸂ἀφεῖς⸃ τὴν γυναῖκά ⸋σου⸌ Ἰεζάβελ, ⸂2ἣ λέγει⸃ ἑαυτὴν προφῆτιν, ⸂3καὶ διδάσκει καὶ πλανᾷ⸃ τοὺς ἐμοὺς δούλους πορνεῦσαι καὶ ⸉φαγεῖν εἰδωλόθυτα.⸊ 21Καὶ ἔδωκα αὐτῇ χρόνον ἵνα μετανοήσῃ, ⸂καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς.⸃ 22Ἰδού, ⸆ βάλλω αὐτὴν εἰς κλίνην, καὶ τοὺς μοιχεύοντας μετ᾽ αὐτῆς εἰς θλίψιν μεγάλην, ἐὰν μὴ ⸂μετανοήσωσιν⸃ ἐκ τῶν ἔργων ⸂2αὐτῆς.⸃ 23Καὶ τὰ τέκνα αὐτῆς ἀποκτενῶ ἐν θανάτῳ· καὶ γνώσονται πᾶσαι αἱ ἐκκλησίαι ὅτι ἐγώ εἰμι ὁ ἐρευνῶν νεφροὺς καὶ καρδίας· καὶ δώσω ὑμῖν ἑκάστῳ κατὰ τὰ ἔργα ὑμῶν. 24 ⸂Ὑμῖν δὲ λέγω, τοῖς λοιποῖς τοῖς ἐν Θυατείροις, ὅσοι οὐκ ἔχουσιν τὴν διδαχὴν ταύτην, οἵτινες⸃ οὐκ ἔγνωσαν τὰ βαθέα τοῦ Σατανᾶ, ὡς λέγουσιν, οὐ ⸂2βάλλω⸃ ἐφ᾽ ὑμᾶς ἄλλο βάρος. 25Πλὴν ὃ ἔχετε κρατήσατε, ἄχρι οὗ ἂν ἥξω. 26Καὶ ὁ νικῶν καὶ ὁ τηρῶν ἄχρι τέλους τὰ ἔργα μου, δώσω αὐτῷ ἐξουσίαν ἐπὶ τῶν ἐθνῶν· 27καὶ ποιμανεῖ αὐτοὺς ἐν ῥάβδῳ σιδηρᾷ· ὡς τὰ σκεύη τὰ κεραμικά, ⸂συντριβήσεται·⸃ ὡς κἀγὼ εἴληφα παρὰ τοῦ πατρός μου· 28καὶ δώσω αὐτῷ τὸν ἀστέρα τὸν πρωϊνόν. 29Ὁ ἔχων οὖς ἀκουσάτω τί τὸ πνεῦμα λέγει ταῖς ἐκκλησίαις.
Notes
*2:1
⸂ Τῷ ἀγγέλῳ τῆς ἐν Ἐφέσῳ ἐκκλησίας RP f 35 TNT2 NA NIV SBL ¦ Τῷ ἀγγέλῳ τῆς Ἐφέσίνης ἐκκλησίας TR ¦ Τῷ ἀγγέλῳ τῷ ἐν Ἐφέσῳ ἐκκλησίας WH
*2:2
⸋ σου RP TR ¦ – f 35 TNT2 WH NA NIV SBL
*2:2
⸂ ἐπείρασας RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπειράσω TR
*2:2
⸂2 λέγοντας ἑαυτοὺς ἀποστόλους εἶναι RP f 35 ¦ φάσκοντας εἶναι ἀποστόλους TR ¦ λέγοντας ἑαυτοὺς ἀποστόλους TNT2 WH NA NIV SBL
*2:3
⸉ καὶ ὑπομονὴν ἔχεις καὶ ἐβάστασας RP TNT2 WH NA NIV SBL ¦ καὶ ἐβάστασας καὶ ὑπομονὴν ἔχεις f 35 TR
*2:3
⸂ καὶ οὐκ ἐκοπίασας RP f 35 ¦ κεκοπίακας καὶ οὐ κέκμηκας TR ¦ καὶ οὐ κεκοπίακες TNT2 WH NA27+28 NIV SBL ¦ καὶ οὐ κεκοπίακας NA25
*2:5
⸂ πέπτωκας RP TNT2 NA NIV SBL ¦ ἐκπέπτωκας f 35 TR ¦ πέπτωκες WH
*2:5
⸂2 ταχύ RP f 35 ¦ τάχει TR ¦ – TNT2 WH NA NIV SBL
*2:7
⸋ αὐτῷ RP TR TNT2 WH NA NIV SBL ¦ – f 35
*2:7
⸂ τῷ παραδείσῳ RP TNT2 WH NA NIV SBL ¦ μέσῳ τοῦ παραδείσου f 35 TR
*2:7
⸋2 μου RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*2:8
⸂ τῷ ἀγγέλῳ τῆς ἐν Σμύρνῃ ἐκκλησίας RP f 35 TNT2 NA NIV SBL ¦ τῷ ἀγγέλῳ τῆς ἐκκλησίας Σμυρναίων TR ¦ τῷ ἀγγέλῳ τῷ ἐν Σμύρνῃ ἐκκλησίας WH
*2:9
⸋ τὰ ἔργα καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:9
⸂ ἀλλὰ πλούσιος RP f 35 TNT2 WH NA NIV SBL ¦ πλούσιος δὲ TR
*2:9
⸋2 ἐκ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR
*2:10
⸂ Μηδὲν RP f 35 TR NA27+28 NIV SBL ¦ Μὴ TNT2 WH NA25
*2:10
⸂2 παθεῖν RP ¦ πάσχειν f 35 TR TNT2 WH NA NIV SBL
*2:10
⸋ δή RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*2:10
⸂3 βαλεῖν RP f 35 TR ¦ βάλλειν TNT2 WH NA NIV SBL
*2:10
⸉ ὁ διάβολος ἐξ ὑμῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐξ ὑμῶν ὁ διάβολος TR
*2:10
⸂4 ἕξετε RP f 35 TR TNT2 NA NIV SBL ¦ ἔχητε WH
*2:13
⸋ τὰ ἔργα σου καὶ RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:13
⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL
*2:13
⸋2 ἐν αἷς RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*2:13
⸂ ὁ μάρτυς μου, ὁ πιστός RP f 35 TR ¦ ὁ μάρτυς μου, ὁ πιστός μου TNT2 WH NA NIV SBL
*2:13
⸉ ὁ Σατανᾶς κατοικεῖ RP f 35 TNT2 WH NA NIV SBL ¦ κατοικεῖ ὁ Σατανᾶς TR
*2:14
⸂ ἐδίδαξεν RP f 35 ¦ ἐδίδασκεν TR TNT2 WH NA NIV SBL
*2:14
⸂2 τὸν RP f 35 ¦ ἕν τῷ TR ¦ τῷ TNT2 WH NA NIV SBL
*2:14
⸋ καὶ RP ¦ – f 35 TR TNT2 WH NA NIV SBL
*2:15
⸋ τῶν RP f 35 TR TNT2 NA NIV ¦ – WH SBL
*2:15
⸂ ὁμοίως RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅ μισῶ TR
*2:16
⸋ οὖν RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR
*2:17
⸆ – RP TNT2 WH NA NIV SBL ¦ φαγεῖν ἀπὸ f 35 TR
*2:17
⸂ οἶδεν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔγνω TR
*2:18
⸂ τῷ ἀγγέλῳ τῆς ἐν Θυατείροις ἐκκλησίας RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ τῷ ἀγγέλῳ τῷ ἐν Θυατείροις ἐκκλησίας WH ¦ τῷ ἀγγέλῳ τῆς ἐν Θυατίροις ἐκκλησίας NA25
*2:19
⸉ καὶ τὴν ἀγάπην καὶ τὴν πίστιν καὶ τὴν διακονίαν RP f 35 WH NA NIV SBL ¦ καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν καὶ τὴν πίστιν TR ¦ καὶ τὴν πίστιν καὶ τὴν ἀγάπην καὶ τὴν διακονίαν TNT2
*2:19
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*2:20
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὀλίγα TR
*2:20
⸂ ἀφεῖς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐᾷς TR
*2:20
⸋ σου RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*2:20
⸂2 ἣ λέγει RP f 35 ¦ τὴν λέγουσαν TR ¦ ἡ λέγουσα TNT2 WH NA NIV SBL
*2:20
⸂3 καὶ διδάσκει καὶ πλανᾷ RP f 35 TNT2 WH NA NIV SBL ¦ διδάσκειν καὶ πλανᾶσθαι TR
*2:20
⸉ φαγεῖν εἰδωλόθυτα RP f 35 TNT2 WH NA NIV SBL ¦ εἰδωλόθυτα φαγεῖν TR
*2:21
⸂ καὶ οὐ θέλει μετανοῆσαι ἐκ τῆς πορνείας αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκ τῆς πορνείας αὐτῆς καὶ οὐ μετενόησεν TR
*2:22
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐγὼ TR
*2:22
⸂ μετανοήσωσιν RP f 35 TR TNT2 NA27+28 NIV SBL ¦ μετανοήσουσιν WH NA25
*2:22
⸂2 αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ αὐτῶν TR
*2:24
⸂ Ὑμῖν … τοῖς λοιποῖς … οἵτινες RP f 35 TNT2 WH NA NIV SBL ¦ Ὑμῖν … καὶ λοιποῖς … καὶ οἵτινες TR
*2:24
⸂2 βάλλω RP TNT2 WH NA NIV SBL ¦ βάλω f 35 TR
*2:27
⸂ συντριβήσεται RP f 35 ¦ συντρίβεται TR TNT2 WH NA NIV SBL