16
1Καὶ ἤκουσα ⸉φωνῆς μεγάλης⸊ ἐκ τοῦ ναοῦ, λεγούσης τοῖς ἑπτὰ ἀγγέλοις, ⸂Ὑπάγετε, καὶ ἐκχέατε⸃ τὰς ⸋ἑπτὰ⸌ φιάλας τοῦ θυμοῦ τοῦ θεοῦ εἰς τὴν γῆν.
2Καὶ ἀπῆλθεν ὁ πρῶτος, καὶ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ⸂εἰς⸃ τὴν γῆν· καὶ ἐγένετο ἕλκος κακὸν καὶ πονηρὸν ⸂2ἐπὶ⸃ τοὺς ἀνθρώπους τοὺς ἔχοντας τὸ χάραγμα τοῦ θηρίου, καὶ τοὺς ⸉προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ.⸊
3Καὶ ὁ δεύτερος ⸋ἄγγελος⸌ ἐξέχεεν τὴν φιάλην αὐτοῦ εἰς τὴν θάλασσαν· καὶ ἐγένετο αἷμα ὡς νεκροῦ, καὶ πᾶσα ψυχὴ ⸂ζῶσα⸃ ἀπέθανεν ⸆ ἐν τῇ θαλάσσῃ.
4Καὶ ὁ τρίτος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ⸂εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς⸃ τῶν ὑδάτων· καὶ ἐγένετο αἷμα. 5Καὶ ἤκουσα τοῦ ἀγγέλου τῶν ὑδάτων λέγοντος, ⸂Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος,⸃ ὅτι ταῦτα ἔκρινας· 6ὅτι αἷμα ἁγίων καὶ προφητῶν ἐξέχεαν, καὶ αἷμα αὐτοῖς ⸂ἔδωκας⸃ πιεῖν· ἄξιοί ⸆ εἰσιν. 7Καὶ ἤκουσα ⸆ τοῦ θυσιαστηρίου λέγοντος, Ναί, κύριε ὁ θεὸς ὁ παντοκράτωρ, ἀληθιναὶ καὶ δίκαιαι αἱ κρίσεις σου.
8Καὶ ὁ τέταρτος ⸋ἄγγελος⸌ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν ἥλιον· καὶ ἐδόθη αὐτῷ καυματίσαι ⸉ἐν πυρὶ τοὺς ἀνθρώπους.⸊ 9Καὶ ἐκαυματίσθησαν οἱ ἄνθρωποι καῦμα μέγα, καὶ ἐβλασφήμησαν ⸋οἱ ἄνθρωποι⸌ τὸ ὄνομα τοῦ θεοῦ τοῦ ἔχοντος ⸆ ἐξουσίαν ἐπὶ τὰς πληγὰς ταύτας, καὶ οὐ μετενόησαν δοῦναι αὐτῷ δόξαν.
10Καὶ ὁ πέμπτος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ τὸν θρόνον τοῦ θηρίου· καὶ ἐγένετο ἡ βασιλεία αὐτοῦ ἐσκοτωμένη· καὶ ἐμασῶντο τὰς γλώσσας αὐτῶν ἐκ τοῦ πόνου, 11καὶ ἐβλασφήμησαν τὸν θεὸν τοῦ οὐρανοῦ ἐκ τῶν πόνων αὐτῶν καὶ ἐκ τῶν ἑλκῶν αὐτῶν, καὶ οὐ μετενόησαν ἐκ τῶν ἔργων αὐτῶν.
12Καὶ ὁ ἕκτος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ἐπὶ ⸂τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην·⸃ καὶ ἐξηράνθη τὸ ὕδωρ αὐτοῦ, ἵνα ἑτοιμασθῇ ἡ ὁδὸς τῶν βασιλέων τῶν ἀπὸ ⸂2ἀνατολῆς⸃ ἡλίου. 13Καὶ εἶδον ἐκ τοῦ στόματος τοῦ δράκοντος, καὶ ἐκ τοῦ στόματος τοῦ θηρίου, καὶ ἐκ τοῦ στόματος τοῦ ψευδοπροφήτου, πνεύματα ⸉ἀκάθαρτα τρία⸊ ⸂ὡς βάτραχοι·⸃ 14εἰσὶν γὰρ πνεύματα ⸂δαιμονίων⸃ ποιοῦντα σημεῖα, ⸂2ἃ ἐκπορεύεται⸃ ἐπὶ τοὺς βασιλεῖς ⸆ τῆς οἰκουμένης ὅλης, συναγαγεῖν αὐτοὺς εἰς ⸋τὸν⸌ πόλεμον τῆς ἡμέρας ⸋2ἐκείνης⸌ τῆς μεγάλης τοῦ θεοῦ τοῦ παντοκράτορος— 15Ἰδού, ἔρχομαι ὡς κλέπτης. Μακάριος ὁ γρηγορῶν καὶ τηρῶν τὰ ἱμάτια αὐτοῦ, ἵνα μὴ γυμνὸς περιπατῇ, καὶ βλέπωσιν τὴν ἀσχημοσύνην αὐτοῦ— 16Καὶ συνήγαγεν αὐτοὺς εἰς τὸν τόπον τὸν καλούμενον Ἑβραϊστὶ Ἁρμαγεδών.
17Καὶ ὁ ἕβδομος ⸆ ἐξέχεεν τὴν φιάλην αὐτοῦ ⸂ἐπὶ⸃ τὸν ἀέρα· καὶ ἐξῆλθεν φωνὴ μεγάλη ⸂2ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου,⸃ λέγουσα, Γέγονεν. 18Καὶ ἐγένοντο ⸉ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί,⸊ καὶ ⸂σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο⸃ ἀφ᾽ οὗ ⸂2οἱ ἄνθρωποι ἐγένοντο⸃ ἐπὶ τῆς γῆς, τηλικοῦτος σεισμός, οὕτως μέγας. 19Καὶ ἐγένετο ἡ πόλις ἡ μεγάλη εἰς τρία μέρη, καὶ αἱ πόλεις τῶν ἐθνῶν ἔπεσον· καὶ Βαβυλὼν ἡ μεγάλη ἐμνήσθη ἐνώπιον τοῦ θεοῦ, δοῦναι αὐτῇ τὸ ποτήριον τοῦ οἴνου τοῦ θυμοῦ τῆς ὀργῆς αὐτοῦ. 20Καὶ πᾶσα νῆσος ἔφυγεν, καὶ ὄρη οὐχ εὑρέθησαν. 21Καὶ χάλαζα μεγάλη, ὡς ταλαντιαία, καταβαίνει ἐκ τοῦ οὐρανοῦ ἐπὶ τοὺς ἀνθρώπους· καὶ ἐβλασφήμησαν οἱ ἄνθρωποι τὸν θεὸν ἐκ τῆς πληγῆς τῆς χαλάζης· ὅτι μεγάλη ἐστὶν ἡ πληγὴ αὐτῆς σφόδρα.
Notes
*16:1
⸉ φωνῆς μεγάλης RP f 35 TR TNT2 ¦ μεγάλης φωνῆς WH NA NIV SBL
*16:1
⸂ Ὑπάγετε, καὶ ἐκχέατε RP TR TNT2 ¦ Ὑπάγετε, ἐκχέατε f 35 ¦ Ὑπάγετε, καὶ ἐκχέετε WH NA NIV SBL
*16:1
⸋ ἑπτὰ RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR
*16:2
⸂ εἰς RP TNT2 WH NA NIV SBL ¦ ἐπὶ f 35 TR
*16:2
⸂2 ἐπὶ RP TNT2 WH NA NIV SBL ¦ εἰς f 35 TR
*16:2
⸉ προσκυνοῦντας τῇ εἰκόνι αὐτοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τῇ εἰκόνι αὐτοῦ προσκυνοῦντας TR
*16:3
⸋ ἄγγελος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*16:3
⸂ ζῶσα RP f 35 TR ¦ ζωῆς TNT2 WH NA NIV SBL
*16:3
⸆ – RP f 35 TR ¦ τὰ TNT2 WH NA NIV SBL
*16:4
⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἄγγελος f 35 TR
*16:4
⸂ εἰς τοὺς ποταμοὺς καὶ εἰς τὰς πηγὰς RP TR ¦ εἰς τοὺς ποταμοὺς καὶ τὰς πηγὰς f 35 TNT2 WH NA NIV SBL
*16:5
⸂ Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὁ ὅσιος RP f 35 WH NA NIV SBL ¦ Δίκαιος, κύριεεἶ, ὁ ὢν καὶ ὁ ἦν, καὶ ὁ ὅσιος TR ¦ Δίκαιος εἶ, ὁ ὢν καὶ ὁ ἦν, ὅσιος TNT2
*16:6
⸂ ἔδωκας RP f 35 TR ¦ δέδωκας TNT2 WH NA NIV SBL
*16:6
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ γάρ TR
*16:7
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ἄλλου ἐκ TR
*16:8
⸋ ἄγγελος RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*16:8
⸉ ἐν πυρὶ τοὺς ἀνθρώπους RP ¦ τοὺς ἀνθρώπους ἐν πυρὶ f 35 TR TNT2 WH NA NIV SBL
*16:9
⸋ οἱ ἄνθρωποι RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*16:9
⸆ – RP TR ¦ τὴν f 35 TNT2 WH NA NIV SBL
*16:10
⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἄγγελος f 35 TR
*16:12
⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἄγγελος f 35 TR
*16:12
⸂ τὸν ποταμὸν τὸν μέγαν Εὐφράτην RP f 35 NA25 ¦ τὸν ποταμὸν τὸν μέγαν τὸν Εὐφράτην TR TNT2 WH NA27+28 NIV SBL
*16:12
⸂2 ἀνατολῆς RP TNT2 WH NA NIV SBL ¦ ἀνατολῶν f 35 TR
*16:13
⸉ ἀκάθαρτα τρία RP ¦ τρία ἀκάθαρτα f 35 TR TNT2 WH NA NIV SBL
*16:13
⸂ ὡς βάτραχοι RP f 35 TNT2 WH NA NIV SBL ¦ ὁμοία βατράχοις TR
*16:14
⸂ δαιμονίων RP TNT2 WH NA NIV SBL ¦ δαιμόνων f 35 TR
*16:14
⸂2 ἃ ἐκπορεύεται RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκπορεύεσθαι TR
*16:14
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τῆς γῆς καὶ TR
*16:14
⸋ τὸν RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*16:14
⸋2 ἐκείνης RP f 35 TR ¦ – TNT2 WH NA NIV SBL
*16:17
⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἄγγελος f 35 TR
*16:17
⸂ ἐπὶ RP TNT2 WH NA NIV SBL ¦ εἰς f 35 TR
*16:17
⸂2 ἀπὸ τοῦ ναοῦ τοῦ οὐρανοῦ, ἀπὸ τοῦ θρόνου RP f 35 TR ¦ ἐκ τοῦ ναοῦ, ἀπὸ τοῦ θρόνου TNT2 WH NA NIV SBL
*16:18
⸉ ἀστραπαὶ καὶ βρονταὶ καὶ φωναί RP f 35 ¦ φωναὶ καὶ βρονταί καὶ ἀστραπαὶ TR ¦ ἀστραπαὶ καὶ φωναί καὶ βρονταὶ TNT2 WH NA NIV SBL
*16:18
⸂ σεισμὸς μέγας, οἷος οὐκ ἐγένετο RP ¦ σεισμὸς ἐγένετο μέγας, οἷος οὐκ ἐγένετο f 35 TR TNT2 WH NA NIV SBL
*16:18
⸂2 οἱ ἄνθρωποι ἐγένοντο RP f 35 TR ¦ ἄνθρωπος ἐγένετο TNT2 NA NIV ¦ ἄνθρωποι ἐγένοντο WH SBL