5
1Καὶ εἶδον ἐπὶ τὴν δεξιὰν τοῦ καθημένου ἐπὶ τοῦ θρόνου βιβλίον γεγραμμένον ⸂ἔσωθεν καὶ ἔξωθεν,⸃ κατεσφραγισμένον σφραγῖσιν ἑπτά. 2Καὶ εἶδον ἄγγελον ἰσχυρὸν κηρύσσοντα ⸋ἐν⸌ φωνῇ μεγάλῃ, Τίς ⸂ἄξιός ἐστιν⸃ ἀνοῖξαι τὸ βιβλίον, καὶ λῦσαι τὰς σφραγῖδας αὐτοῦ; 3Καὶ οὐδεὶς ἐδύνατο ⸂ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς,⸃ ἀνοῖξαι τὸ βιβλίον, ⸂2οὔτε⸃ βλέπειν αὐτό. 4Καὶ ⸋ἐγὼ⸌ ἔκλαιον ⸂πολύ,⸃ ὅτι οὐδεὶς ἄξιος εὑρέθη ἀνοῖξαι ⸆ τὸ βιβλίον, οὔτε βλέπειν αὐτό. 5Καὶ εἷς ἐκ τῶν πρεσβυτέρων λέγει μοι, Μὴ κλαῖε· ἰδού, ἐνίκησεν ὁ λέων ὁ ⸆ ἐκ τῆς φυλῆς Ἰούδα, ἡ ῥίζα Δαυίδ, ⸂ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας⸃ αὐτοῦ. 6Καὶ εἶδον ⸆ ἐν μέσῳ τοῦ θρόνου καὶ τῶν τεσσάρων ζῴων, καὶ ἐν μέσῳ τῶν πρεσβυτέρων, ἀρνίον ⸂ἑστηκὸς ὡς ἐσφαγμένον, ἔχον⸃ ⸂2κέρατα ἑπτὰ καὶ ὀφθαλμοὺς ἑπτά, ἅ εἰσιν τὰ ἑπτὰ ⸉πνεύματα τοῦ θεοῦ⸊ ἀποστελλόμενα⸃ εἰς πᾶσαν τὴν γῆν. 7Καὶ ἦλθεν, καὶ εἴληφεν ⸆ ἐκ τῆς δεξιᾶς τοῦ καθημένου ἐπὶ τοῦ θρόνου. 8Καὶ ὅτε ἔλαβεν τὸ βιβλίον, τὰ τέσσαρα ζῷα καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι ἔπεσον ἐνώπιον τοῦ ἀρνίου, ἔχοντες ἕκαστος ⸂κιθάραν,⸃ καὶ φιάλας χρυσᾶς γεμούσας θυμιαμάτων, αἵ εἰσιν ⸆ προσευχαὶ τῶν ἁγίων. 9Καὶ ᾄδουσιν ᾠδὴν καινήν, λέγοντες, Ἄξιος εἶ λαβεῖν τὸ βιβλίον, καὶ ἀνοῖξαι τὰς σφραγῖδας αὐτοῦ· ὅτι ἐσφάγης, καὶ ἠγόρασας τῷ θεῷ ⸋ἡμᾶς⸌ ἐν τῷ αἵματί σου ἐκ πάσης φυλῆς καὶ γλώσσης καὶ λαοῦ καὶ ἔθνους, 10 ⸂καὶ ἐποίησας αὐτοὺς τῷ θεῷ ἡμῶν ⸂2βασιλεῖς καὶ ἱερεῖς,⸃ καὶ βασιλεύσουσιν⸃ ἐπὶ τῆς γῆς. 11Καὶ εἶδον, καὶ ἤκουσα ⸋ὡς⸌ φωνὴν ἀγγέλων πολλῶν ⸂κύκλῳ⸃ τοῦ θρόνου καὶ τῶν ζῴων καὶ τῶν πρεσβυτέρων· ⸂2καὶ ἦν ὁ ἀριθμὸς αὐτῶν μυριάδες μυριάδων, καὶ χιλιάδες χιλιάδων,⸃ 12λέγοντες φωνῇ μεγάλῃ, ⸂Ἄξιόν ἐστιν τὸ ἀρνίον⸃ τὸ ἐσφαγμένον λαβεῖν ⸂2τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν⸃ καὶ ἰσχὺν καὶ τιμὴν καὶ δόξαν καὶ εὐλογίαν. 13Καὶ πᾶν κτίσμα ὃ ⸆ ⸂ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς,⸃ καὶ ὑποκάτω τῆς γῆς, καὶ ἐπὶ τῆς θαλάσσης ⸂2ἐστίν,⸃ καὶ τὰ ἐν αὐτοῖς, ⸂3πάντας⸃ ἤκουσα λέγοντας, Τῷ καθημένῳ ἐπὶ ⸂4τοῦ θρόνου⸃ καὶ τῷ ἀρνίῳ ἡ εὐλογία καὶ ἡ τιμὴ καὶ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. ⸋Ἀμήν.⸌ 14Καὶ ⸂τὰ τέσσαρα ζῷα ⸂2λέγοντα⸃ ⸋τὸ⸌ Ἀμήν. Καὶ οἱ πρεσβύτεροι⸃ ἔπεσον, καὶ προσεκύνησαν. ⸆
Notes
*5:1
⸂ ἔσωθεν καὶ ἔξωθεν RP f 35 ¦ ἔσωθεν καὶ ὄπισθεν TR TNT2 WH NA NIV SBL
*5:2
⸋ ἐν RP TNT2 WH NA NIV SBL ¦ – f 35 TR
*5:2
⸂ ἄξιός ἐστιν RP ¦ ἄξιός f 35 TNT2 WH NA NIV SBL ¦ ἐστιν ἄξιός TR
*5:3
⸂ ἐν τῷ οὐρανῷ ἄνω, οὔτε ἐπὶ τῆς γῆς, οὔτε ὑποκάτω τῆς γῆς RP ¦ ἐν τῷ οὐρανῷ, οὐδὲ ἐπὶ τῆς γῆς, οὐδὲ ὑποκάτω τῆς γῆς f 35 TR TNT2 WH NA NIV SBL
*5:3
⸂2 οὔτε RP TNT2 WH NA NIV SBL ¦ οὐδὲ f 35 TR
*5:4
⸋ ἐγὼ RP f 35 TR TNT2 WH SBL ¦ – NA NIV
*5:4
⸂ πολύ RP f 35 TNT2 WH NA NIV SBL ¦ πολλὰ TR
*5:4
⸆ – RP TNT2 WH NA NIV SBL ¦ καὶ ἀναγνῶναι f 35 TR
*5:5
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ὢν TR
*5:5
⸂ ὁ ἀνοίγων τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας RP ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ τὰς ἑπτὰ σφραγῖδας f 35 TNT2 WH NA NIV SBL ¦ ἀνοῖξαι τὸ βιβλίον καὶ λῦσαι τὰς ἑπτὰ σφραγῖδας TR
*5:6
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ ἰδού TR
*5:6
⸂ ἑστηκὸς … ἔχον RP f 35 TR ¦ ἑστηκὼς … ἔχων TNT2 ¦ ἑστηκὸς … ἔχων WH NA NIV SBL
*5:6
⸂2 κέρατα ἑπτὰ … ἅ εἰσιν … ἀποστελλόμενα RP f 35 ¦ κέρατα ἑπτὰ … οἵ εἰσι … τὰ ἀπεσταλμένα TR ¦ κέρατα ἑπτὰ … οἵ εἰσιν … ἀπεσταλμένοι TNT2 WH NA NIV SBL
*5:6
⸉ πνεύματα τοῦ θεοῦ RP f 35 TNT2 WH NA NIV SBL ¦ τοῦ θεοῦ πνεύματα TR
*5:7
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ τὸ βιβλίον TR
*5:8
⸂ κιθάραν RP TNT2 WH NA NIV SBL ¦ κιθάρας f 35 TR
*5:8
⸆ – RP ¦ αἱ f 35 TR TNT2 WH NA NIV SBL
*5:9
⸋ ἡμᾶς RP f 35 TR TNT2 ¦ – WH NA NIV SBL
*5:10
⸂ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύσουσιν RP f 35 NA NIV ¦ καὶ ἐποίησας ἡμᾶς … καὶ βασιλεύσομεν TR ¦ καὶ ἐποίησας αὐτοὺς … καὶ βασιλεύουσιν TNT2 WH SBL
*5:10
⸂2 βασιλεῖς καὶ ἱερεῖς RP f 35 TR ¦ βασιλείαν καὶ ἱερεῖς TNT2 WH NA NIV SBL
*5:11
⸋ ὡς RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*5:11
⸂ κύκλῳ RP f 35 TNT2 WH NA NIV SBL ¦ κύκλοθεν TR
*5:11
⸂2 καὶ ἦν … μυριάδων, καὶ χιλιάδες χιλιάδων RP f 35 TNT2 WH NA NIV SBL ¦ καὶ χιλιάδες χιλιάδων TR
*5:12
⸂ Ἄξιόν … τὸ ἀρνίον RP f 35 TR TNT2 WH NA27+28 NIV SBL ¦ Ἄξιός … τὸ ἀρνίον NA25
*5:12
⸂2 τὴν δύναμιν καὶ τὸν πλοῦτον καὶ σοφίαν RP ¦ τὴν δύναμιν καὶ πλοῦτον καὶ σοφίαν f 35 TR TNT2 WH NA NIV SBL
*5:13
⸆ – RP TNT2 WH NA NIV SBL ¦ ἐστιν f 35 TR
*5:13
⸂ ἐν τῷ οὐρανῷ, καὶ ἐπὶ τῆς γῆς RP f 35 TNT2 WH NA NIV SBL ¦ ἐν τῷ οὐρανῷ, καὶ ἐν τῇ γῇ TR
*5:13
⸂2 ἐστίν RP WH NA25 ¦ ἅ ἐστίν f 35 ¦ ἅ ἐστί TR ¦ – TNT2 NA27+28 NIV SBL
*5:13
⸂3 πάντας RP f 35 ¦ πάντα TR TNT2 WH NA NIV SBL
*5:13
⸂4 τοῦ θρόνου RP f 35 TR TNT2 WH ¦ τῷ θρόνῳ NA NIV SBL
*5:13
⸋ Ἀμήν. RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*5:14
⸂ τὰ τέσσαρα ζῷα … Καὶ οἱ πρεσβύτεροι RP f 35 NA27+28 NIV SBL ¦ τὰ τέσσαρα ζῷα … Καὶ οἱ εἴκοσι τέσσαρες πρεσβύτεροι TR ¦ τὰ τέσσερα ζῷα … Καὶ οἱ πρεσβύτεροι TNT2 WH NA25
*5:14
⸂2 λέγοντα RP f 35 ¦ ἔλεγον TR TNT2 WH NA NIV SBL
*5:14
⸋ τὸ RP f 35 ¦ – TR TNT2 WH NA NIV SBL
*5:14
⸆ – RP f 35 TNT2 WH NA NIV SBL ¦ ζῶντι εἰς τοὺς αἰωνας τῶν αἰώνων TR