9
1Καὶ ὁ πέμπτος ἄγγελος ἐσάλπισεν, καὶ εἶδον ἀστέρα ἐκ τοῦ οὐρανοῦ πεπτωκότα εἰς τὴν γῆν, καὶ ἐδόθη αὐτῷ ἡ κλεὶς τοῦ φρέατος τῆς ἀβύσσου. 2Καὶ ἤνοιξεν τὸ φρέαρ τῆς ἀβύσσου, καὶ ἀνέβη καπνὸς ἐκ τοῦ φρέατος ὡς καπνὸς καμίνου ⸂καιομένης,⸃ καὶ ⸂2ἐσκοτίσθη⸃ ὁ ἥλιος καὶ ὁ ἀὴρ ἐκ τοῦ καπνοῦ τοῦ φρέατος. 3Καὶ ἐκ τοῦ καπνοῦ ἐξῆλθον ἀκρίδες εἰς τὴν γῆν, ⸂καὶ ἐδόθη αὐταῖς ἐξουσία, ὡς ἔχουσιν ἐξουσίαν οἱ σκορπίοι τῆς γῆς. 4Καὶ ἐρρέθη αὐταῖς⸃ ἵνα μὴ ⸂ἀδικήσωσιν⸃ τὸν χόρτον τῆς γῆς, οὐδὲ πᾶν χλωρόν, οὐδὲ πᾶν δένδρον, εἰ μὴ τοὺς ἀνθρώπους ⸆ οἵτινες οὐκ ἔχουσιν τὴν σφραγῖδα τοῦ θεοῦ ἐπὶ τῶν μετώπων ⸋αὐτῶν.⸌ 5Καὶ ἐδόθη ⸂αὐταῖς⸃ ἵνα μὴ ἀποκτείνωσιν αὐτούς, ἀλλ᾽ ἵνα ⸂2βασανισθῶσιν⸃ μῆνας πέντε· καὶ ὁ βασανισμὸς αὐτῶν ὡς βασανισμὸς σκορπίου, ὅταν ⸂3παίσῃ⸃ ἄνθρωπον. 6Καὶ ἐν ταῖς ἡμέραις ἐκείναις ⸂ζητήσουσιν οἱ ἄνθρωποι τὸν θάνατον, καὶ ⸂2οὐ μὴ⸃ εὑρήσουσιν αὐτόν· καὶ ἐπιθυμήσουσιν ἀποθανεῖν, καὶ φεύξεται⸃ ⸉ἀπ᾽ αὐτῶν ὁ θάνατος.⸊ 7Καὶ τὰ ὁμοιώματα τῶν ἀκρίδων ⸂ὅμοια⸃ ἵπποις ἡτοιμασμένοις εἰς πόλεμον, καὶ ἐπὶ τὰς κεφαλὰς αὐτῶν ὡς στέφανοι ⸂2χρυσοῖ,⸃ καὶ τὰ πρόσωπα αὐτῶν ὡς πρόσωπα ἀνθρώπων. 8Καὶ εἶχον τρίχας ὡς τρίχας γυναικῶν, καὶ οἱ ὀδόντες αὐτῶν ὡς λεόντων ἦσαν. 9Καὶ εἶχον θώρακας ὡς θώρακας σιδηροῦς, καὶ ἡ φωνὴ τῶν πτερύγων αὐτῶν ὡς φωνὴ ἁρμάτων ἵππων πολλῶν τρεχόντων εἰς πόλεμον. 10Καὶ ἔχουσιν οὐρὰς ὁμοίας σκορπίοις, καὶ κέντρα. ⸂Καὶ⸃ ἐν ταῖς οὐραῖς αὐτῶν ⸂2ἐξουσίαν ἔχουσιν τοῦ⸃ ἀδικῆσαι τοὺς ἀνθρώπους μῆνας πέντε. 11 ⸂Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν⸃ ⸆ ἄγγελον τῆς ἀβύσσου· ὄνομα αὐτῷ Ἑβραϊστὶ Ἀββαδών, ⸂2ἐν δὲ⸃ τῇ Ἑλληνικῇ ὄνομα ἔχει Ἀπολλύων. 12Ἡ οὐαὶ ἡ μία ἀπῆλθεν· ἰδού, ⸂ἔρχεται⸃ ἔτι δύο οὐαὶ μετὰ ταῦτα.
13Καὶ ὁ ἕκτος ἄγγελος ἐσάλπισεν, καὶ ἤκουσα φωνὴν μίαν ἐκ τῶν ⸋τεσσάρων⸌ κεράτων τοῦ θυσιαστηρίου τοῦ χρυσοῦ τοῦ ἐνώπιον τοῦ θεοῦ, 14 ⸂λέγουσαν⸃ τῷ ἕκτῳ ἀγγέλῳ ⸂2ὁ ἔχων⸃ τὴν σάλπιγγα, Λῦσον τοὺς τέσσαρας ἀγγέλους τοὺς δεδεμένους ἐπὶ τῷ ποταμῷ τῷ μεγάλῳ Εὐφράτῃ. 15Καὶ ἐλύθησαν οἱ τέσσαρες ἄγγελοι οἱ ἡτοιμασμένοι ⸂εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν,⸃ ἵνα ἀποκτείνωσιν τὸ τρίτον τῶν ἀνθρώπων. 16Καὶ ὁ ἀριθμὸς ⸋τῶν⸌ στρατευμάτων τοῦ ⸂ἵππου⸃ ⸂2μυριάδες μυριάδων·⸃ ⸆ ἤκουσα τὸν ἀριθμὸν αὐτῶν. 17Καὶ οὕτως εἶδον τοὺς ἵππους ἐν τῇ ὁράσει, καὶ τοὺς καθημένους ἐπ᾽ αὐτῶν, ἔχοντας θώρακας πυρίνους καὶ ὑακινθίνους καὶ θειώδεις· καὶ αἱ κεφαλαὶ τῶν ἵππων ὡς κεφαλαὶ λεόντων, καὶ ἐκ τῶν στομάτων αὐτῶν ἐκπορεύεται πῦρ καὶ καπνὸς καὶ θεῖον. 18 ⸂Ἀπὸ τῶν τριῶν ⸋πληγῶν⸌ τούτων ἀπεκτάνθησαν τὸ τρίτον τῶν ἀνθρώπων, ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου⸃ τοῦ ἐκπορευομένου ἐκ τῶν στομάτων αὐτῶν. 19 ⸂Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν,⸃ ⸋καὶ ἐν ταῖς οὐραῖς αὐτῶν·⸌ αἱ γὰρ οὐραὶ αὐτῶν ὅμοιαι ⸂2ὄφεων,⸃ ἔχουσαι κεφαλάς, καὶ ἐν αὐταῖς ἀδικοῦσιν. 20Καὶ οἱ λοιποὶ τῶν ἀνθρώπων, οἳ οὐκ ἀπεκτάνθησαν ἐν ταῖς πληγαῖς ταύταις, ⸂οὐ⸃ μετενόησαν ἐκ τῶν ἔργων τῶν χειρῶν αὐτῶν, ἵνα μὴ ⸂2προσκυνήσωσιν⸃ ⸂3τὰ δαιμόνια, καὶ τὰ εἴδωλα⸃ τὰ χρυσᾶ καὶ τὰ ἀργυρᾶ καὶ τὰ χαλκᾶ καὶ τὰ λίθινα καὶ τὰ ξύλινα, ἃ οὔτε βλέπειν ⸂4δύναται,⸃ οὔτε ἀκούειν, οὔτε περιπατεῖν· 21καὶ οὐ μετενόησαν ἐκ τῶν φόνων αὐτῶν, οὔτε ἐκ τῶν ⸂φαρμακειῶν⸃ αὐτῶν, οὔτε ἐκ τῆς πορνείας αὐτῶν, οὔτε ἐκ τῶν κλεμμάτων αὐτῶν.
Notes
*9:2
⸂ καιομένης RP f 35 ¦ μεγάλης TR TNT2 WH NA NIV SBL
*9:2
⸂2 ἐσκοτίσθη RP f 35 TR TNT2 ¦ ἐσκοτώθη WH NA NIV SBL
*9:3
⸂ καὶ ἐδόθη αὐταῖς … Καὶ ἐρρέθη αὐταῖς RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ καὶ ἐδόθη αὐτοῖς … Καὶ ἐρρέθη αὐτοῖς NA25
*9:4
⸂ ἀδικήσωσιν RP f 35 TNT2 ¦ ἀδικήσωσι TR ¦ ἀδικήσουσιν WH NA NIV SBL
*9:4
⸆ – RP TNT2 WH NA NIV SBL ¦ μόνους f 35 TR
*9:4
⸋ αὐτῶν RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*9:5
⸂ αὐταῖς RP f 35 TR WH ¦ αὐτοῖς TNT2 NA NIV SBL
*9:5
⸂2 βασανισθῶσιν RP f 35 ¦ βασανισθῶσι TR ¦ βασανισθήσονται TNT2 WH NA NIV SBL
*9:5
⸂3 παίσῃ RP TR TNT2 WH NA NIV SBL ¦ πλήξη f 35
*9:6
⸂ ζητήσουσιν … εὑρήσουσιν … ἐπιθυμήσουσιν … φεύξεται RP TR ¦ ζητοῦσιν … εὑρήσουσιν … ἐπιθυμήσουσιν … φεύξεται f 35 ¦ ζητήσουσιν … εὑρήσουσιν … ἐπιθυμήσουσιν … φεύγει TNT2 WH NA NIV SBL
*9:6
⸂2 οὐ μὴ RP f 35 TNT2 WH NA NIV SBL ¦ οὐχ TR
*9:6
⸉ ἀπ᾽ αὐτῶν ὁ θάνατος RP f 35 ¦ ὁ θάνατος ἀπ᾽ αὐτῶν TR TNT2 WH NA NIV SBL
*9:7
⸂ ὅμοια RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ ὅμοιοι NA25
*9:7
⸂2 χρυσοῖ RP f 35 ¦ ὅμοιοι χρυσῷ TR TNT2 WH NA NIV SBL
*9:10
⸂ Καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ Ἦν TR
*9:10
⸂2 ἐξουσίαν ἔχουσιν τοῦ RP f 35 ¦ καὶ ἡ ἐξουσία αὐτῶν TR ¦ ἡ ἐξουσία αὐτῶν TNT2 WH NA NIV SBL
*9:11
⸂ Ἔχουσαι βασιλέα ἐπ᾽ αὐτῶν RP f 35 ¦ Καὶ ἔχουσιν ἐφ᾽ αὑτῶν βασιλέα TR ¦ Ἔχουσιν ἐπ᾽ αὐτῶν βασιλέα TNT2 WH NA NIV SBL
*9:11
⸆ – RP f 35 ¦ τὸν TR TNT2 WH NA NIV SBL
*9:11
⸂2 ἐν δὲ RP f 35 ¦ καὶ ἐν TR TNT2 WH NA NIV SBL
*9:12
⸂ ἔρχεται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἔρχονται TR
*9:13
⸋ τεσσάρων RP f 35 TR NA NIV11 ¦ – TNT2 WH NIV73 SBL
*9:14
⸂ λέγουσαν RP f 35 TR ¦ λέγοντα TNT2 WH NA NIV SBL
*9:14
⸂2 ὁ ἔχων RP f 35 TNT2 WH NA NIV SBL ¦ ὅς εἴχε TR
*9:15
⸂ εἰς τὴν ὥραν καὶ εἰς τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν RP ¦ εἰς τὴν ὥραν καὶ τὴν ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν f 35 ¦ εἰς τὴν ὥραν καὶ ἡμέραν καὶ μῆνα καὶ ἐνιαυτόν TR TNT2 WH NA NIV SBL
*9:16
⸋ τῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*9:16
⸂ ἵππου RP f 35 ¦ ἱππικοῦ TR TNT2 WH NA NIV SBL
*9:16
⸂2 μυριάδες μυριάδων RP f 35 ¦ δύο μυριάδες μυριάδων TR TNT2 ¦ δισμυριάδες μυριάδων WH NA NIV SBL
*9:16
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*9:18
⸂ Ἀπὸ … ἀπὸ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου RP ¦ Ἀπὸ … ἐκ τοῦ πυρὸς καὶ τοῦ καπνοῦ καὶ τοῦ θείου f 35 TNT2 WH NA NIV SBL ¦ Ὑπὸ … ἐκ τοῦ πυρὸς καὶ ἐκ τοῦ καπνοῦ καὶ ἐκ τοῦ θείου TR
*9:18
⸋ πληγῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*9:19
⸂ Ἡ γὰρ ἐξουσία τῶν ἵππων ἐν τῷ στόματι αὐτῶν ἐστίν RP f 35 TNT2 WH NA NIV SBL ¦ Αἱ γὰρ ἐξουσίαι αὐτῶν ἐν τῷ στόματι αὐτῶν εἰσιν TR
*9:19
⸋ καὶ ἐν ταῖς οὐραῖς αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*9:19
⸂2 ὄφεων RP ¦ ὄφεσιν f 35 TR TNT2 WH NA NIV SBL
*9:20
⸂ οὐ RP f 35 WH ¦ οὔτε TR TNT2 ¦ οὐδὲ NA NIV SBL
*9:20
⸂2 προσκυνήσωσιν RP f 35 ¦ προσκυνήσωσι TR ¦ προσκυνήσουσιν TNT2 WH NA NIV SBL
*9:20
⸂3 τὰ δαιμόνια, καὶ τὰ εἴδωλα RP f 35 TNT2 WH NA NIV SBL ¦ τὰ δαιμόνια καὶ εἴδωλα TR
*9:20
⸂4 δύναται RP f 35 TR ¦ δύνανται TNT2 WH NA NIV SBL
*9:21
⸂ φαρμακειῶν RP f 35 TR TNT2 NA25 ¦ φαρμάκων WH NA27+28 NIV SBL