17
1Καὶ ἦλθεν εἷς ἐκ τῶν ἑπτὰ ἀγγέλων τῶν ἐχόντων τὰς ἑπτὰ φιάλας, καὶ ἐλάλησεν μετ᾽ ἐμοῦ, λέγων, ⸆ Δεῦρο, δείξω σοι τὸ κρίμα τῆς πόρνης τῆς μεγάλης, τῆς καθημένης ἐπὶ ⸂τῶν ὑδάτων τῶν πολλῶν·⸃ 2μεθ᾽ ἧς ἐπόρνευσαν οἱ βασιλεῖς τῆς γῆς, καὶ ἐμεθύσθησαν ⸉οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς.⸊ 3Καὶ ἀπήνεγκέν με εἰς ἔρημον ἐν πνεύματι· καὶ εἶδον γυναῖκα καθημένην ἐπὶ θηρίον κόκκινον, ⸂γέμον ὀνόματα βλασφημίας, ἔχον⸃ κεφαλὰς ἑπτὰ καὶ κέρατα δέκα. 4Καὶ ἡ γυνὴ ⸂ἦν⸃ περιβεβλημένη ⸂2πορφυροῦν καὶ κόκκινον,⸃ ⸆ κεχρυσωμένη ⸂3χρυσίῳ⸃ καὶ λίθῳ τιμίῳ καὶ μαργαρίταις, ἔχουσα ⸉ποτήριον χρυσοῦν⸊ ἐν τῇ χειρὶ αὐτῆς, γέμον βδελυγμάτων καὶ ⸂4τὰ ἀκάθαρτα τῆς⸃ πορνείας αὐτῆς, 5καὶ ἐπὶ τὸ μέτωπον αὐτῆς ὄνομα γεγραμμένον, Μυστήριον, Βαβυλὼν ἡ μεγάλη, ἡ μήτηρ τῶν πορνῶν καὶ τῶν βδελυγμάτων τῆς γῆς. 6Καὶ εἶδον τὴν γυναῖκα μεθύουσαν ἐκ τοῦ αἵματος τῶν ἁγίων, ⸆ ἐκ τοῦ αἵματος τῶν μαρτύρων Ἰησοῦ. Καὶ ἐθαύμασα, ἰδὼν αὐτήν, θαῦμα μέγα. 7Καὶ εἶπέν μοι ὁ ἄγγελος, Διὰ τί ἐθαύμασας; Ἐγὼ ⸉ἐρῶ σοι⸊ τὸ μυστήριον τῆς γυναικός, καὶ τοῦ θηρίου τοῦ βαστάζοντος αὐτήν, τοῦ ἔχοντος τὰς ἑπτὰ κεφαλὰς καὶ τὰ δέκα κέρατα. 8 ⸋Τὸ⸌ θηρίον, ὃ εἶδες, ἦν, καὶ οὐκ ἔστιν, καὶ μέλλει ἀναβαίνειν ἐκ τῆς ἀβύσσου, καὶ εἰς ἀπώλειαν ⸂ὑπάγειν.⸃ Καὶ ⸂2θαυμάσονται⸃ οἱ κατοικοῦντες ἐπὶ τῆς γῆς, ὧν οὐ γέγραπται ⸂3τὰ ὀνόματα⸃ ἐπὶ τὸ βιβλίον τῆς ζωῆς ἀπὸ καταβολῆς κόσμου, ⸂4βλεπόντων⸃ ⸉ὅτι ἦν τὸ θηρίον,⸊ ⸂5καὶ οὐκ ἔστιν, καὶ παρέσται.⸃ 9Ὧδε ὁ νοῦς ὁ ἔχων σοφίαν. Αἱ ἑπτὰ κεφαλαὶ ⸉ἑπτὰ ὄρη εἰσίν,⸊ ὅπου ἡ γυνὴ κάθηται ἐπ᾽ αὐτῶν. 10Καὶ βασιλεῖς ⸉εἰσιν ἑπτά·⸊ οἱ πέντε ἔπεσον, ⸆ ὁ εἷς ἔστιν, ὁ ἄλλος οὔπω ἦλθεν· καί, ὅταν ἔλθῃ, ὀλίγον ⸉2δεῖ αὐτὸν⸊ μεῖναι. 11Καὶ τὸ θηρίον ὃ ἦν, καὶ οὐκ ἔστιν, καὶ ⸂αὐτὸς⸃ ὄγδοός ἐστιν, καὶ ἐκ τῶν ἑπτά ἐστιν, καὶ εἰς ἀπώλειαν ὑπάγει. 12Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, δέκα βασιλεῖς εἰσίν, οἵτινες βασιλείαν οὔπω ἔλαβον, ἀλλ᾽ ἐξουσίαν ὡς βασιλεῖς μίαν ὥραν λαμβάνουσιν μετὰ τοῦ θηρίου. 13Οὗτοι μίαν ⸉ἔχουσιν γνώμην,⸊ ⸂καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν⸃ ⸂2αὐτῶν⸃ τῷ θηρίῳ ⸂3διδόασιν.⸃ 14Οὗτοι μετὰ τοῦ ἀρνίου πολεμήσουσιν, καὶ τὸ ἀρνίον νικήσει αὐτούς, ὅτι κύριος κυρίων ἐστὶν καὶ βασιλεὺς βασιλέων, καὶ οἱ μετ᾽ αὐτοῦ, κλητοὶ καὶ ἐκλεκτοὶ καὶ πιστοί. 15Καὶ λέγει μοι, Τὰ ὕδατα, ἃ εἶδες, οὗ ἡ πόρνη κάθηται, λαοὶ καὶ ὄχλοι εἰσίν, καὶ ἔθνη καὶ γλῶσσαι. 16Καὶ τὰ δέκα κέρατα, ἃ εἶδες, ⸂καὶ⸃ τὸ θηρίον, οὗτοι μισήσουσιν τὴν πόρνην, ⸂2καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν,⸃ καὶ τὰς σάρκας αὐτῆς φάγονται, καὶ αὐτὴν κατακαύσουσιν ἐν πυρί. 17Ὁ γὰρ θεὸς ἔδωκεν εἰς τὰς καρδίας αὐτῶν ποιῆσαι τὴν γνώμην αὐτοῦ, καὶ ποιῆσαι ⸉γνώμην μίαν,⸊ καὶ δοῦναι τὴν βασιλείαν αὐτῶν τῷ θηρίῳ, ἄχρι ⸂τελεσθῶσιν οἱ λόγοι⸃ τοῦ θεοῦ. 18Καὶ ἡ γυνή, ἣν εἶδες, ἐστὶν ἡ πόλις ἡ μεγάλη, ἡ ἔχουσα βασιλείαν ἐπὶ τῶν βασιλέων τῆς γῆς.
Notes
*17:1
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ μοι TR
*17:1
⸂ τῶν ὑδάτων τῶν πολλῶν RP f 35 TR ¦ ὑδάτων πολλῶν TNT2 WH NA NIV SBL
*17:2
⸉ οἱ κατοικοῦντες τὴν γῆν ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐκ τοῦ οἴνου τῆς πορνείας αὐτῆς οἱ κατοικοῦντες τὴν γῆν TR
*17:3
⸂ γέμον ὀνόματα … ἔχον RP ¦ γέμον ὀνομάτων … ἔχον f 35 TR ¦ γέμον τὰ ὀνόματα … ἔχον TNT2 ¦ γέμοντα ὀνόματα … ἔχων WH NA27+28 NIV73 SBL ¦ γέμοντα ὀνόματα … ἔχοντα NA25 ¦ γέμον ὀνόματα ἔχων NIV11
*17:4
⸂ ἦν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἡ TR
*17:4
⸂2 πορφυροῦν καὶ κόκκινον RP TNT2 WH NA NIV SBL ¦ πορφῦραν καὶ κόκκινον f 35 ¦ πορφύρᾳ καὶ κόκκινῳ TR
*17:4
⸆ – RP f 35 ¦ καὶ TR TNT2 WH NA NIV SBL
*17:4
⸂3 χρυσίῳ RP WH NA NIV SBL ¦ χρυσῷ f 35 TR TNT2
*17:4
⸉ ποτήριον χρυσοῦν RP TNT2 WH NA NIV SBL ¦ χρυσοῦν ποτήριον f 35 TR
*17:4
⸂4 τὰ ἀκάθαρτα τῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἀκάθαρτητος TR
*17:6
⸆ – RP ¦ καὶ f 35 TR TNT2 WH NA NIV SBL
*17:7
⸉ ἐρῶ σοι RP TNT2 WH NA NIV SBL ¦ σοι ἐρῶ f 35 TR
*17:8
⸋ Τὸ RP f 35 TNT2 WH NA NIV SBL ¦ – TR
*17:8
⸂ ὑπάγειν RP f 35 TR TNT2 ¦ ὑπάγει WH NA NIV SBL
*17:8
⸂2 θαυμάσονται RP f 35 TR TNT2 ¦ θαυμασθήσονται WH NA NIV SBL
*17:8
⸂3 τὰ ὀνόματα RP f 35 TR ¦ τὸ ὄνομα TNT2 WH NA NIV SBL
*17:8
⸂4 βλεπόντων RP TNT2 WH NA NIV SBL ¦ βλεπόντες f 35 TR
*17:8
⸉ ὅτι ἦν τὸ θηρίον RP ¦ τὸ θηρίον ὅτι ἦν f 35 TR TNT2 WH NA NIV SBL
*17:8
⸂5 καὶ οὐκ ἔστιν, καὶ παρέσται RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ οὐκ ἔστι, καὶπερ ἔστιν TR
*17:9
⸉ ἑπτὰ ὄρη εἰσίν RP f 35 TNT2 WH NA NIV SBL ¦ ὄρη εἰσίν ἑπτὰ TR
*17:10
⸉ εἰσιν ἑπτά RP ¦ ἑπτά εἰσιν f 35 TR TNT2 WH NA NIV SBL
*17:10
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ TR
*17:10
⸉2 δεῖ αὐτὸν RP ¦ αὐτὸν δεῖ f 35 TR TNT2 WH NA NIV SBL
*17:11
⸂ αὐτὸς RP f 35 TR WH NA NIV SBL ¦ οὗτος TNT2
*17:13
⸉ ἔχουσιν γνώμην RP ¦ γνώμην ἔχουσιν f 35 TNT2 WH NA NIV SBL ¦ γνώμην ἔχουσι TR
*17:13
⸂ καὶ τὴν δύναμιν καὶ τὴν ἐξουσίαν RP f 35 TR ¦ καὶ τὴν δύναμιν καὶ ἐξουσίαν TNT2 WH NA NIV SBL
*17:13
⸂2 αὐτῶν RP f 35 TNT2 WH NA NIV SBL ¦ ἑαυτῶν TR
*17:13
⸂3 διδόασιν RP f 35 TNT2 WH NA NIV SBL ¦ διαδιδώσουσιν TR
*17:16
⸂ καὶ RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐπὶ TR
*17:16
⸂2 καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν ποιήσουσιν αὐτήν RP f 35 ¦ καὶ ἠρημωμένην ποιήσουσιν αὐτὴν καὶ γυμνὴν TR TNT2 WH NA NIV SBL
*17:17
⸉ γνώμην μίαν RP f 35 ¦ μίαν γνώμην TR TNT2 WH NA NIV SBL
*17:17
⸂ τελεσθῶσιν οἱ λόγοι RP ¦ τελεσθήσονται οἱ λόγοι f 35 TNT2 WH NA NIV SBL ¦ τελεσθῇ τὰ ῥήματά TR